Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

τὰ δὲ ἑπτὰ ταῦτα ἐν μὲν σοφοῦ ψυχῇ ἀμίαντα. καὶ καθαρά, ταύτῃ καὶ τιμῆς ἐπάξια εὑρίσκεται, ἐν δὲ ἄφρονος ἀκάθαρτα καὶ μεμιασμένα καὶ ὅπερ εἶπεν ἐκδικούμενα, ἴσον τῷ δίκης ἐπάξια καὶ τιμωρίας.

ὁπότε γοῦν τὴν γῆν ὕδατι καθαίρειν ὁ δημιουργὸς διενοήθη καὶ τὴν ψυχὴν τῶν ἀμυθήτων ἀδικημάτων κάθαρσιν λαβεῖν ἐκνιψαμένην καὶ ἀπολουσαμένην τὰ μιάσματα τρόπον ἁγνείας ἱερᾶς, παραινεῖ τῷ φανέντι δικαίῳ, ὃς οὐ παρεσύρη τῇ τοῦ κατακλυσμοῦ φορᾷ, εἰσάγειν εἰς τὴν κιβωτόν, ὅπερ ἦν τὸ ψυχῆς ἀγγεῖον τὸ σῶμα, „ἀπὸ τῶν κτηνῶν τῶν καθαρῶν ἑπτά, ἄρρεν καὶ θῆλυ“ (Gen. 7, 2), δικαιώσας τὸν ἀστεῖον λογισμὸν χρῆσθαι μέρεσι τοῖς τοῦ ἀλόγου πᾶσι καθαροῖς.