De Posteritate Caini
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
παρέχουσι δ’ ὥσπερ τὰ πράγματα καὶ τὰ πρόσωπα τῷ λόγῳ μεταβολάς, οὕτως καὶ αἱ τῶν γινομένων αἰτίαι καὶ οἱ τρόποι καθ’ οὓς γίνεται, προσέτι μέντοι καὶ τὰ ὧν οὐκ ἄνευ πάντα, χρόνοι καὶ τόποι. παγκάλως οὖν ὁ μετακλίνων λόγους Ἰουβὰλ πατὴρ εἴρηται ψαλτηρίου καὶ κιθάρας, ἀπὸ μέρους τῆς ὅλης μουσικῆς, ὡς ἐπιδέδεικται.
Τὰ μὲν οὖν τῆς Ἀδᾶς ἔγγονα καὶ αὐτὴ τίς ἐστι δεδήλωται· τὴν δ’ ἑτέραν γυναῖκα τοῦ Λάμεχ Σελλὰν καὶ ὅσα ἀποκύει θεασώμεθα. Σελλὰ τοίνυν ἑρμηνεύεται σκιά, τῶν περὶ σῶμα καὶ ἐκτὸς ἀγαθῶν, ἃ τῷ ὄντι σκιᾶς οὐδὲν διαφέρει, σύμβολον. ἢ κάλλος οὐχὶ σκιά, ὃ πρὸς βραχὺν ἀνθῆσαν χρόνον ἀφαυαίνεται, ἰσχὺς δὲ καὶ εὐτονία σώματος, ἃς ἡ τυχοῦσα νόσος ἐξέλυσεν, αἰσθητήρια δὲ καὶ ἡ περὶ ταῦτα ἀκρίβεια, ἣν ῥεῦμα δυσῶδες ἐνέφραξεν ἢ γῆρας, ἡ ἀναγκαία καὶ κοινὴ πάντων νόσος, ἐπήρωσεν; ἔτι δ’ οὐχὶ πλοῦτοι καὶ δόξαι καὶ ἀρχαὶ καὶ τιμαὶ καὶ ὅσα τῶν ἐκτὸς ἀγαθὰ νενόμισται σκιὰ πάντα;
χρὴ δὲ τὴν διάνοιαν ὡς δι’ ἀναβαθμῶν ἐπὶ τὴν τοῦ παντὸς ἐπάγειν ἀρχήν. εἰς Δελφοὺς γεγόνασιν ἄνθρωποι τῶν λεγομένων ἐνδόξων, οἳ τοὺς εὐδαίμονας βίους [*](1 οὐδὲ U: ἢ Mang., εἴτε Tisch. post οὐδὲ lacunam Statuo (οὐδὲ τυχούσας οὐδὲ τὰς τυχούσας ἡ coni. Holwerda 5 καταλέγεσθαι Tisch.: κατάγεσθαι U 7.8 καὶ μικρὰ Mang.: ἢ μικρὰ U 9 ἑρμηνεύσαι scripsi: ἑρμηνεῦσαι U, ἑρμηνεύσαις Tisch., ἑρμηνεύσειε Holwerda ἑκάστων conicio 11 συστέλλων Mang.: διαστέλλων U 14 ὧν οὐκ ἄνευ πάντα U: ὧν ἄνευ οὐκ ἄν ἅπαντα 17 Ἄδας U ἔκγονα conicio αὕτη U 18 ἀποκυεῖ conicio θεασόμεθα Holwerda 19 Σέλλαν et Σέλλα U 21 ἀθῆσαν U 21. 22 bis τε pro δὲ conicio 23 ἵν Mang.: ἢ U 24 ἔτι Mang.: ὅτι U, τί Holwerda 25 ὅσως U 26 ὡς Tisch.: ὅπως U ἀναβασμῶν U) [*](2. 3 R fol. 91v: πρεσβύτῃ γὰρ ἑτέρως—καὶ πένητι.)
ἐκ ταύτης τῆς σκιᾶς καὶ τῶν ἀβεβαίων ὀνειράτων ἀποκυεῖται υἱωνός, ὃν ὠνόμασεν Θοβέλ (Gen. 4,22)· ἑρμηνεύεται δὲ σύμπασα. τῷ γὰρ ὄντι οἱ τὸ παρὰ πολλοῖς ᾀδόμενον ἀγαθὸν σύνθετον πλουθυγείαν κτησάμενοι μικρὰ καὶ μεγάλα καὶ πάνθ’ ἁπλῶς ἀνῆφθαι δοκοῦσιν.
εἰ δὲ καὶ παραγένοιτό τις αὐτεξούσιος ἡγεμονία, φυσηθέντες καὶ μετεωρισθέντες ὑπὸ κούφης ἐννοίας, ἐκλαθόμενοι ἑαυτῶν καὶ ὕλης φθαρτῆς ἐξ ἧς γεγόνασι, μείζονος ἢ κατ’ ἀνθρωπίνην σύστασιν οἰηθέντες φύσεως ἐπιλαχεῖν ταῖς τιμαῖς αὑτοὺς ὑπὸ μεγαλαυχίας ἀποσεμνύναντες ἐξεθείωσαν. ἤδη γοῦν τινες ἐπετόλμησαν τὸν ἀληθῆ θεὸν φάναι μὴ εἰδέναι (Exod. 5,2), τῆς περὶ αὐτοὺς ἀνθρωπότητος ἐκλαθόμενοι, διὰ τὴν τῶν περὶ σῶμα καὶ ἐκτὸς ἀμετρίαν ἀφθόνως * * * οὑς ἕκαστος χαρακτηρίζων.