Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

οὕτως μὲν ἐν τῷ σοφῷ τὰ ἑπτὰ φαίνεται καθαρά, κατὰ δὲ τὰ ἐναντία ἐν τῷ φαύλῳ πάντα ἐκδικούμενα· πόσην γὰρ ὑπολαμβάνομεν πληθὺν καθ’ ἑκάστην ἡμέραν ὑπ’ ὀφθαλμῶν προδίδοσθαι πρὸς τὰ χρώματα καὶ σχήματα καὶ ἃ μὴ θέμις ὁρᾶν αὐτομολούντων; πόσην δὲ ὑπὸ ὤτων ἁπάσαις φωναῖς ἐπακολουθούντων; πόσην δὲ πρὸς τῶν ὀσφρήσεως καὶ γεύσεως ὀργάνων ὑπό τε ἀτμῶν καὶ τῶν ἄλλων ἀπλέτοις ποικιλίαις ἀγομένων;

ἔτι τοίνυν σοι λέγω τὸ πλῆθος ὧν ἀχαλίνου γλώττης ῥεῦμα ἀνεπίσχετον διέφθειρεν ἢ ὁ περὶ τὰς μίξεις μετ’ ἐπιθυμίας ἀκρατοῦς ἀνίατος οἶστρος; μεσταὶ μὲν αἱ πόλεις, μεστὴ δὲ ἀπὸ περάτων ἐπὶ πέρατα πᾶσα ἡ γῆ τῶν κακῶν τούτων, ἐξ ὧν ὁ συνεχὴς καὶ ἄπαυστος καὶ μέγιστος πολέμων ὁ κατ’ εἰρήνην ἀνθρώπων γένει καὶ ἰδίᾳ καὶ κοινῇ φύεται.