De Posteritate Caini
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
τὰ μὲν γὰρ ὑπὸ τῶν θνητῶν καταβαλλόμενα σπέρματα πρὸς ζῴων ἢ φυτῶν γένεσιν οὐ πάντα τελεσιουργεῖται, ἀγαπητὸν δ’ εἰ μὴ τὰ φθειρόμενα πλείω τῶν διαμενόντων ἐστί· σπείρει δ’ ὁ θεὸς ἐν ψυχαῖς ἀτελὲς οὐδέν, ἀλλ’ οὕτως καίρια καὶ τέλεια, ὡς εὐθὺς ἐπιφέρεσθαι τὴν τῶν ἰδίων καρπῶν
πληθὺν ἕκαστον. τὸν δὲ Σὴθ σπέρμα ἕτερον εἰπὼν ἀναβλαστῆσαι, ὁποτέρου ἕτερον οὐ δεδήλωκε. ἆρά γε τοῦ δολοφονηθέντος Ἄβελ ἢ τοῦ κτείναντος Κάιν; ἀλλὰ μήποτε ἑκατέρου διαφέρει τὸ γέννημα, τοῦ μὲν Κάιν ὡς ἐχθρόν — δίψα γὰρ ἀρετῆς αὐτομολούσῃ κακίᾳ πολεμιώτατον —, τοῦ δὲ Ἄβελ ὡς φίλον καὶ συγγενές· ἕτερον γάρ, οὐ μὴν ἀλλότριον, τὸ ἄρτι ἀρχόμενον τοῦ τελείου καὶ τὸ πρὸς γένεσιν τοῦ πρὸς τὸ ἀγένητον.
διὰ τοῦθ’ ὁ μὲν Ἄβελ τὸ θνητὸν ἀπολιπὼν πρὸς τὴν ἀμείνω φύσιν μεταναστὰς οἴχεται, ὁ δὲ Σὴθ ἅτε σπέρμα ὢν ἀνθρωπίνης ἀρετῆς οὐδέποτε τὸ ἀνθρώπων ἀπολείψει γένος, ἀλλὰ πρώτην μὲν παραύξησιν ἄχρι δεκάδος ἀριθμοῦ τελείου λήψεται, καθ’ ἣν ὁ δίκαιος Νῶε συνίσταται, δευτέραν δὲ καὶ ἀμείνω τὴν ἀπὸ τοῦ παιδὸς αὐτοῦ Σὴμ εἰς ἑτέραν δεκάδα τελευτῶσαν, ἧς Ἀβραὰμ ὁ πιστὸς ἐπώνυμος, τρίτην δὲ καὶ τελεωτέραν δεκάδος ἑβδομάδα ἀπὸ τούτου μέχρι Μωυσῆ τοῦ πάντα σοφοῦ παρήκουσαν· ἕβδομος γὰρ ἀπὸ Ἀβραὰμ οὗτός ἐστιν, οὐκέτι κατὰ τὸν ἔξω τῶν ἁγίων κύκλον οἷα μύστης εἰλούμενος, ἀλλ’
ὥσπερ ἱεροφάντης ἐν τοῖς ἀδύτοις ποιούμενος τὰς διατριβάς. σκόπει δὲ τάς τε πρὸς βελτίωσιν ἐπιδόσεις τῆς ἀπλήστου καὶ ἀκορέστου τῶν καλῶν ψυχῆς καὶ τὸν ἀπερίγραφον τοῦ θεοῦ πλοῦτον, ὃς ἄλλοις ἀρχὰς τὰ ἑτέρων δεδώρηται τέλη. τὸ μὲν γὰρ πέρας τῆς κατὰ Σὴθ ἐπιστήμης ἀρχὴ τοῦ δικαίου γέγονε Νῶε, τὴν δὲ τούτου τελείωσιν Ἀβραὰμ ἄρχεται παιδεύεσθαι, ἡ δὲ ἀκροτάτη τοῦδε σοφία Μωυσέως ἐστὶν ἄσκησις ἡ πρώτη.
τοῦ δὲ ἀνωσμένου καὶ κλιθέντος ὑπὸ ψυχῆς ἀσθενείας Λὼτ αἱ δύο θυγατέρες, βουλὴ καὶ συγκατάθεσις, ἐκ τοῦ νοῦ τοῦ πατρὸς αὑτῶν ἐθέλουσι παιδοποιεῖσθαι (Gen. 19,32), μαχόμεναι τῷ λέγοντι· „ἐξανέστησέ μοι ὁ θεός“. ὃ γὰρ ἐκείνῳ τὸ ὄν, τοῦθ’ αὑταῖς φασι τὸν [*](1 γὰρ] ἄγαν conicio 3 τὸ ἄνω U (non τὸν ἄνω) 4 ζῴων Mang.: ζωὴν U 10 διαφέρῃ U 14 ἀγέννητον U 16 πρώτην U (non πρῶτον) 19 Σὴμ εἰς Tisch.: ἡμεῖς U 22 τὸν Mang.: τὸ U 24 ἐπιδόσεις scripsi: ἐπιτάσεις U 27 δικαίου Mang.: δίκαιος U 28 αὔξησις coni. Mang. 29 ἀνεωσμένου conicio 31 αὐτῶν U 32 τοῦτ’ αὐταῖς U)