Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

„Καὶ εἶπε Κάιν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ Διέλθωμεν [*](I p.l91 M.) ἐπὶ τὸ πεδίον. καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάιν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν“ (Gen. 4, 8). ὃ βούλεται ὁ Κάιν τοιοῦτόν ἐστιν, ἐκ προκλήσεως τὸν Ἄβελ εἰς συζήτησιν ἀγαγὼν εἰκόσι καὶ πιθανοῖς σοφίσμασιν ἑλεῖν ἀνὰ κράτος· τὸ γὰρ πεδίον, εἰς ὃ προτρέπεται παραγενέσθαι, σημεῖον ἁμίλλης καὶ διαμάχης εἶναί φαμεν ἀπὸ τῶν προφανῶν τεκμαιρόμενοι περὶ τῶν ἀδήλων.

ὁρῶμεν γὰρ τοὺς πλείστους τῶν ἀγώνων κατά τε πόλεμον καὶ κατ’ εἰρήνην ἐν πεδίοις συνισταμένους· ἐν εἰρήνῃ μὲν οὖν ὅσοι τοὺς γυμνικοὺς ἄθλους διαθλοῦσι, στάδια καὶ λεωφόρα πεδία μεταδιώκουσι, κατὰ δὲ τὸν πόλεμον τὰς πεζομαχίας καὶ ἱππομαχίας οὐκ ἐν γεωλόφοις ἔθος ἐστὶ ποιεῖσθαι· πλείους γὰρ ἐκ τῆς ἀνεπιτηδειότητος τῶν χώρων αἱ βλάβαι, ὧν ἀντεπιφέρουσιν

ἀλλήλοις οἱ ἐχθροί, γένοιντ’ ἄν. σημεῖον δὲ μέγιστον, ὁ ἀσκητὴς ἐπιστήμης τὴν ἐναντίαν διάθεσιν πολεμῶν ἀμαθίαν, ὅταν τὰς ἐν ψυχῇ δυνάμεις ἀλόγους τρόπον τινὰ ποιμαίνῃ νουθετῶν καὶ σωφρονίζων, ἐν πεδίῳ θεωρεῖται· „ἀποστείλας γὰρ Ἰακὼβ ἐκάλεσε Λείαν καὶ Ῥαχὴλ εἰς τὸ πεδίον, οὗ τὰ ποίμνια“ (Gen. 31, 4), παριστὰς ἐναργῶς ὅτι φιλονεικίας σημεῖον τὸ πεδίον ἐστί. καλεῖ δὲ αὐτὰς διὰ τί;

„ὁρῶ [*](περὶ τοῦ τὸ χεῖρον τῶ κρείττονι φιλεῖν ἐπιτίθεσθαι: codd. 1 αὐτοῦ codd.: αὑτοῦ V 3 αὐτοῦ codd.: αὑτοῦ v 4 ὁ Κάιν UH: ὁ om. FL τοιοῦτον] τοῦτο H προβλήσεως U 5 ἀνακράτος F 6 παραγίνεσθαι coni. Mang. 8 πλείστους HL: πλείους F, τελείους U 10 μεταδιώκουσιν U 11 καὶ ἱππομαχίας om. Η ποιῆσαι Turn. 12 χώρων codd. (χώρων Laur. Conv. 59) 13 γένοιτ’ ἄν V 14 ἐπιστήμης codd.: τῆς ἐπιστήμης v 15 νουθετῶν] νομοθετῶν U 16 ἐκάλη (sic) U 18 διὰ τί addidi: καλέσας δὲ αὐτὰς coni. Benzelius, λαλεῖ δὲ οὕτως coni. Markland)

v.1.p.259
τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν“ ἔφη „ὅτι οὐκ ἔστι πρὸς ἐμὲ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ θεὸς τοῦ πατρός μου ἦν μετ’ ἐμοῦ“ (Gen. 31, 5). διὰ τοῦτο γάρ, εἴποιμ’ ἄν, ὁ Λάβαν οὐκ ἔστι πρὸς σοῦ, ὅτι μετὰ σοῦ ὁ θεός· ἐν ᾗ μὲν γὰρ ψυχῇ τὸ ἐκτὸς αἰσθητὸν ὡς μέγιστον ἀγαθὸν τετίμηται, ἐν ταύτῃ λόγος ἀστεῖος οὐχ εὑρίσκεται· ᾗ δ’ ἐμπεριπατεῖ ὁ θεός, τὸ ἐκτὸς αἰσθητὸν ἀγαθὸν οὐχ ὑπείληπται, καθ’ ὃ νενόηται καὶ προσηγόρευται Λάβαν.

καὶ ὅσοι δὲ ἐν μέρει λόγου τοῦ προκόπτοντος κατὰ τὸν πατέρα κοσμοῦνται, τὰς ψυχῆς ἀλόγους φορὰς μεταδιδάσκουσιν ἐκλεξάμενοι ἐπιτήδειον τόπον τὸ πεδίον. λέγεται γὰρ τῷ Ἰωσήφ· „οὐχ οἱ ἀδελφοί σου ποιμαίνουσιν ἐν Συχέμ; δεῦρο ἀποστείλω σε πρὸς αὐτούς. ὁ δὲ εἶπεν Ἰδοὺ ἐγώ. εἶπε δὲ αὐτῷ Πορευθεὶς ἴδε, εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι. καὶ ἀπέστειλεν αὐτὸν ἐκ τῆς κοιλάδος τῆς Χεβρών, καὶ ἦλθεν εἰς Συχέμ. καὶ εὗρεν αὐτὸν ἄνθρωπος πλανωμένων ἐν τῷ πεδίῳ· ἠρώτησε δὲ αὐτὸν ὁ ἄνθρωπος Τί ζητεῖς; ὁ δὲ εἶπε Τοὺς ἀδελφούς μου ζητῶ, ἀνάγγειλόν μοι ποῦ βόσκουσιν. εἶπε δὲ αὐτῷ ὁ ἄνθρωπος Ἀπήρκασιν ἐντεῦθεν· ἤκουσα γὰρ αὐτῶν λεγόντων Πορευθῶμεν εἰς Δωθαείμ“ (Gen. 37, 13—17).

ὅτι μὲν οὖν ἐν πεδίῳ τῶν ἐν αὐτοῖς ἀλόγων δυνάμεων ποιοῦνται τὴν ἐπιστασίαν, δῆλόν ἐστιν ἐκ τῶν εἰρημένων. ὁ δὲ Ἰωσὴφ πέμπεται πρὸς αὐτούς, ἐπεὶ τὴν τοῦ πατρὸς ἐπιστήμην αὐστηροτέραν οὖσαν ἀδυνατεῖ φέρειν, ἵνα μάθῃ παρὰ τιθασωτέροις ὑφηγηταῖς τὰ πρακτέα καὶ συνοίσοντα· κέχρηται γὰρ δόγματι ἐκ διαφερόντων συνυφασμένῳ, πάνυ ποικίλῳ καὶ πολυπλόκῳ, παρὸ καὶ χιτῶνα κατεσκευάσθαι ποικίλον φησὶν ὁ νομοθέτης αὐτῷ (Gen. 37, 3), δηλῶν ὅτι λαβυρινθώδους καὶ δυσεκλύτου δόξης ἐστὶν εἰσηγητής·

πρὸς γὰρ πολιτείαν μᾶλλον ἢ πρὸς ἀλήθειαν φιλοσοφῶν τὰ τρία γένη τῶν ἀγαθῶν, τά τε ἐκτὸς καὶ περὶ σῶμα καὶ [*](1 πρός ἐμοῦ coni. Mang. ἐχθὲς scripsi: χθὲς codd. 2 καὶ τρίτην F: καὶ ὡς τρίτην ceteri 3 πρὸς σέ Η 5 ἀγαθῶν D εἰ δὲ ἐκπεριπατεῖ D 6 ἀγαθὸν] ὡς μέγιστον ἀγαθὸν U (Mang.) καθὸ F 7 δ’ FL 8 καὶ τὰς F τῆς ψυχῆς Η μεταδιδάσκουσι U 15 εἶπεν H 16 εἶπεν ὁ ἄνθρωπος αὐτῶ F 17 Δοθαείμ U 20 ἐπιστήμην] ἐπιστασίαν coni. Mang. 21 τιθασωτέροις HL: τιθασσοτέροις UF 22 συνυφα (sic) U 23 κατεσκευάσθαι U: κατεσκευάσθη Η, παρασκευᾶσθαι F, παρε κατεσκευάσθαι L 24 δηλῶν ὅτι Markland: δῆλον ὅτι H, δηλονότι ceteri) [*](4 — 6 DK fol. 255v Φίλωνος ἐκ τοῦ ζ΄ καὶ η΄ τῆς νόμων ἱερῶν ἀλληγορίας: ἐν ψυχῇ — οὐχ ὑπείληπται.)

v.1.p.260
ψυχήν, ὅλαις φύσεσιν ἀλλήλων διηρτημένα εἰς τὸ αὐτὸ ἄγει καὶ συνείρει, χρεῖον ἕκαστον ἑκάστου καὶ πάντα πάντων ἀποφαίνειν ἀξιῶν καὶ τὸ ἐξ ἀθρόων συντεθὲν ἄρτιον καὶ πλῆρες ὄντως ἀγαθόν, τὰ δ’ ἐξ ὧν τοῦτο ἐπάγη μέρη μὲν ἢ στοιχεῖα ἀγαθῶν, ἀγαθὰ δ’ οὐκ εἶναι τέλεια·

καθάπερ γὰρ μήτε πῦρ μήτε γῆν μήτε τι τῶν τεττάρων, ἐξ ὧν ἐδημιουργήθη τὸ πᾶν, κόσμον εἶναι, τὴν δὲ τῶν στοιχείων εἰς ταὐτὸ σύνοδόν τε καὶ κρᾶσιν, τὸν αὐτὸν τρόπον καὶ τὸ εὔδαιμον μήτε ἐν τοῖς ἐκτὸς ἰδίᾳ μήτε ἐν τοῖς περὶ σῶμα μήτε ἐν τοῖς περὶ ψυχὴν καθ’ αὑτὰ ἐξετάζεσθαι — τῶν γὰρ εἰρημένων ἕκαστον μερῶν τινα καὶ στοιχείων

λόγον ἔχειν —, ἀλλὰ κατὰ τὸ ἐκ πάντων ἄθροισμα. ταύτην οὖν τὴν δόξαν πέμπεται μεταδιδαχθησόμενος πρὸς ἄνδρας μόνον τὸ καλὸν ἀγαθὸν νομίζοντας, ὃ ψυχῆς ὡς ψυχῆς ἐστιν ἴδιον, τὰ δ’ ἐκτὸς καὶ περὶ σῶμα πλεονεκτήματα λεγόμενα μόνον, οὐ πρὸς ἀλήθειαν ὄντα, ἀγαθὰ πεπιστευκότας. „ἰδοὺ“ γάρ φησιν „οἱ ἀδελφοί σου ποιμαίνουσι“ καὶ ἄρχουσι παντὸς ἀλόγου μέρους τῶν ἐν αὐτοῖς „ἐν Συχέμ“ (Gen. 37, 13)· ὦμος δὲ ἑρμηνεύεται, τλητικοῦ σημεῖον πόνου· βαστάζουσι γὰρ ἄχθος μέγιστον οἱ φιλάρετοι, τὴν πρὸς σῶμα καὶ τὴν σώματος ἡδονὴν καὶ πάλιν αὖ τὴν πρὸς τὰ ἐκτὸς καὶ τὰς ἀπ’ αὐτῶν ἐγγινομένας τέρψεις ἀντίταξιν.

„δεῦρο οὖν ἀποστείλω σε πρὸς αὐτούς“ (ibid.), τουτέστι μετακλήθητι καὶ πρόσελθε τῇ διανοίᾳ λαβὼν ὁρμὴν ἑκούσιον εἰς τὸ τὰ ἀμείνω μαθεῖν. ἀλλ’ ἄχρι γε τοῦ παρόντος ἐπιμορφάζεις ὡς παιδείαν δεξάμενος τὴν ἀληθῆ· μήπω γὰρ παρὰ σαυτῷ τοῦτο ὡμολογηκὼς ἕτοιμος εἶναι λέγεις ἀναδιδάσκεσθαι, ὅταν φῇς „ἰδοὺ ἐγώ,“ ἐξ οὗ μοι δοκεῖς εἰκαιότητα καὶ εὐχέρειαν ἀπελέγχειν σεαυτοῦ μᾶλλον ἢ πρὸς τὸ μαθεῖν ἑτοιμότητα μηνύειν. τεκμήριον δέ, εὑρήσει σε μικρὸν ὕστερον ὁ ἀληθινὸς ἄνθρωπος πλανώμενον ἐν τῇ ὁδῷ (Gen. 37, 15), οὐκ ἂν πλανηθέντα, εἰ ἀπὸ γνώμης ὑγιοῦς ἐπὶ τὴν ἄσκησιν ἦλθες.

καὶ μὴν ὅ γε προτρεπτικὸς λόγος τοῦ πατρὸς ἀνάγκην ἐπιτίθησιν οὐδεμίαν, ἵνα ἐθελουργὸς καὶ αὐτοκέλευστος ἐπιτηδεύῃς τὰ βελτίω, φησὶ γάρ· „πορευθεὶς ἴδε,“ θέασαι καὶ [*](2 χρείαν F 3 ἀθρῶον (sic) F 4 ἡ] εἰς U 6 ταὐτὸν HL 8 ἴδιον F μήτε post ἰδίᾳ] μή με Η 10 ἔχει codd. ἔχειν Laur. Conv. 59) 12 καὶ ὡς ψυχῆς L καὶ περὶ UF: καὶ om. HL 13 πλεονεκτήματα λεγόμενα UF: λεγόμενα πλεονεκτήματα· HL 18 αὖ τὴν] αὐτὴν F ἐγγινομένας UF: γινομένας HL 19 ἀντίταξιν UF: ἀντιπαράταξιν HL 20 λαβεῖν HL1 21 μαθεῖν] παθεῖν U ἀλλὰ F 22 ὡμολογηκὼς] ἐγνωκὼς coni. Mang. 24 ἱκανότητα L 25 ἑτοιμότατα 11 ἀληθινὸς UFH: ἀληθὴς L 28 ἴν’ U 29 καὶ om. HL)

v.1.p.261
κατανόησον καὶ πάνυ ἀκριβῶς περίσκεψαι τὸ πρᾶγμα· εἰδέναι γάρ σε δεῖ περὶ ὃ μέλλεις πονεῖσθαι πρότερον, εἶτ’ αὖθις ἐπὶ τὴν ἐπιμέλειαν αὐτοῦ χωρεῖν.

ὅταν μέντοι διακύψῃς καὶ περιαγαγὼν ὄμμα ὅλον δι’ ὅλων καταθεάσῃ, προσεξέτασον καὶ τοὺς ἐπιθεμένους ἤδη καὶ ἀσκητὰς αὐτοῦ γεγονότας, εἰ τοῦτο δρῶντες „ὑγιαίνουσιν“ ἀλλὰ μὴ μεμήνασι, καθάπερ οἱ φιλήδονοι διασύροντες καὶ ἐπιχλευάζοντες νομίζουσι. μήτε δὲ τὴν θέαν τοῦ πράγματος μήτε τὴν περὶ τοῦ ὑγιαίνειν τοὺς ἀσκητὰς διάγνωσιν βεβαιώσῃ παρὰ σεαυτῷ, πρὶν „ἀναγγεῖλαι“ καὶ ἀνενεγκεῖν τῷ πατρί· γνῶμαι γὰρ αἱ μὲν τῶν ἄρτι μανθάνειν ἀρχομένων ἄστατοι καὶ ἀνίδρυτοι, πάγιοι δ’ αἱ τῶν προκεκοφότων, ἀφ’ ὧν τὸ ἀκλινὲς κἀκείνους λαμβάνειν ἀναγκαῖον.

Τοῦτον, ὦ διάνοια, τὸν τρόπον ἐὰν ἐρευνᾷς τοὺς ἱεροφαντηθέντας λόγους μὲν θεοῦ, νόμους δὲ ἀνθρώπων θεοφιλῶν, οὐδὲν ταπεινὸν οὐδ’ ἀνάξιον τοῦ μεγέθους αὐτῶν ἀναγκασθήσῃ παραδέχεσθαι. αὐτὸ γὰρ τοῦτο, περὶ οὗ νῦν ὁ λόγος ἐστί, πῶς ἄν τις τῶν εὖ φρονούντων παραδέξαιτο; ἆρα τοσαύτην σπάνιν οἰκετῶν ἢ ὑπηρετῶν εἰκὸς εἶναι τῷ βασιλέως ἔχοντι περιουσίαν Ἰακώβ, ὡς υἱὸν ἐπὶ τὴν ξένην ἐκπέμπειν διαγγελοῦντα περὶ τῶν ἄλλων παίδων, εἰ ὑγιαίνουσι, καὶ προσέτι τῶν θρεμμάτων;

ὁ πάππος αὐτοῦ χωρὶς τοῦ πλήθους τῶν αἰχμαλώτων, οὓς ἐννέα βασιλεῖς καθελὼν ἀπήγαγεν, ὑπὲρ τριακοσίους ἔσχεν οἰκότριβας· μεμείωται δὲ τῆς οἰκίας οὐδέν, ἀλλὰ χρόνου προϊόντος πάντα διὰ πάντων ἔλαβεν αὔξησιν. οὐκ ἂν οὖν ἀφθόνου θεραπείας ὑπαρχούσης υἱὸν ἠξίου πέμπειν, οὗ μάλιστα ἐκήδετο, ἐπὶ πρᾶξιν, ἣν καὶ τῶν εὐτελεστάτων ἄν τις ῥᾳδίως κατώρθωσεν.

ἀλλ’ ὁρᾷς ὅτι καὶ τὸ χωρίον, ὅθεν αὐτὸν ἐκπέμπει, περιττῶς ἀναγράφει μόνον οὐκ ἐναργῶς προτρέπων ἀφίστασθαι τοῦ ῥητοῦ· „ἐκ γὰρ τῆς κοιλάδος τῆς Χεβρών“ (Gen. 37, 14)· συζυγὴ δὲ καὶ συνεταιρὶς Χεβρὼν καλεῖται συμβολικῶς ἡμῶν τὸ σῶμα, ὅτι συνέζευκται καὶ ὥσπερ ἑταιρίαν καὶ φιλίαν πρὸς ψυχὴν τέθειται· κοιλάδας δὲ ἔχει τὰ αἰσθητήρια, μεγάλας δεξαμενὰς ἁπάντων ὅσα ἐκτὸς αἰσθητά, ἃ τὰς παμπληθεῖς ποιότητας ἐπαντλοῦντα καὶ διὰ τῶν δεξαμενῶν ἐπεισχέοντα τῇ διανοίᾳ κατακλύζει καὶ βύθιον αὐτὴν ἀπεργάζεται.

διὰ [*](2 αὐτοῦ χωρεῖν F: χωρεῖν αὑτοῦ U (Mang.), αὐτοῦ χώρησιν Η, τοῦ χώρησιν L, του χώρησον Tum. o μέντοι UF: μέντοι γε HL 8 γνῶμαι] γνῶναι U 9 δ’ αἱ UF: δὲ HL 10 προκεκωφότων F ἀφ’ ὧν scripsi: ὑφ’ ὧν codd. κἀκείνους UFH: ἐκείνους L 12 λόγους μὲν UFL2: λογισμοὺς HL1 17 ἀναγγελοῦντα coni. Mang. εἰ om. U 20 οὐθέν U 23 κατόρθωσεν HL 24 μόνον ἀργῶς (sic) U 25 τῶν Χεβρών HL συζυγὴ — Χεβρὼν καλεῖται (26) om. HL 26 Χεβρὼν καλεῖται U: καλεῖται Χεβρὼν F(HL) 27 ψυχὴν] εὐχὴν U τέθεικε U 28 ἔχε FL)

v.1.p.262
τοῦτο ἐν τῷ νόμῳ τῆς λέπρας, ὅταν ἐν οἰκίᾳ κοιλάδες χλωρίζουσαι ἢ πυρρίζουσαι φανῶσι, διείρηται τοὺς λίθους, ἐν οἷς γεγόνασιν, ἐξελόντας ἑτέρους ἀντιτιθέναι (Lev. 14,37 ss.), τουτέστιν, ὅταν διαφέρουσαι ποιότητες, ἃς ἐδημιούργησαν ἡδοναὶ καὶ ἐπιθυμίαι καὶ τὰ ἀδελφὰ τούτων πάθη, βαρύνασαι καὶ πιέσασαι τὴν ὅλην ψυχὴν κοιλοτέραν καὶ ταπεινοτέραν αὐτὴν ἑαυτῆς ἐργάσωνται, τοὺς τῆς ἀσθενείας αἰτίους λόγους ἀνελεῖν, ὑγιεινοὺς δὲ δι’ ἀγωγῆς νομίμου ἢ καὶ παιδεύσεως ὀρθῆς ἀντεισαγαγεῖν.

τὸν Ἰωσὴφ οὖν ὅλον εἰς τὰς τοῦ σώματος καὶ τῶν αἰσθήσεων κοιλότητας εἰσδεδυκότα ὁρῶν προκαλεῖται τῶν φωλεῶν ἔξω προελθόντα ἐλευθέρου σπάσαι τοῦ καρτερίας πνεύματος φοιτήσαντα πρὸς τοὺς πάλαι μὲν ἀσκητὰς νυνὶ δὲ διδασκάλους αὐτῆς. ὁ δὲ προεληλυθέναι δόξας πλανώμενος εὑρίσκεται· „εὗρε“ γάρ φησιν „αὐτὸν ἄνθρωπος πλανώμενον ἐν τῷ πεδίῳ“ (Gen. 37, 15), δηλῶν ὅτι οὐχ ὁ πόνος καθ’ αὑτὸν ἀλλ’ ὁ μετὰ τέχνης ἀγαθόν.

ὥσπερ γὰρ οὔτε μουσικὴν ἀμούσως οὔτε γραμματικὴν ἀγραμμάτως οὐδὲ συνόλως φράσαι τέχνην ἀτέχνως ἢ κακοτέχνως ἀλλὰ τεχνικῶς ἑκάστην ἐπιτηδεύειν προσῆκεν, οὕτως οὐδὲ φρόνησιν πανούργως οὐδὲ σωφροσύνην φειδωλῶς καὶ ἀνελευθέρως οὐδὲ θρασέως ἀνδρείαν οὐδὲ δεισιδαιμόνως εὐσέβειαν οὐδ’ ἄλλην τινὰ τῶν κατ’ ἀρετὴν ἐπιστήμην ἀνεπιστημόνως· ἀνοδία γὰρ ὁμολογουμένως ταῦτα πάντα. παρὸ καὶ νόμος κεῖται „δικαίως τὸ δίκαιον διώκειν“ (Deut. 16, 20), ἵνα δικαιοσύνην καὶ πᾶσαν ἀρετὴν τοῖς συγγενέσιν ἔργοις αὐτῆς ἀλλὰ μὴ τοῖς ἐναντίοις μετερχώμεθα.

ἐὰν οὖν τινα θεάσῃ σῖτα καὶ ποτὰ μὴ ἐν καιρῷ προσιέμενον ἢ λουτρὰ καὶ ἀλείμματα παραιτούμενον ἢ τῶν περὶ σῶμα σκεπασμάτων ἀμελοῦντα ἢ χαμευνίαις καὶ δυσαυλίαις χρώμενον, εἶτ’ ἐκ τούτων ἐπιμορφάζοντα ἐγκράτειαν, οἶκτον λαβὼν τῆς περὶ αὐτὸν πλάνης τὴν ἀληθῆ τῆς ἐγκρατείας ὁδὸν δεῖξον· ἃ γὰρ ἐπετήδευσεν, ἀνήνυτοι καὶ ἄτρυτοι πόνοι λιμῷ καὶ ταῖς ἄλλαις κακώσεσι ψυχὴν καὶ σῶμα ἐκτραχηλίζοντες.

μηδ’ εἴ τις περιρραντηρίοις ἢ καθαρσίοις χρώμενος διάνοιαν μὲν ῥυπαίνει τὴν ἑαυτοῦ, τὸ δὲ σῶμα φαιδρύνει, μηδ’ εἰ πάλιν ὑπὸ περιουσίας νεὼν ἱδρύεται λαμπροτάταις [*](1 ἐν prius om. HL 2 πυρίζουσι U διήρηται Η 5 ταπεινωτέραν Η 6 αὐτὴν] αὐτῆς Η 7 διαγωγῆς FL2, διανομῆς HL1 9 εἰσδεδεκότα F 10 σπάσαι] πᾶσαι Η πρὸς τοὺς UF: πρὸς αὐτοὺς IIL 12 αὐτὸν ἄνθρωπος U: ἄνθρωπος αὐτὸν FHL 15 φράσαι] τὶ φράσαι UF 17 σωφροσύνην] σωφρονίζειν F 18 ἀνδρείαν codd.: ἀνδρίαν v τινὰ τῶν VF: τῶν om. HL 19 ὁμολογούμενα UF 19. 20 ταῦτα πάντα U: πάντα ταῦτα FHL 24 χαυμευνίαις (sic) F 27 ἐπετήδευσε U, ἐπετήδευσαν FH ἀνηνύτοις καὶ ἀτρύτοις πόνοις UF 28 ἐκτραχηλιάζοντες F 29 ῥυπαίνη U 30 φαιδρύνει ,μετὰ καθαρῶν, Markland νίων F ἵδρυται HL)

v.1.p.263
χορηγίαις καὶ δαπάναις χρώμενος ἢ ἑκατόμβας ἀνάγει καὶ βουθυτῶν οὐ παύεται ἢ πολυτελέσιν ἀναθήμασι κοσμεῖ τὸ ἱερὸν ἀφθόνους μὲν ὕλας τέχνας δὲ παντὸς ἀργύρου καὶ χρυσοῦ τιμιωτέρας εἰσάγων, μετ’ εὐσεβῶν ἀναγεγράφθω·