Quod Deus Sit Immutabilis

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

καὶ προσεπισφίγγων αὐτὸ τοῦτο καὶ ὥσπερ ἐναποσημαινόμενος ἐπιφέρει „καὶ μιανεῖ ὁ χρὼς ὁ ὑγιής“, ἀντιταττόμενος τῷ εἰκότι καὶ συνήθει· πάντες γὰρ οἱ ἄνθρωποι τὰ νοσοῦντα φθορὰς τῶν ὑγιαινόντων καὶ τὰ νεκρὰ τῶν ζώντων, οὐκ ἔμπαλιν τὰ ὑγιαίνοντα καὶ ζῶντα τῶν ἐναντίων, ἀλλὰ σωτήρια νομίζουσι. [*](1 θνητὰς] κενὰς HP 2 αὐτοῦ MGPH1L εὐθὺς UF: εὐθέως G, om. ceteri 3 ἔτι] ἀεὶ UF 4 ἣν corr. in ἧ Α, ἢ habet mg. P 4 Μωυσέως U: Μωυσέος G, Μωσέως MAFP, Μωσέος H 5 κατεπασθέντες UF ἑαυταῖς G 8 γράψαι UF, ἀναγράψαι coni. Mang. εἰσάγειν Turn.: εἰσάγει codd. 9 τῶν om. Α 10 ἀλλὰ κἀπὸ τοῦ U 11 βελλᾶς U 12 νῦν UF 14 ἀρεταῖς om. U post ταῖς ἀρεταῖς add. ταῖς L2 16 τῷ] τὸ Α ἀπείρου Α, ἀμοίρῳ U 18 ὁ θάνατος U, ras. ante θάνατος F 19 ἐλλάμψαντος UF τὸ om. UF 20 διήρηται G ζῶον Α 21 προσεπισφραγίζων (immo προσεπισφραγιζόμενος) coni. Mang. 22 ὥσπερ ἀποσειόμενος F post μιανεῖ add. αὐτὸν ex LXX Mang. 22. 23 χρὼς ὁ λεπρὸς τὸν χρῶτα τὸν ὑγιῆ UF 23 ἀντιδιαταττόμενος G2, αὐτὸν διαταττόμενος G1, ἀντιδιαστελλόμενος UF 24 supra νοσοῦντα scripsit ἥτις G2 25 ἀλλ’ οὐ σωτήρια F)

v.2.p.83

καινότατος δ’ ἐν ἅπασι τὴν σοφίαν ὁ νομοθέτης ὢν καὶ τοῦτο ἴδιον εἰσηγήσατο, διδάσκων ὅτι τὰ ὑγιαίνοντα καὶ ζῶντα τοῦ μὴ καθαρεύειν μιασμάτων αἴτια γίνεται· τὸ γὰρ ὑγιαῖνον καὶ ζῶν ἐν ψυχῇ χρῶμα ὡς ἀληθῶς φαινόμενον ἐπ’ αὐτῆς ἔλεγχός ἐστιν.

οὗτος ὅταν ἀνάσχῃ, κατάλογον ποιεῖται τῶν ἁμαρτημάτων αὐτῆς ἁπάντων, καὶ ὀνειδίζων καὶ δυσωπῶν καὶ ἐπιπλήττων μόλις παύεται· ἡ δ’ ἐλεγχομένη γνωρίζει τὰ καθ’ ἕκαστα, ὧν παρὰ τὸν ὀρθὸν λόγον ἐπετήδευε, καὶ τότε ἄφρονα καὶ ἀκόλαστον καὶ ἄδικον καὶ πλήρη μιασμάτων ἑαυτὴν καταλαμβάνει.