De Posteritate Caini

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

οὐκοῦν εἴποιμ’ ἂν αὐτῷ· εἰ τὸ ἴδιον πορίζεις λυσιτελές, [*](2 σώφρονος addidi 7 κατακλύσαι scripsi: καταλύσαι U 9 ὑποβεβρεγμένος U (Mang.) (nou ὑποβεβρεγκὸς ut Tisch. adnot.) 10 ταῖς 11 αὐτῶν U (non αὐτοῦ) 12 πάντως conicio 14 ἔκγονοι conicio αἰσθήσεων U, corr. Mang. 16 ταῦτα et αἴτια coni. Cohn ὑπειληφότας U, corr. Mang. 17 τροφὴν U, corr. Mang. καὶ seclusi 20 μόνον θηρωμένων scripsi: μόνο ras. 2 litt. ηρωμένων U, μόνον τεθηρωμένων v χλεύην Mang.: χλόην U 28 ἦρ U αὐνᾶν U 31 οὐκοῦν Tisch.: οὐκ ἄν U)

v.2.p.40
πάνθ’ ὅσα ἄριστα καταλύσεις, ἐὰν μηδὲν ἐξ αὐτῶν ὠφεληθῇς, τιμὰς γονέων, ἐπιμέλειαν γυναικός, παίδων ἀγωγάς, χρήσεις ἀμέμπτους οἰκετῶν, ἐπιτροπὴν οἰκίας, πόλεως προστασίαν, βεβαίωσιν νόμων, φυλακὴν ἐθῶν, τὴν πρὸς πρεσβυτέρους αἰδῶ, τὴν πρὸς τοὺς τετελευτηκότας εὐφημίαν, τὴν πρὸς τοὺς ζῶντας κοινωνίαν, τὴν πρὸς τὸ θεῖον ἐν λόγοις καὶ ἔργοις εὐσέβειαν; ἀνατρέπεις γὰρ καὶ ἐκχεῖς πάντα ταῦτα, σπείρων σεαυτῷ καὶ τιθηνούμενος τὴν γάστριν καὶ ἀκόλαστον καὶ ἀρχὴν κακῶν

ἁπάντων ἡδονήν. ἀφ’ ἧς ἐξαναστὰς ὁ ἱερεὺς καὶ θεραπευτὴς τοῦ μόνου καλοῦ Φινεές, ὁ τῶν σωματικῶν στομίων καὶ τρημάτων δίοπος, ὡς μηδὲν αὐτῶν διαμαρτάνον ἐξυβρίζειν — ἑρμηνεύεται γὰρ στόματος φιμός —, λαβὼν τὸν σειρομάστην, τουτέστι μαστεύσας καὶ ἀναζητήσας τὴν τῶν ὄντων φύσιν καὶ μηδὲν σεμνότερον ἀρετῆς ἀνευρὼν κατεκέντει καὶ ἀνῄρει τῷ λόγῳ τὴν μισάρετον καὶ φιλήδονον γένεσιν καὶ τοὺς τόπους, ἐξ ὧν ἐβλάστησαν αἱ παράσημοι καὶ παράκοποι χλιδαί τε καὶ θρύψεις.

ὁ γὰρ νόμος φησὶν ὅτι διὰ τῆς μήτρας ἐξεκέντησε τὴν γυναῖκα (Num. 25,7.8). οὕτως οὖν καταπαύσας μὲν τὴν ἐν αὑτῷ στάσιν καὶ τὴν ἴδιον ἀποστραφεὶς ἡδονήν, ζηλώσας τὸν θεοῦ τοῦ πρώτου καὶ μόνου ζῆλον, ἄθλων τοῖς μεγίστοις δυσὶ τετίμηται καὶ κατέστεπται, εἰρήνῃ καὶ ἱερωσύνῃ· τῇ μέν, * * * ὅτι ἀδελφόν ἐστιν εἰρήνῃ καὶ ὄνομα καὶ ἔργον.

τὴν γὰρ ἱερωμένην διάνοιαν λειτουργὸν καὶ θεραπευτρίδα οὖσαν αὐτοῦ πάνθ’ οἷς ὁ δεσπότης χαίρει πράττειν ἀνάγκη· χαίρει δὲ εὐνομίας καὶ εὐσταθείας βεβαιώσει, πολέμων δὲ καὶ στάσεων ἀνατροπῇ, οὐχὶ τῶνδε μόνων οὓς αἱ πόλεις ποιοῦνται πρὸς ἀλλήλας, ἀλλὰ καὶ τῶν κατὰ ψυχήν· μείζονες δ’ εἰσὶν οὗτοι καὶ χαλεπώτεροι, ἅτε καὶ τὸ θειότερον τῶν ἐν ἡμῖν λογισμὸν αἰκιζόμενοι, τῶν ὅπλων ἄχρι τῆς σωμάτων καὶ χρημάτων ζημίας προερχομένων, ψυχὴν δὲ ὑγιαίνουσαν μηδέποτε βλάψαι δυναμένων.

διόπερ ὀρθῶς ἂν αἱ πόλεις ἐποίησαν, πρὶν ὅπλα καὶ μηχανήματα ἀντεπιφέρειν ἀλλήλαις [*](1 ὠφεληθῇς scripsi: ὠφελῆσαι U, ὠφέλησαι Tisch., ὠφελήσῃ Holwerda τιμὴν coni. Mang. 3 ἐθῶν Mang.: ἐθνῶν U 4 πρὸς τοὺς couicio Richter: ἔχεις U, οὐκ ἔχεις m2 mg. U 8 ἀφ’] καθ’ conicio 9 βημάτων Mang. 10 δι’ ὀπὸς U 15 φησὶν add. Mang. 16 οὗτος coni. Mang. καταπαύσας Mang.: κατακαύσας U αὐτῶ U 19 ex libri De ebrietate § 75 lacunam sic fere expleo ὅτι τὸν ἐν ψυχῇ τῶν ἐπιθυμιῶν ἐμφύλιον πόλεμον κατέλυσε, τῇ δὲ ἱερωσύνῃ 21 αὐτοῦ] τοῦ θεοῦ conicio 23 ἀνατροπαὶ V τῶν δαιμόνων U 25 θειότατον coni. Mang. τῶν U: τὸν Maug. λογισμὸν U (non λογισμῶν) 26 ante ὅπλων add. ἐν ἡμῖν U, μέν Richter fort. αὐτὸ μόνον add. 28 ἄλλοις coni. Mang.)

v.2.p.41
ἐπ’ ἀνδραποδισμῷ καὶ ἀναστάσει παντελεῖ, τῶν πολιτῶν ἕκαστον ἀναπείσασαι τὴν ἐν αὐτῷ μεγάλην καὶ πολλὴν καὶ συνεχῆ στάσιν καταλῦσαι· αὕτη μὲν γὰρ πολέμων, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἁπάντων ἀρχέτυπόν ἐστιν, ἧς ἀναιρεθείσης οὐδ’ οἱ κατὰ μίμησιν ἔτι συνιστάμενοι γενήσονται, βαθείας δὲ εἰρήνης χρῆσιν καὶ ἀπόλαυσιν σχήσει τὸ ἀνθρώπων γένος ὑπὸ νόμου φύσεως διδασκόμενον, ἀρετῆς, θεὸν τιμᾶν καὶ τῆς λειτουργίας αὐτοῦ περιέχεσθαι· πηγὴ γὰρ εὐδαιμονίας καὶ βίου μακραίωνος ἥδε.

[*](3 καταλῦσαι scripsi: καταγήσαι U, καταπαῦσαι Tisch. αὐτῇ U 5 σχήσει Mang.: σχήσειν U 6 ἀρετῆς fort. corruptum συνεχῶς?), δι’ ἀρετῆς Tisch., αὐτῆς coni. Diels τιμᾶν U: τιμῆσαι Tisch.)