De Posteritate Caini
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
εἶτά φησιν ὅτι „οὗτος ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου“ (Gen. 4,22). τοῦ γὰρ σεσοβημένου περὶ τὰς ἢ σωματικὰς ἡδονὰς [ἢ τὰς ἡδονὰς] ἢ τὰς ἐκτὸς ὕλας ἡ ψυχὴ καθάπερ ἐπ’ ἄκμονος σφυρηλατεῖται κατὰ τὰς τῶν ἐπιθυμιῶν μακρὰς καὶ διωλυγίους ἐκτάσεις ἐλαυνομένη. τοὺς μέν γε φιλοσωμάτους ἴδοις ἂν ἀεὶ καὶ πανταχοῦ λίνα καὶ πάγας πρὸς τῶν ὧν ὀρέγονται θήραν τιθέντας, τοὺς δ’ αὖ φιλαργύρους καὶ φιλοδόξους τὸν περὶ ταῦτα οἶστρον καὶ ἵμερον ἐπὶ τὰ πέρατα γῆς καὶ θαλάττης ἀποστέλλοντας καὶ ὥσπερ δικτύοις ταῖς ἀορίστοις αὑτῶν ὀρέξεσιν ἐπισπωμένους τὰ πανταχόθεν, μέχρις ἂν ὑπὸ βίας ἡ σφοδρὰ τάσις ῥῆξιν λαβοῦσα καὶ τοὺς ἕλκοντας ἀντεπισπωμένη πρηνεῖς καταβάλλῃ.
δημιουργοὶ δ’ εἰσὶ πάντες οὗτοι πολέμου, παρὸ σίδηρον καὶ χαλκὸν [*](2 οὐ del. Mang. 3 πλημμυροῦντος conicio 5 Θοβέλ Mang.: ἰωβέλ U 6 τῷ γὰρ ὄντι οἱ τὸ UR (uon τῷ γὰρ ὄντι ὄντος) παρὰ U: παράπαν R 7 κτησάμενοι Tisch.: στησάμενοι UR 11 αὐτούς U θ αὐτοσεμνύναντες U 12 ἀπετόλμησαν Tisch. ἀληθῆ scripsi ἄλη U): ἀληθῶς Mang. 14 τῶν ἐκτὸς conicio ἄφθονον conicio, sequentia corrupta seusus inest: κατὰ θεὸν ἑαυτοὺς Vel ἑαυτοὺς ἕκαστος ἀθανατίζων 17 ἡδονὰς seclusit Tiscb. (om. Mang.) 18 ἐκτάσεις Mang.: ἐκστάσεις U 19 γε] γὰρ conicio 20 τῶν] τὴν Otto 22 ἀορίστοις scripsi: ἀορίσταις U, ἀκορέστοις coni. Mang. αὐτῶν U 23 ἐπισπωμένους U (non ἐπισπασμένους) πανταχόθεν ἀγαθά coni. Jessen μέχρι U 24 ἀντεπισπωμένη U, ut (non ἀντεπισπασμένη)) [*](6. 8 R fol. 91v τῷ γὰρ—δοκοῦσιν.)
παιδείας δὲ καὶ ἀρετῆς χάριν, ἃ τοῦ κρατίστου τῶν ἐν ἡμῖν ἀγαθὰ διανοίας ἐστίν, οὔτε ξενικὸς οὔτ’ ἐμφύλιος πώποτε κατέσχε πόλεμος· εἰρηναῖα γὰρ φύσει ταῦτα, ἐφ’ ὧν εὐνομία καὶ εὐστάθεια καὶ ὅσα περικαλλέστατα εἴδη τοῖς ψυχῆς ὀξυδερκεστάτοις ὄμμασιν, οὐχὶ τοῖς σώματος ἀμυδροῖς, θεωρεῖται· ταῦτα μὲν γὰρ τὰς ἐκτὸς ἐπιφανείας μόνον ὁρᾷ, ὁ δὲ τῆς διανοίας ὀφθαλμὸς εἴσω προελθὼν καὶ βαθύνας τὰ ἐν αὐτοῖς σπλάγχνοις ἐγκεκρυμμένα κατεῖδε.
γίνονται δ’ αἱ ταραχαὶ ἢ αἱ στάσεις πᾶσαι τοῖς ἀνθρώποις ἀεὶ σχεδὸν περὶ μὲν οὐδενὸς ἄλλου, περὶ δὲ τῆς πρὸς ἀλήθειαν σκιᾶς. τὸν γὰρ δημιουργὸν τῶν πολεμιστηρίων ὅπλων, χαλκοῦ καὶ σιδήρου, Θοβὲλ υἱὸν Σελλᾶς τῆς σκιᾶς ὠνόμασεν, οὐ λόγων τέχναις, ἀλλὰ νοημάτων ὑπερβάλλοντι κάλλει φιλοσοφῶν. ἔγνω γὰρ ὅτι πᾶς ἢ ναυτικὸς ἢ πεζὸς στρατὸς τοὺς μεγίστους αἱρεῖται κινδύνους ἕνεκα σωματικῶν ἡδονῶν ἢ χάριν περιουσίας τῶν ἐκτός, ὧν οὐδὲν βέβαιον ἢ πάγιον ὑπὸ τοῦ πάντα ἐξελέγχοντος αἰῶνος μαρτυρεῖται·
σκιαγραφίαις γὰρ ἐπιπολαίοις ἐξ ἑαυτῶν διαρρεούσαις ἔοικε. τοῦ δὲ Θοβὲλ ἀδελφὴν εἶναί φησι Νοεμάν (Gen. 4,22), ἧς ἑρμηνεία πιότης· ἀκολουθεῖ γὰρ τοῖς εὐπάθειαν σώματος καὶ ἃς εἶπον ὕλας μεταδιώκουσιν, ὅταν τινὸς ὧν ὀρέγονται λάχωσι, πιαίνεσθαι. τὴν δὲ τοιαύτην πιότητα οὐκ ἰσχύν, ἀλλ’ ἀσθένειαν ἔγωγε τίθεμαι· διδάσκει γὰρ ἀφίστασθαι θεοῦ τιμῆς, ἣ πρώτη καὶ ἀρίστη ψυχῆς ἐστι δύναμις.