Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

διόπερ ἑλέσθαι ἄν μοι δοκοῦσιν οἱ μὴ τελείως ἀπαίδευτοι πεπηρῶσθαι μᾶλλον ἢ τὰ μὴ προσήκονθ’ ὁρᾶν καὶ κεκωφῶσθαι μᾶλλον ἢ βλαβερῶν ἀκούειν λόγων καὶ ἐκτετμῆσθαι γλῶτταν ὑπὲρ τοῦ μηδὲν τῶν ἀρρήτων ἐκλαλῆσαι.

φασὶ γοῦν ἤδη τινὰς τῶν σοφῶν τροχιζομένους ὑπὲρ τοῦ τὰ ἄρρητα μηνῦσαι γλῶτταν ἀποτραγόντας τὴν ἑαυτῶν ἀργαλεωτέραν κατὰ τῶν βασανιστῶν ἀντιτεχνήσασθαι βάσανον οὐ δυνηθέντων ἃ ἐπόθουν ἐπιγνῶναι. ἐξευνουχισθῆναί γε μὴν ἄμεινον ἢ πρὸς συνουσίας ἐκνόμους λυττᾶν. ἅπαντα δὴ ταῦτα συμφοραῖς ἀνηκέστοις βαπτίζοντα τὴν ψυχὴν δίκης καὶ τιμωρίας εἰκότως ἂν τῆς ἀνωτάτω τυγχάνοι.