Quod Deus Sit Immutabilis

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

διὰ τοῦτό μοι δοκεῖ τὸν τύπον αὐτοῦ καὶ τὴν ἀκριβεστάτην τοῦ χαρακτῆρος ἰδέαν βουλόμενος ἐκδηλοτέραν ἐγγράψαι ποιμαίνοντα εἰσάγειν μετὰ γνησίου μὲν οὐδενός, μετὰ δὲ τῶν νόθων ἀδελφῶν, οἳ παλλακίδων ὄντες ἀπὸ τοῦ χείρονος γένους, τοῦ πρὸς γυναικῶν, ἀλλ’ οὐκ ἀπὸ τοῦ κρείττονος, τοῦ πρὸς ἀνδρῶν, χρηματίζουσιν· υἱοὶ γὰρ τῶν γυναικῶν Βαλλᾶς καὶ Ζελφᾶς, ἀλλ’ οὐκ Ἰσραὴλ τοῦ πατρὸς νυνὶ καλοῦνται.

Ζητήσαι δ’ ἄν τις προσηκόντως, τίνος ἕνεκα μετὰ τὴν ἐν [*](p. 291 Μ.) ταῖς ἀρεταῖς τοῦ Νῶε τελείωσιν εὐθὺς εἴρηται, ὅτι „ἐφθάρη ἡ γῆ ἐναντίον τοῦ θεοῦ καὶ ἐπλήσθη ἀδικίας“ (Gen. 6,11). ἀλλ’ ἴσως οὐ χαλεπὸν λύσεως εὐπορῆσαι τῷ μὴ σφόδρα παιδείας ἀπείρῳ.

λεκτέον οὖν ὅτι, ἐπειδὰν ἐν ψυχῇ τὸ ἄφθαρτον εἶδος ἀνατείλῃ, τὸ θνητὸν εὐθέως φθείρεται· γένεσις γὰρ τῶν καλῶν θάνατος αἰσχρῶν ἐπιτηδευμάτων ἐστίν, ἐπεὶ καὶ φωτὸς ἐπιλάμψαντος ἀφανίζεται τὸ σκότος. διὰ τοῦτο ἐν τῷ νόμῳ τῆς λέπρας ἀκριβέστατα διείρηται, ὅτι „ἐὰν ἀνατείλῃ χρὼς ζῶν ἐν τῷ λεπρῷ, μιανθήσεται“ (Lev. 13,14.15).