Quod Deterius Potiori Insidiari Soleat
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
„Ὁ δ’ ἀποκτείνας“ φησί „Κάιν ἑπτὰ ἐκδικούμενα παραλύσει“ (Gen. 4, 15). καὶ τοῦτο τίνα ἔχει λόγον πρὸς τὰς ῥητὰς διερμηνεύσεις, οὐκ οἶδα· οὔτε γὰρ τίνα ἐστὶ τὰ ἑπτὰ οὔτε πῶς ἐκδικούμενα οὔτε ὃν τρόπον παρίεται καὶ ἐκλύεται, δεδήλωκεν· ὥστε τροπικώτερον καὶ δι’ ὑπονοιῶν ἀνάγκη πάντα τὰ τοιαῦτα λέγεσθαι νομίζειν.
μήποτ’ οὖν ὃ βούλεται παριστάνειν ἐστὶ τοιόνδε· τὸ ἄλογον τῆς ψυχῆς εἰς ἑπτὰ διανέμεται μοίρας, ὅρασιν ἀκοὴν ὄσφρησιν γεῦσιν ἁφὴν λόγον γόνιμον· εἰ δή τις τὸν ὄγδοον ἀνέλοι, νοῦν τὸν ἡγεμόνα τούτων Κάιν, παραλύσει καὶ τὰ ἑπτά· ῥώμῃ μὲν γὰρ τῆς διανοίας καρτερᾷ πάντα συρρώννυται, ἀσθενείᾳ δὲ συγκάμνει, φθορᾷ δὲ ἣν ἐπάγει κακία παντελεῖ πάρεσίν τε καὶ ἔκλυσιν λαμβάνει.