De Posteritate Caini

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τοῖς μὲν οὖν φιλοθέοις τὸ ὂν ἀναζητοῦσι, κἂν μηδέποτε εὕρωσι, συγχαίρομεν — ἱκανὴ γὰρ ἐξ ἑαυτῆς προευφραίνειν ἐστὶν ἡ τοῦ καλοῦ ζήτησις, κἂν ἀτυχῆται τὸ τέλος —, τῷ δὲ φιλαύτῳ Κάιν συναχθόμεθα, ὃς ἀφάνταστον τὴν ἑαυτοῦ ψυχὴν τοῦ ὄντος καταλέλοιπεν, τὸ ᾧ μόνῳ βλέπειν ἠδύνατο ἑκουσίως πηρώσας.

Ἄξιον δὲ σκέψασθαι καὶ τὴν χώραν, εἰς ἣν ἐκ προσώπου γενόμενος θεοῦ στέλλεται· ἔστι δὲ ἣ καλεῖται σάλος, δηλοῦντος τοῦ νομοθέτου ὅτι ὁ ἄφρων ἀστάτοις καὶ ἀνιδρύτοις ὁρμαῖς κεχρημένος σάλον καὶ κλόνον, οἷα κυμαῖνον πέλαγος πρὸς ἐναντίων πνευμάτων χειμῶνος ὥρᾳ, ὑπομένει, γαλήνης δὲ ἢ νηνεμίας ἀλλ’ οὐδ’ ὄναρ ἐπῄσθηται. ὥσπερ δ’ ὅταν ναῦς σαλεύῃ θαλαττεύουσα, τότ’ οὔτε πλεῖν οὔτε ὁρμεῖν ἐστιν ἱκανή, διαφερομένη δὲ ὧδε κἀκεῖσε πρὸς ἑκάτερον τοῖχον ἀποκλίνει καὶ [*](5 ἄν addidi 8 ὢν] fortasse ὁμοῦ 9 πορρωτάτω scripsi: πόρρω U, πορρώτατον Mang. 10 αὐτοῦ U γεννητὸν U 11 ἐπιβολὰς Mang.: ἐπιβουλὰς U ψαῦσαι scripsi (vel ἐφάψασθαι?): ψεύσασθαι U, ψαύσασθαι Mang. 13 προευφραίνειν D: προσευφραίνειν U 14 ἀτυχῆται U: ἀτυχῆ D C, τύχῃ D R D C in mg. τέλος αὐτῆς D ὃς Mang.: ὡς U 15 τοῦ ὄντος Mang.: ὄντως U 17 τὴν χώραν Mang.: τὴν κακίαν U 18 ἔστι δὲ ἧ U ἣ Cohn): ἐπειδὴ Mang. 20 ὥρᾳ Mang.: ὥρας U 21 ἐπῄσθηται Mang.: ἐπήρτηται U) [*](12 — 14 D C fol. 183r: ἐκ τοῦ η΄ καὶ θ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας D R fol. 178v Φίλωνος: ἀναζητοῦσιν τοῖς φιλοθέοις τὸ ὃν, κἀν — τὸ τέλος αὐτῆς. 17 ss. Clemens Slrom. II § 51 p. 456 P: ὁ δὲ οἰησίσοφος (ἐκ ἐκ vid. del.) τῶν τῆς ἀληθείας οὐχ ἅπτεται ἀστάτοις καὶ ἀιδρύτοις ὁρμαῖς κεχρημένος. εἰκότως οὑν γέγραπται· „ἐξῆλθεν δὲ Κάιν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναίδ’ κατέναντι Ἐδὲμ“. ἑρμηνεύεται δὲ ἡ μὲν Ναίδ’ σάλος . . . . ἀφηνιάσας εἰς σάλον κυμαινόμενον ἑκὼν μεθίσταται . . . . ἄλλοτε ἀλλοῖα δοξάζων, cf. etiam Hieronymi Quaest. p. 9,20 — 25 Lag.)

v.2.p.6
ταλαντεύουσα ἀντιρρέπει, οὕτως ὁ φαῦλος παραφόρῳ καὶ χειμαινούσῃ διανοίᾳ κεχρημένος εὐθύνειν τὸν ἑαυτοῦ πλοῦν ἀπταίστως ἀδυνατῶν αἰεὶ σαλεύει βίου μελετῶν ἀνατροπήν.

ὁ δ’ εἱρμὸς τῆς ἀκολουθίας οὐ μετρίως με καταπλήττει· συμβαίνει γὰρ τὸ [μὲν] τῷ ἑστῶτι πλησιάζον ἠρεμίας διὰ πόθον ὁμοιότητος ἐφίεσθαι. τὸ μὲν οὖν ἀκλινῶς ἑστὼς ὁ θεός ἐστι, τὸ δὲ κινητὸν ἡ γένεσις· ὥστε ὁ μὲν προσιὼν θεῷ στάσεως ἐφίεται, ὁ δὲ ἀπαλλαττόμενος ἅτε γενέσει τῇ τρεπομένῃ προσιὼν κατὰ

τὸ εἰκὸς φορεῖται. διὰ τοῦτο ἐν ταῖς ἀραῖς γέγραπται ὅτι „οὐκ ἀναπαύσει σε, οὐδ’ οὐ μὴ γένηται στάσις τῷ ἴχνει τοῦ ποδός σου“ καὶ μικρὸν ὕστερον ὅτι „ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου“ (Deut. 28, 65. 66). πέφυκε γὰρ ὁ ἄφρων αἰεὶ παρὰ τὸν ὀρθὸν λόγον κινούμενος ἠρεμίᾳ καὶ ἀναπαύσει δυσμενὴς εἶναι καὶ ἐπὶ μηδενὸς ἑστάναι παγίως καὶ ἐρηρεῖσθαι δόγματος.

ἄλλοτε γοῦν ἀλλοῖα δοξάζει καὶ περὶ τῶν αὐτῶν ἔστιν ὅτε μηδενὸς περὶ αὐτὰ συμβεβηκότος καινοτέρου τἀναντία, μέγας καὶ μικρὸς καὶ ἐχθρὸς καὶ φίλος καὶ πάνθ’, ὡς ἔπος εἰπεῖν, τὰ μαχόμενα ἐν ἀκαρεῖ χρόνου γινόμενος. καὶ ἔστιν αὐτῷ, ὅπερ ἔφη ὁ νομοθέτης, πᾶσα ἡ ζωὴ κρεμαμένη, βάσιν οὐκ ἔχουσα ἀκράδαντον, ἀλλὰ πρὸς τῶν ἀντισπώντων καὶ ἀντιμεθελκόντων ἀεὶ φορουμένη πραγμάτων.

οὗ χάριν ἐν ἑτέροις „κεκατηραμένον ὑπὸ θεοῦ τὸν κρεμάμενον ἐπὶ ξύλου“ φησίν (Deut. 21, 23), ὅτι, θεοῦ δέον ἐκκρέμασθαι, [*](1 ταλαντεύουσα Mang.: θαλαττεύουσα U ἀντιρέπει U 4 μὲν seclusit Cohn 5 ἑστὼς U 9 ἀναπαύσει σε Tisch.: ἀναπαύσεις U 11. 12 αἰεὶ παρὰ — εἶναι καὶ om. D K D R D L (habet D2 R). 11 παρὰ Mang. (cf. Testimonia): περὶ U 13 καὶ ἐρηρεῖσθαι παγιώς D2 R ἐνερίσθαι D K ἄλλοτε D: ἀλλ’ ὅτι U 14 ἀστῶν ἔστιν ὅτε μηδὲν ὡς περὶ αὐτὰς U μηδενὸς συμβεβηκότος τἀναντία καινοτέρου D2 R 15. 16 μέγας — γινόμενος om. D 16 χρόνῳ Mang. 17 ὅπερ ἔφη ὁ νομοθέτης om. D καὶ ἔστιν ἡ ζωὴ αὐτοῦ πᾶσα D K D L D R, καὶ ἔστιν ἡ ζωὴ πᾶσα αὐτῷ D2 R 17. 18 ἀκράδαντον οὐκ ἔχουσα D 18 ἀντιμεθελκόντων D: μεθελκόντων U 18. 19 φορουμένη om. D L D R, φερομένη D2 R 20 δέον U: δὲ v, δεῖ coni. Mang. novum enuntiatum ab ὁ δὲ incipiens) [*](11 — 19 D K fol. 134r Φίλωνος ἐκ τοῦ η΄ καὶ θ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας DL fol. 39v Φίλωνος ἐκ τῶν ἐν ἐξόδῳ ζητουμένων DR fol. 35r Φίλωνος ἐκ τῶν ἐν γενέσει ζητουμένων et fol. 135v (= D2 R) τοῦ αὐτοῦ: πέφυκεν ὁ ἄφρων — φορουμένη πραγμάτων. — DM fol. 117r D V p. 448 (Φίλωνος): πέφυκεν ὁ ἄφρων ἐπὶ μηδενὸς ἑστάναι πράγματος, καὶ ἐστιν ζωὴ πᾶσα κρεμαμένη βάσιν ἀκράδαντον οὐκ ἔχουσα. eadem exstant in Floril. Paris. nr. 1 Mel. Barocc. fol. 127v, in Max. Ecl. cap. 60. — Floril. Paris. nr. 18, Mel. Barocc. I. c. Max. I. c: πέφυκεν ὁ ἄφρων ἀεὶ παρὰ (ἐπὶ Barocc.) τὸν ὀρθὸν λόγον κινούμενος ἠρεμίᾳ καὶ ἀναπαύσει δυσμενὴς εἶναι (ἀνάπαυσις δυσμενὴς ἦν Barocc).)

v.2.p.7
ὁ δὲ ἀπῃώρησεν ἑαυτὸν σώματος, ὅς ἐστιν ἐν ἡμῖν ξύλινος ὄγκος, ἐπιθυμίαν ἐλπίδος ἀντικαταλλαξάμενος, ἀγαθοῦ τελείου μέγιστον κακόν. ἐλπὶς μὲν γὰρ τῶν ἀγαθῶν οὖσα προσδοκία ἐκ τοῦ φιλοδώρου θεοῦ τὴν διάνοιαν ἀρτᾷ, ἐπιθυμία δὲ ἀλόγους ἐμποιοῦσα ὀρέξεις ἐκ τοῦ σώματος, ὃ δεξαμενὴν καὶ χώραν ἡδονῶν ἡ φύσις ἐδημιούργησεν.

οὗτοι μὲν οὖν ὥσπερ ἀπ’ ἀγχόνης τῆς ἐπιθυμίας ἐκκρεμάσθωσαν. Ἀβραὰμ δὲ ὁ σοφὸς ἐπειδὴ ἕστηκε, συνεγγίζει τῷ ἑστῶτι θεῷ· λέγει γὰρ ὅτι „ἑστὼς ἦν ἔναντι κυρίου καὶ ἐγγίσας εἶπεν“ (Gen. 18, 22. 23). ὄντως γὰρ ἀτρέπτῳ ψυχῇ πρὸς τὸν ἄτρεπτον θεὸν μόνῃ πρόσοδός ἐστι, καὶ ἡ τοῦτον διακειμένη τὸν τρόπον ἐγγὺς ὡς ἀληθῶς ἵσταται δυνάμεως θείας.

τό γε μὴν χρησθὲν τῷ πανσόφῳ Μωυσῇ λόγιον ἐναργέστατα δηλοῖ τὴν περὶ τὸν σπουδαῖον βεβαιοτάτην εὐστάθειαν, ἔστι δὲ τὸ λόγιον τοιόνδε· „σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ“ (Deut. 5,31)· ἐξ οὗ δύο παρίσταται, ἓν μὲν ὅτι τὸ ὂν τὸ τὰ ἄλλα κινοῦν καὶ τρέπον ἀκίνητόν τε καὶ ἄτρεπτον, ἕτερον δ’ ὅτι τῆς ἑαυτοῦ φύσεως, ἠρεμίας, τῷ σπουδαίῳ μεταδίδωσιν. ὡς γὰρ οἶμαι κανόνι ὀρθῷ τὰ στρεβλὰ εὐθύνεται, οὕτως τὰ κινούμενα κράτει τοῦ ἑστῶτος ἐπέχεταί τε καὶ ἵσταται.

νυνὶ μὲν οὖν ἑτέρῳ στῆναι μετ’ αὐτοῦ παραγγέλλει. ἀλλαχόθι δέ φησιν· „ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἀναβιβάσω σε εἰς τέλος“ (Gen. 46, 4), οὐχὶ σὺ μετ’ ἐμοῦ. διὰ τί; ὅτι θεοῦ μὲν ἴδιον ἠρεμία καὶ στάσις, γενέσεως δὲ μετάβασίς τε καὶ μεταβατικὴ πᾶσα κίνησις.

ὅταν μὲν οὖν πρὸς τὸ ἴδιον ἀγαθὸν καλῇ, „σὺ μετ’ ἐμοῦ στῆθι“ φησίν, οὐκ „ἐγὼ μετὰ σοῦ"· οὐ γὰρ στήσεται ὁ θεός, ἀλλ’ ἀεὶ ἕστηκεν. ὅταν δὲ πρὸς τὸ οἰκεῖον γενέσεως ἔρχηται, ὀρθότατα ἐρεῖ· „ἐγὼ μετὰ σοῦ καταβήσομαι“· σοὶ γὰρ ἡ τόπων ἐνάλλαξις ἁρμόζει· ὥστε μετ’ ἐμοῦ μὲν οὐδεὶς κάτεισιν — ἐγὼ γὰρ οὐ τρεπόμενος —, στήσεται δ’ ὅτιπερ ἠρεμία μοι φίλον· σὺν δὲ τοῖς κατιοῦσι μεταβατικῶς — ἀδελφὸν γὰρ καὶ συγγενὲς αὐτοῖς [*](1 ὅς] ὅ coni. Mang. 8 ἔναντι U: ἐναντίον Jlang. (LXX) 13 αὖ U: αὐτὸς Mang. παρίσταται scripsi: παρίστανται U 14 ὃν τὸ Mang.: ἀντὶ U 27 αὐτοῖς] γενητοῖς conicio) [*](8 sqq. Clemens Strom. II ὁ· 51. 52 p. 456 P: ὄντως γὰρ ἀτρέπτως (leg. ἀτρέπτῳ) πρὸς τὸ ἄτρεπτον ἡ προσαγωγὴ. οὕτως „Ἀβραὰμ ἑστὼς ἢν ἀπέναντι κυρίου καὶ ἐγγίσας εἶπεν“, καὶ τῷ Μωσεῖ λέγεται· „σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ“. 13 sqq. Origenes Conlra Celsum VI 64 p. 681: ἀλλ’ οὐδὲ κινήσεως μετέχει ὁ διὰ τὸ ἑστηκέναι καὶ βεβαίαν εἶναι τὴν φύσιν αὐτοῦ προκαλούμενος καὶ τὸν δίκαιον ἐπὶ τὰ παραπλήσια καὶ λέγων „σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ“.)

v.2.p.8
μετάβασις — ἐγὼ καταβήσομαι τοπικῶς οὐ χωρία ἐναλλάττων, ὃς τὸ πᾶν ἐμαυτοῦ πεπλήρωκα.

καὶ τοῦτο μέντοι ποιῶ διὰ φύσεως οἶκτον λογικῆς, ἵνα ἐκ τοῦ τῶν παθῶν ᾅδου πρὸς τὸν ὀλύμπιον χῶρον ἀρετῆς ἀναβιβασθῇ ποδηγετοῦντος ἐμοῦ, ὃς τὴν εἰς οὐρανὸν ἄγουσαν ὁδὸν ἀνατεμὼν λεωφόρον ἱκέτισι ψυχαῖς, ὡς μὴ κάμνοιεν βαδίζουσαι, πάσαις ἀποδέδειχα.

Δεδηλωκότες οὖν ἑκάτερον, ἠρεμίαν τε ἀστείου καὶ ἄφρονος σάλον, τὸ ἑπόμενον τῷ λόγῳ συνεπισκεψώμεθα. φησὶ γὰρ Ναίδ, τὸν κλόνον, εἰς ὃν ἡ ψυχὴ μετῳκίσατο, ἀπέναντι Ἐδέμ. συμβολικῶς δέ ἐστιν Ἐδὲμ ὀρθὸς καὶ θεῖος λόγος, παρὸ καὶ ἑρμηνείαν ἔχει „τρυφήν“, ὅτι ἐνευφραίνεται καὶ ἐντρυφᾷ πρὸ τῶν ἄλλων ἀμιγέσι καὶ ἀκράτοις, ἔτι δὲ ἀρτίοις καὶ πλήρεσι κεχρημένος ἀγαθοῖς ὕοντος τοῦ πλουτοδότου θεοῦ τὰς παρθένους καὶ ἀθανάτους χάριτας αὑτοῦ. φύσει δὲ μάχεται ἀγαθῷ κακόν, ἄδικον δικαίῳ, φρόνιμον ἄφρονι καὶ πάνθ’ ὅσα ἀρετῆς πρὸς τὰ κακίας εἴδη. τοιοῦτόν ἐστι τὸ Ναὶδ ἀντικρὺς [καὶ] εἶναι Ἐδέμ.

Ταῦτ’ εἰπών φησιν ἑξῆς· "καὶ ἔγνω Κάιν [φησί] τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν τὸν Ἐνώχ· καὶ ἦν οἰκοδομῶν πόλιν, καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ“ (Gen. 4, 17). ἆρ’ οὐκ εἰκὸς διαπορῆσαι, τίνα ἔγνω γυναῖκα ὁ Κάιν; γένεσις γὰρ οὐδεμιᾶς ἄλλης μετὰ τὴν ἐκ τῆς πλευρᾶς διαπλασθεῖσαν Εὔαν ἄχρι νῦν μεμήνυται γυναικός.

εἰ δὲ φήσει τις ἀδελφῇ τὸν Κάιν συνεληλυθέναι, χωρὶς τοῦ ἀνοσίου καὶ ψεύσεται· τὰς γὰρ θυγατέρας Ἀδὰμ ὀψὲ γεγενημένας εἰσάγει. τί οὖν χρὴ λέγειν; γυναῖκα ἀσεβοῦς λογισμοῦ, ὥς γε οἴομαι, καλεῖ δόξαν, ἣν περὶ τῶν πραγμάτων τίθεται καθάπερ μυρίοι τῶν φιλοσοφησάντων, οἱ μὲν τὰ αὐτά, οἱ δὲ καὶ διαφέροντα εἰσηγησάμενοι τῷ βίῳ δόγματα. τίς οὖν ἐστιν ἀσεβοῦς δόξα;

μέτρον εἶναι πάντων χρημάτων τὸν ἀνθρώπινον νοῦν· ᾗ καὶ τῶν παλαιῶν τινα σοφιστῶν ὄνομα [*](1 οὐ τοπικῶς vel τονικῶς, οὐ Mang., τοπικῶς del. Holwerda 3 ᾅδου Mang. (cf. Ι 643,36 M. et Quaest. in gen. IV § 234): ἀειδοῦς U 5 κάμνοιεν ἐμβαδίζουσαι Tisch. 8 Ἐδὲμ εἶναι conicio 12 αὑτοῦ U 14 καὶ seclusi; τὸ κατεναντίον καὶ ἄντικρυς Ἐδέμ coni. Mang., τὸ Ναίδ’ κατέναντι εἶναι ’Eδέμ Uolwerda, ἔναντι post καὶ add. Tisch. 15 φησί seclusi 18 τίνα Mang.: τί U 18. 19 οὐδὲ μιᾶς U 20 φήσει Cohn: φησί U 21 ἀνοσίου Mang.: οὖσι U, ad lin. 18 ἀ π in mg., unde Tisch. legisse videtur ἀπὸ οὖσι. 24 post φιλοσοφησάντων lacuna fort. statuenda est εἰσηγησάμενοι Mang.: ἡγησάμενοι U 25 τίς scripsi: τί U ἀσεβοῦς λογισμοῦ coni. Mang., sed τί ἐστιν ἀσεβοῦς δόξα repetit ing. U) [*](1 cf. Aristobulum apud Eus. Praep. ev. VIII 10,15: ὥστε τὴν κατάβασιν μὴ τοπικὴν εἶναι· πανταχοῦ γὰρ ὁ θεός ἐστιν.)

v.2.p.9
Πρωταγόραν φασὶ χρήσασθαι, τῆς Κάιν ἀπονοίας ἔκγονον. τεκμαίρομαι δὲ ἐνθένδε ὅτι γνωρισθεῖσα αὐτῷ ἡ γυνὴ τὸν Ἐνὼχ ἀπέτεκεν· ἑρμηνεύεται δὲ Ἐνὼχ χάρις σου.

εἰ γὰρ πάντων μέτρον ἐστὶν ἄνθρωπος, χάρις ἐστὶ καὶ δωρεὰ τοῦ νοῦ τὰ πάντα, ὥστε ὀφθαλμῷ μὲν κεχάρισται τὸ βλέπειν, ὠσὶ δὲ τὸ ἀκούειν, ἑκάστῃ δὲ τῶν ἄλλων αἰσθήσεων τὸ αἰσθάνεσθαι, καὶ τῷ κατὰ τὴν προφορὰν μέντοι λόγῳ τὸ λέγειν· εἰ δὲ καὶ ταῦτα, καὶ αὐτὸ δήπου τὸ νοεῖν, ἐν ᾧ μυρία ἐννοήματα, διανοήσεις, βουλαί, προμήθειαι, καταλήψεις, ἐπιστῆμαι, τέχναι, διαθέσεις, ἄλλων ἀριθμὸς δυνάμεων ἀδιεξίτητος.

τί οὖν ἔτι σεμνομυθούμενοι περὶ ὁσιότητος καὶ θεοῦ τιμῆς λέγειν τε καὶ ἀκούειν ἐγνώκατε, εἴ γε ἔχετε παρ’ ἑαυτοῖς τὸν ἀντίθεον νοῦν, ὃς πάντα ἀνὰ κράτος τὰ κατ’ ἀνθρώπους ἀναψάμενος ἀγαθά τε καὶ κακὰ τοῖς μὲν ἀμφότερα κερασάμενος, τοῖς δὲ θάτερα ἄκρατα ἐπιπέμπει;

κἂν ἄρα τις γραφὴν ἀσεβείας ἐπενέγκῃ καθ’ ὑμῶν, ἀπολογούμενοι θαρρεῖτε φάσκοντες παρ’ ὑφηγητῇ καὶ διδασκάλῳ πάνυ καλῷ πεπαιδεῦσθαι Κάιν, ὃς τὸ πλησίον πρὸ τοῦ μακρὰν αἰτίου παρῄνει τιμᾶν· ᾧ διά τε ἄλλα προσεκτέον καὶ μάλισθ’ ὅτι σαφέσιν ἔργοις τὴν τοῦ δόγματος ἰσχὺν ἐπεδείξατο νικήσας τὸν τῆς ἐναντίας δόξης εἰσηγητὴν Ἄβελ καὶ ἅμ’ αὐτῷ καὶ τὴν δόξαν ἐκποδὼν ἀνελών.

ἀλλὰ παρ’ ἔμοιγε καὶ φίλοις τοῖς ἐμοῖς τῆς μετὰ ἀσεβῶν ζωῆς ὁ μετὰ εὐσεβῶν αἱρετώτερος ἂν εἴη θάνατος· τοὺς μὲν γὰρ οὕτως ἀποθανόντας ἡ ἀθάνατος ἐκδέξεται ζωή, τοὺς δὲ ἐκείνως ζῶντας ὁ ἀίδιος θάνατος.

ἐπεὶ δὲ ὁ Κάιν τὸν Ἐνὼχ γεγέννηκε καὶ αὖθις ἔκγονος τοῦ Σὴθ πάλιν Ἐνὼχ ὀνομάζεται (Gen. 4, 17. 5, 18), σκεπτέον ἂν εἴη πότερον ἑτέρους ἢ τοὺς αὐτοὺς εἶναι συμβέβηκεν. ἐρευνήσωμεν δ’ ἅμα τούτοις καὶ τὰς τῶν ἄλλων ὁμωνύμων διαφοράς. ὥσπερ γὰρ Ἐνώχ, οὕτω καὶ Μαθουσάλα καὶ Λάμεχ ἀπόγονοι μὲν Κάιν, ἀπόγονοι δ’ οὐδὲν ἧττον καὶ τοῦ Σήθ εἰσι (Gen. 4, 18. 5, 21. 25).