De Posteritate Caini
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
τίς γὰρ ἂν ἀθλητὴς πρὸς ταύρου δύναμιν ἢ ἐλέφαντος ἀλκὴν ἐξισωθείη; τίς δ’ ἂν δρομεὺς πρὸς σκύλακος ἢ λαγωδαρίου ποδώκειαν; ὁ μὲν γὰρ ἀνθρώπων ὀξυδερκέστατος πρὸς ἱεράκων ἢ ἀετῶν ὄψιν ἀμβλυωπέστατος. ἀκοαῖς γε μὴν ἢ ὀσμαῖς πολλῷ τῷ περιόντι τὰ ἄλογα κεκράτηκεν, ὡς καὶ ὄνος μέν, τὸ δοκοῦν ἐν ζῴοις εἶναι νωθέστατον, κωφὴν ἂν ἀποδείξαι τὴν ἡμετέραν ἀκοὴν ἐλθὼν εἰς ἐπίκρισιν, κύων δὲ περιττὸν ἐν ἀνθρώπῳ μυκτῆρας μέρος δι’ ὑπερβολὴν τοῦ περὶ τὰς ὀσμὰς τάχους· ἐξικνοῦνται γὰρ ἐπὶ μήκιστον, ὡς ὀφθαλμῶν ἁμιλλᾶσθαι φορᾷ.
καὶ τί δεῖ περὶ ἑκάστου διεξιόντα μακρηγορεῖν; ἤδη γὰρ τοῦτο παρὰ τοῖς δοκιμωτάτοις τῶν πάλαι λογίων ὡμολόγηται, οἳ τῶν μὲν ἀλόγων μητέρα τὴν φύσιν, ἀνθρώπων δὲ μητρυιὰν ἔφασαν εἶναι, τὴν κατὰ σῶμα τῶν μὲν ἀσθένειαν, τῶν δὲ ὑπερβάλλουσαν ἐν ἅπασιν ἰσχὺν κατανοήσαντες. [*](1 Αιγύπτιον conicio 5 αὐτοείδους U 6 ἐπιλεαίνει Mang.: ἐπελαύνει U ἀπὸ διαιρέσεως U: ἀεὶ διαιρετῇ coni. Mang., αἰτίῳ διαιρέσεως conicio 7. 8 σωματικῶν οὐδὲν ἀγαθόν ἐστιν conicio 9 ἅ γε scripsi: ἀλλά γε U, ἅτινα Mang., ἄλλα τε, ἃ coni. Holwerda, ἄμα γὰρ Cohn 11 μετεῖχε scripsi: μετέχῃ U, μετέχοι coni. Tisch. 13 ἀτιθασσότατα U 15 ἀλκὴν U: ἀρχὴν R 16 λαγωδαρείου U 17 ἱεράκων scripsi (cf. II p. 38,33 M): δορκάδων U 18 ἄλογα Tisch.: ἄλλα U κεκράτηκε U ὡς Mang.: ἡ ὡς 19 καὶ ὄνος m 2 in mg., κόνος in textu U ἀποδείξαι Holwerda: ἀποδείξῃ U 21 μυκτῆρας U (non μυκτῆρα, ut Tisch. adnot.) 25 μητρυὰν U σῶμα τῶν Holwerda: σωμάτων U, σώματα Mang. 26 τῶν δὲ Mang.: τὴν δὲ U) [*](14—16 R fol. 91v: τίς γὰρ—ποδώκειαν 23 cf. locos a Nordenio collectos vol. XVIII supplementi annalium philologicorum p. 305. 3*)
διὸ καὶ τὸν καταλεσθέντα μόσχον ἐπὶ τὸ ὕδωρ λόγος κατέχει σπαρῆναι, τοῦ μηδὲν γνήσιον ἀγαθοῦ φυτὸν ἐν ὕλῃ φθαρτῇ ποτε δύνασθαι βλαστάνειν σύμβολον. ὡς γὰρ εἰς ποταμοῦ ῥεῦμα ἢ θαλάττης καταβληθὲν σπέρμα τὰς ἰδίους οὐκ ἂν ἐπιδείξαιτο δυνάμεις — ἀμήχανον γάρ, εἰ μὴ ῥίζαις ὥσπερ ἀγκύραις ἐχυροῦ τινος γῆς μέρους ἅπαξ λαβόμενον ἱδρυθείη, ἢ ἔρνος ἀναβλαστῆσαι, καὶ εἰ μὴ περιμηκέστατον, ἀλλά τοι χαμαίζηλον, ἢ καρποὺς καθ’ ὥρας τὰς ἐτησίους ἐνεγκεῖν· φθάνει γὰρ τοὺς σπερματικοὺς ἅπαντας τόνους ἡ τοῦ ὕδατος πολλὴ καὶ βίαιος ἀποκλύσασα φορά —, τὸν αὐτὸν τρόπον ὅσα τοῦ τῆς ψυχῆς ἀγγείου λέγεταί τε καὶ ᾄδεται πλεονεκτήματα πρὶν ὑποστῆναι φθείρεται τῆς σωματικῆς οὐσίας αἰεὶ ῥεούσης.
πῶς γὰρ νόσοι καὶ γῆρας καὶ παντελεῖς ἐπεγίνοντο φθοραί, εἰ μὴ συνεχὴς ἦν λόγῳ θεωρητῶν ῥευμάτων ἀπάντλησις; τούτοις οὖν ποτίζειν ἀπαξιοῖ ὁ ἱεροφάντης τὴν διάνοιαν ἡμῶν τῷ καταφλέξαι τὰς ἡδονάς, τῷ τὸ σύστημα τῶν σωματικῶν ἀγαθῶν εἰς λεπτὸν καὶ ἀνωφελῆ χοῦν καταλέσαντας ἀναλῦσαι, τῷ ὑπολαβεῖν ὅτι ἐξ οὐδενὸς αὐτῶν ἐβλάστησέ ποτε καὶ ἤνθησε τὸ πρὸς ἀλήθειαν καλόν, ὥσπερ οὐδ’ ἐκ σπερμάτων ἃ σπείρεται καθ’ ὕδατος.
ταῦροι δὲ καὶ κριοὶ καὶ τράγοι, οὓς Αἴγυπτος διὰ τιμῆς ἔχει, καὶ ὅσα ἄλλα φθαρτῆς ὕλης ἀφιδρύματα, ἀκοῇ μόνον νομίζονται θεοί, πρὸς ἀλήθειαν οὐκ ὄντες, ψευδώνυμοι πάντες. ἁπαλαῖς γὰρ ἔτι ταῖς τῶν νέων ψυχαῖς οἱ τραγῳδίαν τὸν βίον τύφων ἐρώντων νομίζοντες κεκιβδηλευμένους χαρακτῆρας ἐναπομάττονται, διακόνοις ἀκοαῖς χρώμενοι, ὧν μυθικὸν λῆρον καταχέαντες καὶ μέχρι διανοίας αὐτῶν ἐντήξαντες θεοπλαστεῖν τοὺς τὰ φρονήματα ἄνδρας μὲν μηδέποτε γινομένους ἀεὶ δὲ [*](1 κατηλέησε U 3 μακρὰν Mang.: μακρὰ U 7 ἰδίας v 8 μὴ add. Mang. μέρους Mang.: μέρος U 9 ἱδρυθείη Cohn: ἰδρυνθῆναι U εἰ καὶ conicio 10 τοι U (non τι) 11 φθάνει U: φθείρει Mang. 12 ἀποκλύσασα Diels: προσκλύσαι U, προσκλύσσα Mang. 15 ἐπεγίνοντ’ ἄν conicio λόγῳ Holwerda: λόγων U θεωρητῶν U: θεωρητικῶν ὡς Tisch., σπερματικῶν Mang. 16 ἐπάντλησις olim coniciebam ποτίζειν ἀπαξιοῖ m2 in mg., propter rasuras legi non potest textus U οὐκ οὐκ ἀξιοῖ? ἀξιοῖ Mang. ὁ add. Tisch. 18 καταλέσαντας Mang.: καταλύσαντας U 20 οὐδ’ Holwerda: οὐκ U 24 τύφου γέμοντα conicio, τυφογερόντων coni. Tisch. βίον νομίζοντες, τύφων καὶ ἐρώτων coni. Mang. 25 ἐναπομάττοντες U, corr. Maug. 26 ὧν] τὸν HOlwerda αὐτὸν Mang.)
ὁ γοῦν μόσχος οὐκ ἐξ ἅπαντος τοῦ γυναικείου κόσμου κατασκευάζεται, ἀλλ’ ἐκ τῶν ἐνωτίων αὐτὸ μόνον (Exod. 32,2), διδάσκοντος ἡμᾶς τοῦ νομοθέτου ὅτι χειρόκμητος οὐδείς ἐστιν ὄψει καὶ πρὸς ἀλήθειαν θεός, ἀλλ’ ἀκοῇ καὶ τῷ νομίζεσθαι, καὶ ἀκοῇ μέντοι γυναικός, οὐκ ἀνδρός· ἐκνενευρισμένης γὰρ ἔργον καὶ ἐκτεθηλυμμένης τῷ ὄντι ψυχῆς τοὺς τοιούτους ὕθλους παραδέχεσθαι.
τὸ δὲ πρὸς ἀλήθειαν ὂν οὐ δι’ ὤτων μόνον, ἀλλὰ τοῖς διανοίας ὄμμασιν ἐκ τῶν κατὰ τὸν κόσμον δυνάμεων καὶ ἐκ τῆς συνεχοῦς καὶ ἀπαύστου τῶν ἀμυθήτων ἔργων φορᾶς κατανοεῖσθαί τε καὶ γνωρίζεσθαι συμβέβηκε. διόπερ ἐν ᾠδῇ μείζονι λέγεται ἐκ προσώπου τοῦ θεοῦ· „ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι“ (Deut. 33,39), τοῦ ὄντως ὄντος ἐναργείᾳ μᾶλλον [ἀντι] καταλαμβανομένου ἢ λόγων ἀποδείξει συνισταμένου.
τὸ δ’ ὁρατὸν εἶναι τὸ ὂν οὐ κυριολογεῖται, κατάχρησις δ’ ἐστὶν ἐφ’ ἑκάστην αὐτοῦ τῶν δυνάμεων ἀναφερομένου. καὶ γὰρ νῦν οὔ φησιν· ἴδετε ἐμέ — ἀμήχανον γὰρ τὸν κατὰ τὸ εἶναι θεὸν ὑπὸ γενέσεως τὸ παράπαν κατανοηθῆναι —, ἀλλ’ ὅτι ἐγώ εἰμι ἴδετε, τουτέστι τὴν ἐμὴν ὕπαρξιν θεάσασθε. ἀνθρώπου γὰρ ἐξαρκεῖ λογισμῷ μέχρι τοῦ καταμαθεῖν ὅτι ἔστι τε καὶ ὑπάρχει τὸ τῶν ὅλων αἴτιον προελθεῖν· περαιτέρω δὲ σπουδάζειν τρέπεσθαι, ὡς περὶ οὐσίας ἢ ποιότητος ζητεῖν, ὠγύγιός τις ἠλιθιότης.
οὐδὲ γὰρ Μωυσῇ τῷ πανσόφῳ κατένευσεν ὁ θεὸς τοῦτό γε, καίτοι γε μυρίας ποιησαμένῳ δεήσεις, ἀλλὰ χρησμὸς ἐξέπεσεν αὐτῷ, ὅτι „τὰ μὲν ὀπίσω θεάσῃ, τὸ δὲ πρόσωπον οὐκ ὄψει“ (Exod. 33,23)· τοῦτο δ’ ἦν· πάνθ’ ὅσα μετὰ τὸν θεὸν τῷ σπουδαίῳ καταληπτά, αὐτὸς δὲ μόνος ἀκατάληπτος· ἀκατάληπτός γε ἐκ τῆς ἀντικρὺς καὶ κατ’ εὐθυωρίαν προσβολῆς — διὰ γὰρ ταύτης οἷος ἦν ἐμηνύετ’ ἄν —, ἐκ δὲ τῶν ἑπομένων καὶ ἀκολούθων δυνάμεων καταληπτόσ· αὗται γὰρ οὐ τὴν οὐσίαν, τὴν δ’ ὕπαρξιν ἐκ τῶν ἀποτελουμένων αὐτῷ παριστᾶσι.
Γεννήσας τοίνυν ὁ νοῦς ἀρχὴν σπουδαίας διαθέσεως καὶ ἀρετῆς τινα πρῶτον τρόπον τὸν Σήθ, τὸν ποτισμόν, ἐπινεανιεύεται καλὴν καὶ ὁσίαν νεανιείαν. φησὶ γάρ· „ἐξανέστησέ μοι ὁ θεὸς σπέρμα ἕτερον [*](3 χειρόκμητον οὐδὲν couicio 6 ἐκτεθηλυμμένης scripsi: ἐκτεθηλυμένης U 7 ὤτων, ἀλλὰ μόνοις τοῖς conicio 11 ἐν ἀργία U ἀντὶ seclusit Cohn 14 ἀναφερομένη coni. Mang. 18 τε Mang.: τι U 19 τρέπεσθαι] φέρεσθαι coni. Mang. περιουσίας U ὡσγύγιός. U, ὡς διωλύγιός coni. Mang. 24 γε scripsi: δὲ U 25 εὐθυωρίαν Mang.: εὐθὺ θεωρίαν U 26 καταληπτός addidi 27 οὐσίαν Mang.: ἰδέαν U αὐτῷ scripsi: αὐτοῖς U 29 πρῶτον τρόπον] πρωτόγονον conicio 30 ἐξανέστησε ex LXX Mang.: ἐξανέστησας U)
τὰ μὲν γὰρ ὑπὸ τῶν θνητῶν καταβαλλόμενα σπέρματα πρὸς ζῴων ἢ φυτῶν γένεσιν οὐ πάντα τελεσιουργεῖται, ἀγαπητὸν δ’ εἰ μὴ τὰ φθειρόμενα πλείω τῶν διαμενόντων ἐστί· σπείρει δ’ ὁ θεὸς ἐν ψυχαῖς ἀτελὲς οὐδέν, ἀλλ’ οὕτως καίρια καὶ τέλεια, ὡς εὐθὺς ἐπιφέρεσθαι τὴν τῶν ἰδίων καρπῶν
πληθὺν ἕκαστον. τὸν δὲ Σὴθ σπέρμα ἕτερον εἰπὼν ἀναβλαστῆσαι, ὁποτέρου ἕτερον οὐ δεδήλωκε. ἆρά γε τοῦ δολοφονηθέντος Ἄβελ ἢ τοῦ κτείναντος Κάιν; ἀλλὰ μήποτε ἑκατέρου διαφέρει τὸ γέννημα, τοῦ μὲν Κάιν ὡς ἐχθρόν — δίψα γὰρ ἀρετῆς αὐτομολούσῃ κακίᾳ πολεμιώτατον —, τοῦ δὲ Ἄβελ ὡς φίλον καὶ συγγενές· ἕτερον γάρ, οὐ μὴν ἀλλότριον, τὸ ἄρτι ἀρχόμενον τοῦ τελείου καὶ τὸ πρὸς γένεσιν τοῦ πρὸς τὸ ἀγένητον.
διὰ τοῦθ’ ὁ μὲν Ἄβελ τὸ θνητὸν ἀπολιπὼν πρὸς τὴν ἀμείνω φύσιν μεταναστὰς οἴχεται, ὁ δὲ Σὴθ ἅτε σπέρμα ὢν ἀνθρωπίνης ἀρετῆς οὐδέποτε τὸ ἀνθρώπων ἀπολείψει γένος, ἀλλὰ πρώτην μὲν παραύξησιν ἄχρι δεκάδος ἀριθμοῦ τελείου λήψεται, καθ’ ἣν ὁ δίκαιος Νῶε συνίσταται, δευτέραν δὲ καὶ ἀμείνω τὴν ἀπὸ τοῦ παιδὸς αὐτοῦ Σὴμ εἰς ἑτέραν δεκάδα τελευτῶσαν, ἧς Ἀβραὰμ ὁ πιστὸς ἐπώνυμος, τρίτην δὲ καὶ τελεωτέραν δεκάδος ἑβδομάδα ἀπὸ τούτου μέχρι Μωυσῆ τοῦ πάντα σοφοῦ παρήκουσαν· ἕβδομος γὰρ ἀπὸ Ἀβραὰμ οὗτός ἐστιν, οὐκέτι κατὰ τὸν ἔξω τῶν ἁγίων κύκλον οἷα μύστης εἰλούμενος, ἀλλ’
ὥσπερ ἱεροφάντης ἐν τοῖς ἀδύτοις ποιούμενος τὰς διατριβάς. σκόπει δὲ τάς τε πρὸς βελτίωσιν ἐπιδόσεις τῆς ἀπλήστου καὶ ἀκορέστου τῶν καλῶν ψυχῆς καὶ τὸν ἀπερίγραφον τοῦ θεοῦ πλοῦτον, ὃς ἄλλοις ἀρχὰς τὰ ἑτέρων δεδώρηται τέλη. τὸ μὲν γὰρ πέρας τῆς κατὰ Σὴθ ἐπιστήμης ἀρχὴ τοῦ δικαίου γέγονε Νῶε, τὴν δὲ τούτου τελείωσιν Ἀβραὰμ ἄρχεται παιδεύεσθαι, ἡ δὲ ἀκροτάτη τοῦδε σοφία Μωυσέως ἐστὶν ἄσκησις ἡ πρώτη.
τοῦ δὲ ἀνωσμένου καὶ κλιθέντος ὑπὸ ψυχῆς ἀσθενείας Λὼτ αἱ δύο θυγατέρες, βουλὴ καὶ συγκατάθεσις, ἐκ τοῦ νοῦ τοῦ πατρὸς αὑτῶν ἐθέλουσι παιδοποιεῖσθαι (Gen. 19,32), μαχόμεναι τῷ λέγοντι· „ἐξανέστησέ μοι ὁ θεός“. ὃ γὰρ ἐκείνῳ τὸ ὄν, τοῦθ’ αὑταῖς φασι τὸν [*](1 γὰρ] ἄγαν conicio 3 τὸ ἄνω U (non τὸν ἄνω) 4 ζῴων Mang.: ζωὴν U 10 διαφέρῃ U 14 ἀγέννητον U 16 πρώτην U (non πρῶτον) 19 Σὴμ εἰς Tisch.: ἡμεῖς U 22 τὸν Mang.: τὸ U 24 ἐπιδόσεις scripsi: ἐπιτάσεις U 27 δικαίου Mang.: δίκαιος U 28 αὔξησις coni. Mang. 29 ἀνεωσμένου conicio 31 αὐτῶν U 32 τοῦτ’ αὐταῖς U)
πρότερον οὖν αἱ κακαὶ γνῶμαι εἰς ὁμιλίαν οὐκ ἀφίξονται τῷ πατρί, πρὶν ἐπιφορῆσαι τὸν ἀφροσύνης πολὺν ἄκρατον καὶ εἴ τι συνετὸν ἦν ἐν αὐτῷ κατακλύσαι. γέγραπται γὰρ ὅτι „ἐπότισαν τὸν πατέρα οἶνον“ (Gen. 19,33)· ὥσθ’ ὁπότε μὴ ποτίζουσιν, ὑπὸ νήφοντος οὐδέποτε δέξονται σπορὰν ἔννομον, ὅταν δ’ ὑποβεβρεγμένος κραιπαλᾷ, κυοφορήσουσι καὶ ἐπιμέμπτοις μὲν ὠδῖσιν, ἐπαράτοις δὲ ταῖς γοναῖς χρήσονται.
διὸ καὶ Μωυσῆς τὴν ἀσεβῆ καὶ ἄναγνον αὐτῶν σπορὰν συλλόγου θείου παντὸς ἀπεσχοίνισε· λέγει γάρ· „Ἀμμανῖται καὶ Μωαβῖται οὐκ εἰσελεύσονται εἰς ἐκκλησίαν κυρίου“ (Deut. 23,2). οὗτοι δ’ εἰσὶν ἔγγονοι τῶν Λὼτ θυγατέρων, ὑπολαβόντες ἐξ αἰσθήσεως καὶ νοῦ, ἄρρενός τε καὶ θήλεος, ὥσπερ ὑπὸ πατρὸς καὶ μητρὸς πάντα γεννᾶσθαι, τοῦτο πρὸς ἀλήθειαν γενέσεως αἴτιον ὑπειληφότες.
ἡμεῖς μέντοι καὶ ἐὰν δεξώμεθά ποτε τὴν τροπὴν ταύτην, [καὶ] ὥσπερ ἐκ κλύδωνος ἀνανηξάμενοι λαβώμεθα μετανοίας, ἐχυροῦ καὶ σωτηρίου πράγματος, καὶ μὴ πρότερον μεθώμεθα ἢ κατὰ τὸ παντελὲς τὸ κυμαῖνον πέλαγος, τὴν φορὰν τῆς τροπῆς, διεκδῦναι.
καθὰ καὶ Ῥαχὴλ πρότερον αἰτησαμένη τὸν νοῦν ὡς αἴτιον τοῦ ποιεῖν ἔκγονα καὶ ἀκούσασα· „μὴ ἀντὶ θεοῦ ἐγώ εἰμι“; (Gen. 30,2) προσέσχε τε τῷ λεχθέντι καὶ μαθοῦσα παλινῳδίαν ἱερωτάτην ἐποίησε· γέγραπται γὰρ Ῥαχὴλ παλινῳδία, θεοφιλὴς εὐχή· „προσθέτω μοι ὁ θεὸς υἱὸν ἕτερον“ (Gen. 30,24), ἣν οὐδενὶ τῶν ἀφρόνων ἔξεστι ποιήσασθαι τὴν ἴδιον ἡδονὴν αὐτὸ μόνον θηρωμένων, τὰ δ’ ἄλλα πλατὺν γέλωτα καὶ χλεύην νομιζόντων.
χορηγὸς δ’ ἐστὶ τούτου τοῦ δόγματος ὁ τοῦ δερματίνου Ἢρ συγγενὴς Αὐνάν. „γνοὺς“ γάρ φησιν „οὗτος ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ὅταν εἰσῆλθε πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ, ἐξέχει τοῦτο ἐπὶ τὴν γῆν“ (Gen. 38,9) φιλαυτίας καὶ φιληδονίας ὑπερβεβηκὼς τοὺς ὅρους.