De Posteritate Caini

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ὁ γοῦν μόσχος οὐκ ἐξ ἅπαντος τοῦ γυναικείου κόσμου κατασκευάζεται, ἀλλ’ ἐκ τῶν ἐνωτίων αὐτὸ μόνον (Exod. 32,2), διδάσκοντος ἡμᾶς τοῦ νομοθέτου ὅτι χειρόκμητος οὐδείς ἐστιν ὄψει καὶ πρὸς ἀλήθειαν θεός, ἀλλ’ ἀκοῇ καὶ τῷ νομίζεσθαι, καὶ ἀκοῇ μέντοι γυναικός, οὐκ ἀνδρός· ἐκνενευρισμένης γὰρ ἔργον καὶ ἐκτεθηλυμμένης τῷ ὄντι ψυχῆς τοὺς τοιούτους ὕθλους παραδέχεσθαι.

τὸ δὲ πρὸς ἀλήθειαν ὂν οὐ δι’ ὤτων μόνον, ἀλλὰ τοῖς διανοίας ὄμμασιν ἐκ τῶν κατὰ τὸν κόσμον δυνάμεων καὶ ἐκ τῆς συνεχοῦς καὶ ἀπαύστου τῶν ἀμυθήτων ἔργων φορᾶς κατανοεῖσθαί τε καὶ γνωρίζεσθαι συμβέβηκε. διόπερ ἐν ᾠδῇ μείζονι λέγεται ἐκ προσώπου τοῦ θεοῦ· „ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι“ (Deut. 33,39), τοῦ ὄντως ὄντος ἐναργείᾳ μᾶλλον [ἀντι] καταλαμβανομένου ἢ λόγων ἀποδείξει συνισταμένου.

τὸ δ’ ὁρατὸν εἶναι τὸ ὂν οὐ κυριολογεῖται, κατάχρησις δ’ ἐστὶν ἐφ’ ἑκάστην αὐτοῦ τῶν δυνάμεων ἀναφερομένου. καὶ γὰρ νῦν οὔ φησιν· ἴδετε ἐμέ — ἀμήχανον γὰρ τὸν κατὰ τὸ εἶναι θεὸν ὑπὸ γενέσεως τὸ παράπαν κατανοηθῆναι —, ἀλλ’ ὅτι ἐγώ εἰμι ἴδετε, τουτέστι τὴν ἐμὴν ὕπαρξιν θεάσασθε. ἀνθρώπου γὰρ ἐξαρκεῖ λογισμῷ μέχρι τοῦ καταμαθεῖν ὅτι ἔστι τε καὶ ὑπάρχει τὸ τῶν ὅλων αἴτιον προελθεῖν· περαιτέρω δὲ σπουδάζειν τρέπεσθαι, ὡς περὶ οὐσίας ἢ ποιότητος ζητεῖν, ὠγύγιός τις ἠλιθιότης.

οὐδὲ γὰρ Μωυσῇ τῷ πανσόφῳ κατένευσεν ὁ θεὸς τοῦτό γε, καίτοι γε μυρίας ποιησαμένῳ δεήσεις, ἀλλὰ χρησμὸς ἐξέπεσεν αὐτῷ, ὅτι „τὰ μὲν ὀπίσω θεάσῃ, τὸ δὲ πρόσωπον οὐκ ὄψει“ (Exod. 33,23)· τοῦτο δ’ ἦν· πάνθ’ ὅσα μετὰ τὸν θεὸν τῷ σπουδαίῳ καταληπτά, αὐτὸς δὲ μόνος ἀκατάληπτος· ἀκατάληπτός γε ἐκ τῆς ἀντικρὺς καὶ κατ’ εὐθυωρίαν προσβολῆς — διὰ γὰρ ταύτης οἷος ἦν ἐμηνύετ’ ἄν —, ἐκ δὲ τῶν ἑπομένων καὶ ἀκολούθων δυνάμεων καταληπτόσ· αὗται γὰρ οὐ τὴν οὐσίαν, τὴν δ’ ὕπαρξιν ἐκ τῶν ἀποτελουμένων αὐτῷ παριστᾶσι.

Γεννήσας τοίνυν ὁ νοῦς ἀρχὴν σπουδαίας διαθέσεως καὶ ἀρετῆς τινα πρῶτον τρόπον τὸν Σήθ, τὸν ποτισμόν, ἐπινεανιεύεται καλὴν καὶ ὁσίαν νεανιείαν. φησὶ γάρ· „ἐξανέστησέ μοι ὁ θεὸς σπέρμα ἕτερον [*](3 χειρόκμητον οὐδὲν couicio 6 ἐκτεθηλυμμένης scripsi: ἐκτεθηλυμένης U 7 ὤτων, ἀλλὰ μόνοις τοῖς conicio 11 ἐν ἀργία U ἀντὶ seclusit Cohn 14 ἀναφερομένη coni. Mang. 18 τε Mang.: τι U 19 τρέπεσθαι] φέρεσθαι coni. Mang. περιουσίας U ὡσγύγιός. U, ὡς διωλύγιός coni. Mang. 24 γε scripsi: δὲ U 25 εὐθυωρίαν Mang.: εὐθὺ θεωρίαν U 26 καταληπτός addidi 27 οὐσίαν Mang.: ἰδέαν U αὐτῷ scripsi: αὐτοῖς U 29 πρῶτον τρόπον] πρωτόγονον conicio 30 ἐξανέστησε ex LXX Mang.: ἐξανέστησας U)

v.2.p.38
ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάιν“ (Gen. 4,25). ἐξητασμένως γὰρ καὶ περιττῶς εἴρηται τὸ μηδὲν τῶν θείων σπερμάτων χαμαὶ πίπτειν, ἅπαντα δὲ εἰς τὸ ἄνω χωρεῖν ἀπὸ τῶν περιγείων ἐξανιστάμενα.