Quod Deus Sit Immutabilis

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

διὰ μὲν δὴ τούτων φασὶ „παρελεύσεσθαι“, διὰ δὲ „ἀγρῶν καὶ ἀμπελώνων“ οὐκέτι· τὰ γὰρ ἥμερα ἐν ψυχῇ φυτὰ ἡμέρους ἀποτίκτοντα καρπούς, ἀστείους μὲν λόγους, ἐπαινετὰς δὲ πράξεις, ὠγύγιος εὐήθεια παρέρχεσθαι· μένειν γὰρ ἔδει καὶ δρέπεσθαι καὶ ἀπλήστως ἐμφορεῖσθαι· κάλλιστον γὰρ ἡ ἐν ἀρεταῖς τελείαις ἀκόρεστος εὐφροσύνη, ἧς οἱ λεχθέντες ἀμπελῶνες σύμβολα.

οἷς δ’ ὁ θεὸς ἐπινίφει καὶ ἐπομβρεῖ τὰς ἀγαθῶν πηγὰς ἄνωθεν, ἐκ λάκκου πίνομεν καὶ βραχείας [καὶ] κατὰ γῆς λιβάδας ἀναζητοῦμεν, ὕοντος ἡμῖν ἀνεπισχέτως οὐρανοῦ τὴν νέκταρος καὶ ἀμβροσίας τῶν μεμυθευμένων ἀμείνω τροφήν;

ἔτι δὲ ποτὸν τεθησαυρισμένον ἐξ ἐπιτεχνήσεως ἀνθρώπων ἐξανιμῶντες ὑπόδρομον καὶ καταφυγὴν δυσελπιστίας ἔργον προσιέμεθα, οἷς τὸν ὀλύμπιον θησαυρὸν εἰς χρῆσιν καὶ ἀπόλαυσιν ὁ σωτὴρ τοῦ παντὸς ἤνοιξεν; εὔχεται γὰρ Μωυσῆς ὁ ἱεροφάντης, ἵνα „ἀνοίξῃ κύριος ἡμῖν τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανόν, δοῦναι ὑετόν“ (Deut. 28,12)· ἐπήκοοι δὲ αἱ τοῦ θεοφιλοῦς εὐχαί.