De Posteritate Caini
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
χρὴ τοίνυν εἰδέναι ὅτι τῶν λεχθέντων ἕκαστον ὀνομάτων ἑρμηνευθὲν διπλοῦν ἐστιν. ἑρμηνεύεται δ’ ὁ μὲν Ἐνώχ, καθάπερ εἶπον, χάρις σου, Μαθουσάλα δ’ ἐξαποστολὴ θανάτου, ὁ δ’ αὖ Λάμεχ ταπείνωσις. τὸ μὲν οὖν „χάρις σου“ λέγεται μὲν πρὸς τὸν ἐν ἡμῖν νοῦν ὑπ’ ἐνίων, λέγεται δὲ καὶ πρὸς τὸν τῶν ὅλων ὑπὸ τῶν ἀμεινόνων.
οἱ μὲν οὖν φάσκοντες δωρεὰν εἶναι τῆς ἑαυτῶν ψυχῆς πάνθ’ [*](1 φασὶ scripsi: φησὶ U 2 ἐνθένδεν U 7 τὸ add. Tisch. 9 ἀδιεξίτητος Mang.: διεξιόντος U ἔτι U (coni. Tisch.): ἔστι Mang. 10 εἴ γε U (coni. Tisch.): εἰ δὲ Mang. 12 κερασάμενος Mang.: κερασαμένοις U 15 καλῷ Mang.: καλῶς U τῷ Καίν’ coni. Holwerda τὸ Mang.: τῷ U 22 γεγένηκε U 24 Holwerda 25 τὰς addidi 29 εἶπον scripsi: εἶπε U, εἶπα Mang. 31 ὅλων Mang.: ἄλλων U)
δυσεύρετον σφόδρα τὸ τούτων ἐστὶ γένος ἀποδιδρασκόντων τὸν ἐπίβουλον καὶ ῥᾳδιουργὸν καὶ πανοῦργον καὶ κεχυμένον παθῶν τε καὶ κακιῶν πλήρη βίον. οὓς γὰρ ὁ θεὸς εὐαρεστήσαντας αὐτῷ μετεβίβασε καὶ μετέθηκεν ἐκ φθαρτῶν εἰς ἀθάνατα γένη, παρὰ τοῖς πολλοῖς οὐκέθ’ εὑρίσκονται.
διεσταλκότες οὖν τὰ περὶ τὸν Ἐνὼχ σημαινόμενα μέτιμεν ἑξῆς ἐπὶ τὸν Μαθουσάλα, ὃς ἦν ἐξαποστολὴ θανάτου. δύο δ’ ἐκ ταύτης παρίσταται τῆς φωνῆς, ἓν μὲν καθ’ ὅ τινι ἐπιπέμπεται θάνατος, ἕτερον δὲ καθ’ ὃ ἀπό τινος ἀποστέλλεται. ὅτῳ μὲν οὖν ἐπιπέμπεται, θνῄσκει πάντως ἐκεῖνος, ἀφ’ οὗ δὲ ἀποστέλλεται, ζῇ τε καὶ περίεστι.
τῷ μὲν δὴ Κάιν ὁ τὸν θάνατον δεχόμενός ἐστιν οἰκεῖος ἀεὶ τὸν πρὸς ἀρετὴν βίον θνῄσκοντι, τῷ δὲ Σὴθ συγγενέστατος ἀφ’ οὗπερ ἀποστέλλεται καὶ διατειχίζεται τὸ ἀποθνῄσκειν· τὴν γὰρ ἀληθῆ ζωὴν ὁ σπουδαῖος κεκάρπωται.
καὶ μὴν ὅ γε Λάμεχ ταπείνωσις ὢν ἀμφίβολός ἐστιν· ἢ γὰρ ὑφιεμένων τῶν τῆς ψυχῆς τόνων κατὰ τὰ ἐξ ἀλόγων παθῶν ἐγγενόμενα νοσήματά τε καὶ ἀρρωστήματα ταπεινούμεθα ἢ κατ’ ἀρετῆς ζῆλον στέλλοντες ἑαυτοὺς ἀπὸ οἰδούσης οἰήσεως.
ἡ μὲν οὖν προτέρα γίνεται κατ’ ἀσθένειαν, εἶδος τῆς πολυμόρφου καὶ πολυτρόπου λέπρας οὖσα· ὅταν γὰρ ἡ ὄψις ταπεινοτέρα φαίνηται τὴν ὁμαλὴν καὶ εὔτονον κλασθεῖσα φαντασίαν, τὴν χαλεπὴν νόσον λέπραν ὁ νομοθέτης φησὶ γενέσθαι (Lev. 13, 3).
ἡ δὲ ἑτέρα ἀπὸ ἰσχύος συνίσταται καρτερᾶς, ᾗ καὶ ἱλασμὸς ἕπεται κατὰ τὸν τῆς δεκάδος ἀριθμὸν τέλειον· προστέτακται γὰρ τὰς ψυχὰς ταπεινοῦν δεκάτῃ τοῦ μηνός (Lev. 23, 27), ὅπερ ἐστὶ μεγαλαυχίαν ἀποτίθεσθαι, ἧς ἡ ἀπόθεσις ἀδικημάτων ἑκουσίων καὶ ἀκουσίων ἐργάζεται παραίτησιν. ὁ μὲν οὖν οὕτως ταπεινὸς Λάμεχ ἔκγονος μέν ἐστι Σήθ, πατὴρ δὲ τοῦ δικαίου Νῶε, ὁ δὲ ἐκείνως ἐκβλάστημα Κάιν.
[*](2 αὐτοῦ U 3 ὡς secl. Mang. 4 γένεσι U 5 ἐπιγράφοντες scripsi: ἀναγράφοντες U 13 τῆς U, om. v 16 οἰκεῖος U (coni. Mang., οἶκος prave rettulit Mang. et Tisch.) 19 μὴν U (coni. Mang.): μὲν in textu Mang. 22 οἰδούσης non piane certum est, cum primae tres litterae paene oblitteratae sint 23 πολυτρόπου Mang.: πολυτρόφου U 24 εὔτονον] εὔοψον Holwerda 26 καρτερᾶς Otto: καρτερίας U, καὶ καρτερίας Mang.)Ἑπόμενον δ’ ἂν εἴη σκέψασθαι, τίνος ἕνεκα κτίζων καὶ οἰκοδομῶν πόλιν αὐτὸς οὗτος εἰσάγεται· πλήθει γὰρ ἀνθρώπων μεγέθους δεῖ πόλεως πρὸς οἴκησιν, τρισὶ δὲ τοῖς κατ’ ἐκεῖνον οὖσι τὸν χρόνον ὑπώρειά τις ἢ μικρὸν ἄντρον αὐταρκέστατον ἦν ἐνδιαίτημα. κἀγὼ μὲν εἶπον τρισί, τὸ δ’ εἰκὸς ἑνὶ μόνῳ ἑαυτῷ· οὐδὲ γὰρ οἱ γονεῖς τοῦ δολοφονηθέντος τὴν αὐτὴν τῷ κτείναντι πόλιν ὑπέμειναν ἂν οἰκεῖν, μεῖζον ἀνδροφονίας ἄγος ἀδελφοκτονίαν ἐργασαμένῳ.
τὸ μὲν γὰρ οὐ παράδοξον μόνον ἀλλὰ καὶ παράλογον παντί τῳ δῆλον, ἕνα ἄνδρα πόλιν οἰκοδομεῖν. τίνα ἔστι τρόπον; ἀλλ’ οὐδ’ ἂν οἰκίας μέρος τὸ ἀφανέστατον, μὴ χρώμενον ὑπηρέταις ἑτέροις. ἢ ὁ αὐτὸς ἐν τῷ αὐτῷ λιθοτομεῖν ἂν δύναιτο, ὑλοτομεῖν, σίδηρον, χαλκὸν ἐργάζεσθαι, τειχῶν μέγαν κύκλον πόλει περιβάλλεσθαι, προπύλαια καὶ προτειχίσματα, ἱερὰ καὶ τεμένη καὶ στοὰς καὶ νεωσοίκους καὶ οἰκίας καὶ ὅσα ἄλλα δημόσια καὶ ἴδια ἔθος οἰκοδομεῖσθαι; καὶ ἔτι πρὸς τούτοις ὀχετοὺς κατὰ γῆν ἀναστέλλειν, στενωποὺς ἀνευρύνειν, κρήνας καὶ ὑδρορροὰς καὶ ὅσων ἄλλων πόλει δεῖ κατασκευάζεσθαι;
μήποτ’ οὖν, ἐπειδὴ ταῦτα τῆς ἀληθείας ἀπᾴδει, βέλτιον ἀλληγοροῦντας λέγειν ἐστὶν ὅτι καθάπερ πόλιν τὸ αὑτοῦ δόγμα κατασκευάζειν ὁ Κάιν ἔγνωκε.
ἐπειδὴ τοίνυν πᾶσα πόλις ἐξ οἰκοδομημάτων καὶ οἰκητόρων καὶ νόμων συνέστηκε, τὰ μὲν οἰκοδομήματά ἐστιν αὐτῷ λόγοι οἱ ἀποδεικνύντες, οἷς καθάπερ ἀπὸ τείχους πρὸς τὰς τῶν ἐναντίων ἀπομάχεται προσβολὰς πιθανὰς εὑρέσεις κατὰ τῆς ἀληθείας μυθοπλαστῶν, οἰκήτορες δὲ οἱ ἀσεβείας, ἀθεότητος, φιλαυτίας, μεγαλαυχίας, ψευδοῦς δόξης ἑταῖροι δοκησίσοφοι, τὸ πρὸς ἀλήθειαν σοφὸν οὐκ εἰδότες, ἄγνοιαν καὶ ἀπαιδευσίαν καὶ ἀμαθίαν καὶ τὰς ἄλλας ἀδελφὰς καὶ συγγενεῖς κῆρας συγκεκροτηκότες, νόμοι δὲ ἀνομίαι, ἀδικίαι, τὸ [*](1 σκύψασθαι U 2 μεγέθους Mang.: μέγεθος U, εὐμεγέθους Diels 3 τοῖς U: om. v 4 ὑπόρεια U ἐνδιαίτημα scripsi: διαίτημα U 5 μόνῳ κτίζειν ἑαυτῷ 6 ἂν add. Tisch. 9 τίν’ ἄν, εἰπέ, τρόπον Holwerda ἔστι U (uon ἐπὶ, ut adnot. Tisch.) 11 τειχῶν scripsi: τείχη U 12 πόλει Tisch.: πόλεων U 13 ἔθος U (non ἔθ’, ut adnot. Tisch.) 14 ὀχετοὺς ut vid. U: ὀχετεύειν Tisch., ὀχετοὺς ἄγειν Otto κτὰ scripsi: καὶ U 15 ὑδρορὰς U 17 αὐτοῦ U 18 κατασκευάζειν ὁ Κάιν Mang.: κατακευάζει ὃ καὶ U 21 εὑρέσεις] ῥήσεις coni. Mang. 23 ψεύδους U ·ἑταῖροι Mang.: ἕτεροι U) [*](1 — 3 Auyustinus Quaest. lib. 1,1: Quomodo Cain potuerit condere civitatem, cum civitas alicui utique constituatur hominum multitudini, illi autera duo parentes et duo filii fuisse referantur, quorum filiorum ab altero alter occisus est, in cuius occisi locum alius natus esse narratur.)
τοιαύτης πόλεως ἕκαστος τῶν ἀσεβῶν ἐν ἑαυτοῦ τῇ παναθλίᾳ ψυχῇ δημιουργὸς εὑρίσκεται, μέχρις ἂν ὁ θεὸς βουλευθεὶς (Gen. 11,6) ταῖς σοφιστικαῖς αὐτῶν τέχναις ἀθρόαν καὶ μεγάλην ἐργάσηται σύγχυσιν. τοῦτο δ’ ἔσται, ὅταν μὴ μόνον πόλιν, ἀλλὰ καὶ πύργον οἰκοδομῶσιν, οὗ ἡ κεφαλὴ εἰς οὐρανὸν ἀφίξεται (Gen. 11,4), τουτέστι λόγον ἑκάστου κατασκευαστικόν, ὅνπερ εἰσηγοῦνται κεφαλὴν ἔχοντα τὸ οἰκεῖον νόημα, ὃ προσαγορεύεται συμβολικῶς οὐρανός· ἀνάγκη γὰρ παντὸς λόγου κεφαλὴν καὶ τέλος εἶναι τὸν δηλούμενον νοῦν, οὗ χάριν αἱ μακραὶ διέξοδοί τε καὶ ῥήσεις ὑπὸ λογίων ἀνδρῶν εἰώθασι
γίνεσθαι. τοσοῦτον δ’ ἄρα τῆς ἀσεβείας ἐπιβεβήκασιν, ὥστ’ οὐ μόνον δι’ ἑαυτῶν ἐγείρειν τὰς τοιαύτας πόλεις ἀξιοῦσιν, ἀλλὰ καὶ τὴν φιλάρετον πληθὺν Ἰσραὴλ ἀναγκάζουσιν ἐπιστάτας καὶ διδασκάλους κακῶν ἔργων ἐπ’ αὐτοῖς χειροτονήσαντες. λέγεται γὰρ ὅτι κακωθέντες ὑπὸ τῶν ἐπιστατῶν τῷ βασιλεῖ τῆς χώρας | τρεῖς πόλεις οἰκοδομοῦσι, Πειθώ, [*](p. 236 M.) Ῥαμεσσή, Ὤν, ἥ ἐστιν Ἡλίου πόλις (Exod. 1, 11).
αὗται δὲ τροπικώτερον νοῦν, αἴσθησιν, λόγον, τὰ περὶ ἡμᾶς ὄντα, δηλοῦσιν· ἡ μὲν γὰρ Πειθὼ ὁ λόγος ἐστίν, ὅτι περὶ τοῦτον τὸ πείθειν, ἔχει δὲ ἑρμηνείαν στόμα ἐκθλῖβον, ἐπειδήπερ καὶ ὁ τοῦ φαύλου λόγος ἐξωθεῖν καὶ ἀνατρέπειν τὰ σπουδαῖα μελετᾷ.
Ῥαμεσσὴ δὲ ἡ αἴσθησις * * * καθάπερ γὰρ ὑπὸ σητὸς ὑφ’ ἑκάστης τῶν αἰσθήσεων νοῦς ἐκβιβρώσκεται καὶ διεσθίεται, σειόμενος καὶ σπαραττόμενος· αἱ γὰρ ἐπεισιοῦσαι μὴ καθ’ ἡδονὴν φαντασίαι λυπηρὸν καὶ ἐπίπονον ἀποτίκτουσι τὸν βίον.
ἡ δὲ Ὢν καλεῖται μὲν βουνός, ἔστι δὲ συμβολικῶς ὁ νοῦς· ἐπὶ γὰρ τοῦτον [*](3 ἐν ἑαυτοῦ scripsi (ἑαυ U): ἐξ ἑαυτοῦ Mang. post ψυχῇ add. ἧ U 4 βουλευθεὶς Holwerda: βουληθεὶς U, χολωθεὶς Mang., ἐνθυμηθεὶς Cohn, θυμωθεὶς olim conieci .0 ἀλλὰ add. Holwerda 7 ἔστι λόγον scripsi.: ἔστιν ἢ λόγον U, ἔστι τὸν νοῦν ἡ λόγον Mang., ἔστιν ἀσεβῆ δόγματα ἢ λόγον Holwerda ἑκάστου] κακίας conicio (cf. De confus. lingu. ἑ 115), ἑκάστου κακοῦ coni. Cohn 11 ἄρα τῆς Otto (cf. coafus. lingu. § 116): ἀρετῆς U, ἐπαράτου Mang. 12 τὴν om. v 13 ἀνακράζουσιν U 15 et 18 Πύθω U Ἡλιούπολις U 17 ὄντα ὀχυρώματα coni. Holwerda 18 τούτων U 19 ἔξωθεν U 20 post αἴσθησις etymologia excidisse videtur, cf. Testimonia et De somn. 1 632,32 M. ἑρμηνεύεται γὰρ σεισμὸς σητός 21 ἑκάστη U 23 ἀποτίκτουσι τὸν (vel αὐτοῦ τὸν) Tisch.: ἀποτίκτουσιν αὑτὸν U, ἀποτίκτουσιν αὐτῶ Holwerda) [*](20 cf. Onoinastica p. 179,14 Lag. ‘Pαμεσσῆ ἁρπαγὴ. 197,27 Ῥαμέσι ποιμανσία ἐκ σητός. Hieron. 9,30. 14,20 (Siegfried, Philo vou Alekandria p. 358))
διόπερ οὐκ ἄν τις εἰπὼν ἁμάρτοι τοῦ συγκρίματος εἶναι ἡμῶν τὸν νοῦν ἥλιον, ὃς ἐν ἀνθρώπῳ τῷ βραχεῖ κόσμῳ μὴ ἀνατείλας καὶ τὸ ἴδιον φέγγος ἐκλάμψας, πολὺ σκότος τῶν ὄντων καταχέας οὐδὲν ἐᾷ προφαίνεσθαι.
τὸν βουνὸν τοῦτον ὁ ἀσκητὴς Ἰακὼβ ἐν τοῖς πρὸς Λάβαν δικαίοις μάρτυρα καλεῖ (Gen. 31, 46. 47) δογματικώτατα δηλῶν ὅτι ὁ νοῦς ἑκάστῳ μάρτυς ἐστὶν ὧν ἐν ἀφανεῖ βουλεύεται καὶ τὸ συνειδὸς ἔλεγχος ἀδέκαστος καὶ πάντων ἀψευδέστατος, * * * πρὸ τούτων τῶν πόλεων οἰκοδομεῖται.
φησὶ γὰρ τοὺς κατασκόπους ἐλθεῖν εἰς Χεβρών, ἐκεῖ δ’ εἶναι Ἀχειμὰν καὶ Σεσεὶν καὶ Θαλαμείν, γενεὰς Ἐνάχ· εἶτ’ ἐπιφέρει· „καὶ Χεβρὼν ἑπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τάνιν Αἰγύπτου“ (Num. 13, 23). φυσικώτατον τὸ τὰς ὁμωνυμίας εἴδεσι διαστέλλεσθαι. Χεβρὼν γὰρ ἑρμηνεύεται συζυγή· δισσὸν δὲ τοῦτο, ψυχῆς ἢ σώματι συνεζευγμένης ἢ πρὸς ἀρετὴν ἡρμοσμένης.