Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ὁπότ’ οὖν ὅλον ἐκφυγεῖν τὸ τοῦ θεοῦ ἔργον ἀμήχανον, πῶς οὐκ ἀδύνατον μᾶλλον ἀποδρᾶναι τὸν ποιητὴν καὶ ἡγεμόνα τούτου; μηδεὶς οὖν τὴν πρόχειρον ἐκδοχὴν τοῦ λόγου παραδεχόμενος ἀνεξετάστως τῷ νόμῳ τὴν ἰδίαν εὐήθειαν προσαρτάτω, περισκεψάμενος δ’ ὅπερ αἰνίττεται δι’ ὑπονοιῶν τὸ σαφὲς διαγνώτω.

μήποτ’ οὖν ὅπερ ἐμφαίνεται διὰ τοῦ „εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι“ τοῦτ’ ἐστίν· εἰ μὴ παρέχεις μοι τὰ γῆς ἀγαθά, οὐδὲ τὰ οὐρανοῦ δέχομαι· καὶ εἰ μή τίς ἐστι χρῆσις καὶ ἀπόλαυσις ἡδονῆς, καὶ ἀρετὴν παραιτοῦμαι· καὶ εἰ τῶν ἀνθρωπείων μὴ μεταδίδως ἀγαθῶν, ἔχε καὶ τὰ θεῖα.