Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

πεπλάνηται γὰρ καὶ οὗτος τῆς πρὸς εὐσέβειαν ὁδοῦ, θρησκείαν ἀντὶ ὁσιότητος ἡγούμενος καὶ δῶρα τῷ ἀδεκάστῳ διδοὺς οὐδέποτε ληψομένῳ τὰ τοιαῦτα καὶ κολακεύων τὸν ἀκολάκευτον, ὃς γνησίους μὲν θεραπείας ἀσπάζεται — γνήσιοι δ’ εἰσὶν αἱ ψυχῆς ψιλὴν καὶ μόνην θυσίαν φερούσης ἀλήθειαν —, τὰς δὲ νόθους ἀποστρέφεται· νόθοι δ’ ὅσαι διὰ τῶν ἐκτὸς ἀφθονιῶν ἐπιδείξεις.

τοῦ δὲ εὑρόντος ἐν τῷ πεδίῳ πλανώμενον αὐτὸν ἀνθρώπου (Gen. 37, 15) τὸ κύριον ὄνομα οὔ φασί τινες δεδηλῶσθαι, καὶ αὐτοὶ τρόπον τινὰ πεπλανημένοι διὰ τὸ μὴ δύνασθαι τὴν ὀρθὴν ὁδὸν τῶν πραγμάτων ἐναργῶς ὁρᾶν· εἰ γὰρ μὴ τὸ ψυχῆς ὄμμα ἐπεπήρωντο, ἔγνωσαν ἂν ὅτι τοῦ πρὸς ἀλήθειαν ἀνθρώπου τὸ ἰδιαίτατον καὶ εὐθυβολώτατον ὄνομά ἐστιν αὐτὸ τοῦτο ἄνθρωπος, ἠρθρωμένης καὶ λογικῆς διανοίας οἰκειοτάτη πρόσρησις.

οὗτος ὁ ἄνθρωπος ἐν ἑκάστου τῇ ψυχῇ κατοικῶν τοτὲ μὲν ἄρχων καὶ βασιλεὺς εὑρίσκεται τοτὲ δὲ δικαστὴς καὶ βραβευτὴς τῶν κατὰ τὸν βίον ἀγώνων, ἔστι δ’ ὅτε μάρτυρος ἢ κατηγόρου λαβὼν τάξιν ἀφανῶς ἡμᾶς ἔνδοθεν ἐλέγχει μηδὲ διᾶραι τὸ στόμα ἐῶν, ἐλλαμβανόμενος δὲ καὶ ἐπιστομίζων ταῖς τοῦ συνειδότος ἡνίαις τὸν αὐθάδη μετὰ ἀφηνιασμοῦ δρόμον γλώττης ἐπέσχεν.

οὗτος ὁ ἔλεγχος ἐπύθετο τῆς ψυχῆς, ἡνίκα τὴν πλάνην εἶδεν αὐτῆς· „τί ζητεῖς“ (Gen. 37, 15) ; ἆρά γε φρόνησιν; τί οὖν ἐπὶ πανουργίας βαίνεις; ἀλλὰ σωφροσύνην; ἀλλ’ ἐπὶ φειδωλίαν ἡ τρίβος ἄγει· ἀλλὰ ἀνδρείαν; θρασύτης προσέρχεται ταύτῃ· ἀλλ’ εὐσέβειαν μετέρχῃ;

δεισιδαιμονίας ἡ ὁδός. ἐὰν δὲ φάσκῃ ζητεῖν τοὺς ἐπιστήμης λόγους καὶ ποθεῖν ὡς τοὺς ἐγγυτάτω γένους ἀδελφούς, μὴ πάνυ πιστεύωμεν αὐτῇ· οὐ γὰρ ἂν ἐπυνθάνετο „ποῦ βόσκουσιν“ (ib. v. 16), ἀλλὰ „ποῦ ποιμαίνουσιν“· οἱ μὲν γὰρ βόσκοντες τροφὰς τὰ αἰσθητὰ πάντα παρέχουσι τῷ τῶν αἰσθήσεων ἀλόγῳ καὶ ἀπλήστῳ θρέμματι, δι’ ἃς ἀκράτορες ἑαυτῶν γινόμενοι καὶ κακοδαιμονοῦμεν, οἱ δὲ ποιμαίνοντες ἀρχόντων καὶ ἡγεμόνων [*](2 ἀναθήμασιν F 5 θρησκίαν F ἀντὶ] ὅτι U ἡγούμενος] αἱρούμενος coni. Wendl.: fort. εἰσηγούμενος 8 νόθοι δὲ F 9 ὅσαι] οὖσαι τὰς F ἀποδείξεις U δ’ FHL 10 πέδω F ἑαυτὸν F οὕ] οὗ Η, om. U 13 τῆς ψυχῆς F ἔγνων F 14 τοῦτο αὐτὸ F 15 ἠρθρωμένη Turn. 16 ἐν om. Η ποτὲ μὲν—ποτὲ· δὲ U 18 ἡ UF: καὶ HL 19 ἐλλαμβανόμενος UF: ἀναλαμβανόμενος HL 20 μετὰ UF: καὶ μετὰ HL 22 ἄρα F 24 ἀνδρείαν codd.: ἀνδρίαν v 26 ὡς τοῦ ἐγγυτάτω F 27 ἄν ἐπυνθάνετο UFH: ἀνεπυνθάνετο L 30 γινόμενοι UF: γενόμενοι HL)

v.1.p.264
ἔχοντες δύναμιν τὰ ἐξηγριωμένα ἡμεροῦσι στέλλοντες τὸ τῶν ἐπιθυμιῶν μέγεθος.

εἴπερ οὖν ἐζήτει τοὺς ἀρετῆς πρὸς ἀλήθειαν ἀσκητάς, ἐσκέπτετ’ ἂν αὐτοὺς ἐν βασιλεῦσιν, οὐκ ἐν οἰνοχόοις ἢ σιτοποιοῖς ἢ μαγείροις· οὗτοι μὲν γὰρ τὰ πρὸς ἡδονὰς εὐτρεπίζουσιν, ἐκεῖνοι δὲ ἡδονῶν ἄρχουσι.

διὸ καὶ ἀποκρίνεται ὀρθῶς ὁ τὴν ἀπάτην ἰδὼν ἄνθρωπος· „ἀπήρκασιν ἐντεῦθεν“ (Gen. 37, 17). δείκνυσι δὲ τὸν σωματικὸν ὄγκον δηλῶν ὅτι πάντες, οἷς ὑπὲρ κτήσεως ἀρετῆς πόνος διαθλεῖται, τὸν περίγειον καταλελοιπότες χῶρον μετεωροπολεῖν ἐγνώκασιν οὐδεμίαν τῶν σωματικῶν ἐφελκόμενοι κηρῶν· καὶ γὰρ λεγόντων ἀκηκοέναι φησὶν αὐτῶν·

„εἰς Δωθαεὶμ πορευθῶμεν“ (ibid.) — ἑρμηνεύεται δὲ ἔκλειψις ἱκανή —, παριστάντων ὅτι οὐ μέσως ἀλλ’ ἄκρως ἀπόλειψιν καὶ ἔκλειψιν τῶν ἃ μὴ πρὸς ἀρετὴν συνεργεῖ μεμελετήκασι, καθὰ καὶ „Σάρρᾳ ἔτι γίνεσθαι τὰ γυναικεῖα ἐξέλιπε“ (Gen. 18, 11)· θήλεα δὲ φύσει τὰ πάθη, ὧν ἔκλειψιν ἐπιτηδευτέον παρὰ τοὺς ἄρρενας τῶν εὐπαθειῶν χαρακτῆρας. οὐκοῦν „ἐν πεδίῳ“ τουτέστιν ἐν ἁμίλλῃ λόγων εὑρίσκεται καὶ ὁ ποικίλου δόγματος εἰσηγητὴς πρὸς πολιτείας μᾶλλον ἢ πρὸς ἀληθείας τύπον χρησίμου πλανώμενος Ἰωσήφ.

εἰσὶ δέ τινες τῶν ἀγωνιστῶν οἳ διὰ σώματος εὐεξίαν, ἀπειπόντων τῶν ἀντιπάλων, ἐστεφανώθησαν ἀμαχὶ μηδ’ αὐτὸ μόνον κονισάμενοι ἀσυγκρίτου ῥώμης εὑράμενοι τὰ πρωτεῖα. τοιαύτῃ δυνάμει χρησάμενος περὶ τὸ θειότατον τῶν ἐν ἡμῖν τὴν διάνοιαν Ἰσαὰκ „ἐξέρχεται μὲν εἰς τὸ πεδίον“ (Gen. 24, 63), ἁμιλλησόμενος δ’ οὐδενί, πάντων κατεπτηχότων τῶν ἀνταγωνιστῶν τὸ μεγαλεῖον καὶ ὑπερβάλλον ἐν ἅπασι τῆς φύσεως αὐτοῦ, μόνον δὲ ἰδιάσαι βουλόμενος καὶ ἰδιολογήσασθαι τῷ συνοδοιπόρῳ καὶ ἡγεμόνι τῆς τε ὁδοῦ καὶ τῆς ψυχῆς θεῷ.

τεκμήριον δὲ ἐναργέστατον τοῦ μηδένα προσομιλοῦντα τῷ Ἰσαὰκ θνητὸν εἶναι· Ῥεβέκκα γὰρ ἡ ὑπομονὴ πεύσεται τοῦ παιδὸς ἕνα ὁρῶσα καὶ ἑνὸς μόνου λαμβάνουσα φαντασίαν· „τίς ὁ ἄνθρωπος οὗτος ὁ πορευόμενος εἰς συνάντησιν ἡμῖν“ (ib. v. 65) ; ἡ γὰρ ἐπιμένουσα τοῖς καλοῖς ψυχὴ [*](4 οὗτοι UF: οἱ HL τὰ πρὸς om. L ἡδονὰς UF: τὰς ἡδονὰς HL λογεῖν 8 μετεωροπολεῖν U: μετεωροπορεῖν H, μετεωρολογεῖν F, μετεωροποιεῖν L 12 καθὰ F, καθ’ ἆ U: καθὼς HL γίνεσθαι UF: γίγνεσθαι L, γίγνεται Η 13 θήλεια U 14 παράγοντας coni. Wendl. 15 ὁ] οὐ F Mang.: ἀνταγωνιστῶν codd. 18 ἀντιπάλων] ἐναντίων U ἀμαχὶ UF: ἀμαχεὶ HL 19 εὑράμενοι UK: ἀράμενοι HL 20 τὸ] τὸν UF 21 οὐδενί F: οὐθενί U, οὐδὲν Η L 22 ἀνταγωνιστῶν U: ἀγωνιστῶν FHL 23 24 ἰδιολογήσασθαι] ἀδολεσχῆσαι coni. Mang. 24 τῆς τε ψυχῆς καὶ ὁδοῦ U 25 δ’ F 26 γὰρ ἡ UF: δὲ ἡ HL, δὴ Mang. 27 τίς ὁ] τίς οὐ H)

v.1.p.265
ἱκανὴ μέν ἐστι τὴν αὐτομαθῆ σοφίαν καταλαμβάνειν, ἐπίκλησιν Ἰσαάκ, οὔπω δὲ δυνατὴ τὸν τῆς σοφίας ἡγεμόνα θεὸν ἰδεῖν.

παρὸ καὶ ὁ παῖς ἐπισφραγιζόμενος τὸ μὴ δύνασθαι καταλαβεῖν τὸν ἀειδῆ καὶ προσομιλοῦντα ἀοράτως φησίν· „οὗτος ὁ κύριός μου“ (ibid.), τὴν δεῖξιν φέρων ἐπὶ τὸν Ἰσαὰκ μόνον· οὐ γὰρ εἰκὸς προφανέντων δυεῖν ἕνα δεικνύναι, ἀλλὰ τὸν ἄδεικτον οὐκ εἶδε πᾶσι τοῖς μέσοις ἀόρατον ὄντα.

Ὡς μὲν τοίνυν τὸ πεδίον, εἰς ὃ προκαλεῖται τὸν Ἄβελ ὁ Κάιν ἐλθεῖν, σύμβολον ἁμίλλης καὶ διαμάχης ἐστίν, ἱκανῶς δεδηλῶσθαι νομίζω. διαπορητέον δὲ ἑξῆς, περὶ τίνων ποιοῦνται τὰς ζητήσεις προελθόντες. ἦ δῆλον ὅτι περὶ ἐναντίων καὶ μαχομένων δοξῶν· ὁ μὲν γὰρ Ἄβελ ἀναφέρων ἐπὶ θεὸν πάντα φιλόθεον δόγμα, ὁ δὲ Κάιν ἐφ’ ἑαυτὸν — κτῆσις γὰρ ἑρμηνεύεται — φίλαυτον· φίλαυτοι δέ, ὅταν τοῖς ἀρετὴν τιμῶσιν ἐπαποδυσάμενοι κονίσωνται, [καὶ] παγκρατιάζοντες οὐ παύονται πρὶν ἢ ἀπειπεῖν βιάσασθαι ἢ παντελῶς διαφθεῖραι.

πάντα γάρ, τὸ τοῦ λόγου δὴ τοῦτο, κινοῦσι λίθον φάσκοντες· οὐκ οἰκία ψυχῆς τὸ σῶμα; διὰ τί οὖν οἰκίας, ὡς μὴ γένοιτο ἐρείπιος, οὐκ ἐπιμελησόμεθα; οὐκ ὀφθαλμοὶ καὶ ὦτα καὶ ὁ τῶν ἄλλων χορὸς αἰσθήσεων ψυχῆς ὥσπερ τινὲς δορυφόροι καὶ φίλοι; συμμάχους οὖν καὶ φίλους οὐκ ἐν ἴσῳ τιμητέον ἑαυτοῖς; ἡδονὰς δὲ καὶ ἀπολαύσεις καὶ τὰς παρὰ πάντα τὸν βίον τέρψεις τοῖς τεθνεῶσιν ἢ τοῖς μηδὲ γενομένοις τὸ παράπαν ἀλλ’ οὐχὶ τοῖς ζῶσιν ἡ φύσις ἐδημιούργει; πλοῦτον δὲ καὶ δόξαν καὶ τιμὰς καὶ ἀρχὰς καὶ τὰ ἄλλα ὅσα τοιαῦτα τί παθόντες οὐ ποριούμεθα, ἐξ ὧν οὐ μόνον τὸ ἀσφαλῶς ἀλλὰ καὶ εὐδαιμόνως ζῆν περιγίνεται;

μάρτυς δὲ ὁ βίος τούτων· οἱ μὲν γὰρ λεγόμενοι φιλάρετοι ἄδοξοι σχεδὸν ἅπαντες, εὐκαταφρόνητοι, ταπεινοί, τῶν ἀναγκαίων ἐνδεεῖς, ὑπηκόων μᾶλλον δὲ καὶ δούλων ἀτιμότεροι, ῥυπῶντες, ὠχροί, κατεσκελετευμένοι, λιμὸν ὑπ’ ἀσιτίας ἐμβλέποντες, νοσερώτατοι, μελετῶντες ἀποθνῄσκειν· οἱ δ’ αὑτῶν ἐπιμελούμενοι ἔνδοξοι, πλούσιοι, ἡγεμόνες, ἐπαινούμενοι, τιμώμενοι, [πάλιν] ὑγιεινοί, πίονες, ἐρρωμένοι, ἁβροδίαιτοι, θρυπτόμενοι, πόνον οὐκ εἰδότες, [*](5 δυεῖν UF: δυοῖν HL 8 δηλῶσθαι (sic) H 9 δι’ ἀπορητέον F δ’ UF 9. 10 ἐκπροελθόντες F corr.; παρελθόντες coui. Wendl. 10 ἢ δηλονότι F; ἢ δῆλον ὅτι Wendl. 13 καὶ seclusi; „del. καὶ aut add. παλαίωσι“ Wendl. παύωνται UF 14 πρινὴ F 16 οὐκ] ὃ ἦν F, ο cum sputio 2 ἁ litter. U 17 ὀφθαλμοὶ UFL: ὀφθαλμὸν Η, ὀφθαλμὸς v 22 τἆλλα H οὐ] ὧ U 23 τὸ εὐδαιμόνως coni. Mang. Turn. κατεσκελϊτευμένοι U, κατεσκελεστεμένοι H 27 ἐκβλέποντες UF αὐτῶν F 28 ἐπιμελούμενοι UF : ἐπιμελόμενοι HL πάλιν seclusi, ante ἔνδοξοι trausp. Wendl. 29 ἐρώμενοι U)

v.1.p.266
ἡδοναῖς συζῶντες διὰ πασῶν τῶν αἰσθήσεων ἐπὶ τὴν πανδεχῆ ψυχὴν

τὰ ἡδέα φερούσαις. τοιουτονί τινα δόλιχον ἀπομηκύναντες λόγῳ νικᾶν τοὺς οὐκ εἰωθότας σοφιστεύειν ἔδοξαν. αἰτία δὲ τῆς νίκης οὐχ ἡ τῶν περιγεγενημένων ἰσχύς, ἀλλ’ ἡ περὶ ταῦτα τῶν ἀντιπάλων ἀσθένεια. τῶν γὰρ ἐπιτηδευόντων ἀρετὴν οἱ μὲν ἐν ψυχῇ μόνῃ τὸ καλὸν ἐθησαυρίσαντο πράξεων ἐπαινετῶν ἀσκηταὶ γενόμενοι, τερθρείας λόγων ἀλλ’ οὐδ’ ὄναρ ἐπῃσθημένοι, τοῖς δὲ ἀμφότερα ἐξεγένετο, τὴν μὲν διάνοιαν εὐβουλίᾳ καὶ ἀγαθοῖς ἔργοις, τοὺς δὲ λόγους ταῖς περὶ αὐτοὺς τέχναις μάλιστα ὀχυρώσασθαι·

τούτοις μὲν οὖν πρὸς τὰς ἐριστικὰς ἐνίων ἁμίλλας ἀπαντᾶν ἐμπρεπές, οἷς τοὺς ἐναντίους ἀμύνονται πεπορισμένοις ἐξ ἑτοίμου, τοῖς δὲ προτέροις οὐδεμία ἀσφάλεια· γυμνοὶ γὰρ πρὸς ὡπλισμένους τίνες ἂν ἰσοκρατῶς ἀπομάχεσθαι δυνηθεῖεν, ὁπότε καὶ παρεσκευασμένοις ἀγὼν ἄνισος;

ὁ τοίνυν Ἄβελ τέχνας μὲν λόγων οὐκ ἔμαθε, διανοίᾳ δὲ μόνῃ τὸ καλὸν οἶδεν· οὗ χάριν τὴν εἰς τὸ πεδίον ἄφιξιν ἐχρῆν παραιτήσασθαι καὶ τῆς τοῦ δυσμενοῦς προκλήσεως ἀλογῆσαι· ἥττης γὰρ πᾶς ὄκνος ἀμείνων· τὸν δὲ ὄκνον τοῦτον οἱ μὲν ἐχθροὶ δειλίαν, ἀσφάλειαν δ’ οἱ φίλοι προσαγορεύουσι· φίλοις δὲ πρὸ δυσμενῶν ἅτε ἀψευδοῦσι πιστευτέον.

οὐχ ὁρᾷς ὅτι Μωυσῆς τοὺς ἐν Αἰγύπτῳ τῷ σώματι σοφιστάς, οὓς φαρμακέας ὀνομάζει, παραιτεῖται — σοφισμάτων γὰρ τέχναις καὶ [*](1 πανδεχῆ] πανταχῆ L 2 τοιουτονί codd.; τοιοῦτόν Mang. δολιχὸν F λόγων coiii. Wendl. 7 τοῖς δὲ codd.: οἷς D (Mang.) εὐβούλοις DR 8 αὐτοὺς] αὐτοῦ HL 9 τούτους D μὲν οὖν om. D 10 εὐπρεπές UF οἷς] οἱ D ἐναντία (sic) F ἀμυνοῦνται coni. Wendl. πεπορισμένους FH 11 πρότερον F οὐδὲ μία UFH 13 ἔμαθεν UD 14 τὸ ante πεδίον om. F 15 πᾶς] πάντως coni. Wendl. IG ἄμεινον DC δ’] δὲ D 17 προσαγορεύουσιν UD ἀψευδοῦσι HLDC; ἀψευδοῦς εἰ U, ψεύδουσι F, ἀψευδέσι DR 18 οὐχ UF: οὗ χάριν HL 19 ante οὓς add.: φαρμακέας ὡς βασιλέας· ἐπεὶ καὶ φαρμακίδες ὡς βασιλίδες καὶ φαρμακεὺς τοίνυν ὡς βασιλεύς, ὅτι καὶ φαρμακὶς ὡς βασιλίς UF τὸ φαρμακέας ὡς βασιλέας σχόλιον ἦν ἔξωθεν κείμενον· ἐτέθη δὲ ἐντὸς ἀπροσεξίᾳ τοῦ γράψαντος mg. F man. rec), φαρμακέας ὡς βασιλέας—φαρμακὶς ὡς βασιλίς· κατὰ ἀκολουθίαν τούτου κεῖται· τοὺς ἐν Αἰγυπτίῳ τῷ σώματι σοφιστάς HL (Turn.) ; glossema expunxit Mang.) [*](7—10 Dc fol. 120r Dr fol. 110r τοῦ αὐτοῦ (scil. Φίλωνος) ἐκ τοῦ ζ' καὶ η' τῆς ἱερῶν ἀλληγορίας: οἷς ἀμφότερα ἐξεγένετο — οἲ τοὺς ἐναντίους ἀμύνονται. 13 — 17 ibid. ὃς δὲ τέχνας μὲν λόγων οὑκ ἔμαθεν, διανοίᾳ δὲ μόνῃ τὸ καλὸν οἶδεν, τὴν εἰς τὴν ἅμιλλαν ἄφιξιν παραιτείσθω καὶ τῆς τοῦ δυσμενοῦς δυναμένου DC) προκλήσεως ἀλογείτω· ἥττης γὰρ πᾶς ὄκνος ἀμείνων (ἄμεινον D C)· τὸν δὲ ὄκνον τοῦτον οἱ μὲν ἐχθροὶ δειλίαν, ἀσφάλειαν δὲ οἱ φίλοι προσαγορεύουσιν· φίλοις δὲ πρὸ δυσμενῶν ἅτε ἀψευδοῦσι (ἀψευδέσι DR) πιστευτέον.)

v.1.p.267
ἀπάταις ἤθη χρηστὰ τρόπον τινὰ φαρμακεύεται καὶ διαφθείρεται — φάσκων μὴ εἶναι „εὔλογος“ (Exod. 4,10), ἴσον τῷ μὴ πεφυκέναι πρὸς τὴν τῶν εὐλόγων καὶ πιθανῶν εἰκαστικὴν ῥητορείαν, ἔπειθ’ ἑξῆς διαβεβαιούμενος, ὅτι οὐ μόνον οὐκ εὔλογος ἀλλὰ καὶ παντελῶς „ἄλογός“ ἐστιν (Exod. 6, 12) ; ἄλογος δέ, οὐχ ὥς φαμεν τὰ μὴ λογικὰ τῶν ζῴων, ἀλλ’ ὁ μὴ δικαιῶν τῷ διὰ τοῦ φωνητηρίου ὀργάνου γεγωνῷ λόγῳ χρῆσθαι, μόνῃ δὲ σημειούμενος καὶ ἐνσφραγιζόμενος διανοίᾳ τὰ τῆς ἀληθοῦς σοφίας, ἥτις ἀντίθετός ἐστι ψευδεῖ σοφιστείᾳ, θεωρήματα.

καὶ οὐ βαδιεῖται πρότερον εἰς Αἴγυπτον οὐδ’ εἰς ἅμιλλαν ἀφίξεται τοῖς αὐτῆς σοφισταῖς, πρὶν ἢ τὸν προφορικὸν ἄκρως ἀσκηθῆναι λόγον, τὰς πρὸς ἑρμηνείαν ἁπάσας ἰδέας ἀναδείξαντος καὶ τελειώσαντος θεοῦ διὰ τῆς Ἀαρὼν χειροτονίας, ὃν ἀδελφὸν Μωυσέως ὄντα „στόμα“ καὶ ἑρμηνέα καὶ „προφήτην“ (Exod. 4, 16. 7, 1) εἴωθε καλεῖν· πάντα γὰρ ταῦτα τῷ λόγῳ συμβέβηκεν, ὃς

ἀδελφός ἐστι διανοίας· πηγὴ γὰρ λόγων διάνοια καὶ στόμιον αὐτῆς λόγος, ὅτι τὰ ἐνθυμήματα πάντα διὰ τούτου καθάπερ νάματα ἀπὸ πηγῆς εἰς τοὐμφανὲς ἐπιρρέοντα ἀναχεῖται· καὶ ἑρμηνεύς ἐστιν ὧν ἐν τῷ ἑαυτῆς βουλευτηρίῳ βεβούλευκεν· ἔτι μέντοι καὶ προφήτης καὶ θεοπρόπος ὧν ἐξ ἀδύτων καὶ ἀοράτων χρησμῳδοῦσα οὐ παύεται.