Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ἄνθρωπος δ’ ἂν ἤ τι τῶν γενομένων κρύπτεσθαι δυνηθείη θεόν; ποῦ; τὸν ἐφθακότα πάντῃ, τὸν ἄχρι περάτων ἀποβλέποντα, τὸν πεπληρωκότα τὸ πᾶν, οὗ τῶν ὄντων οὐδὲ τὸ βραχύτατον ἔρημον; καὶ τί παράδοξον, εἰ μηδενὶ τῶν γενομένων ἐφικτὸν κρύπτεσθαι [*](1 αὐτὴ UF 2 ἐπιστήμη HL 5 ἄνδρα adil. Mang. συμβιβάσεις FL 6 διοικηθεῖσα HL 10 ἐκβάλλεις UHL: ἐκβάλης F, ἐκβαλεῖς v 11 ἀπὸ προσώπου UF: ἀπὸ τοῦ προσώπου HL 13 τῆς om. U κρυβήση FL2: κρυφθήση UHL1 τοῦτ’] τούτων U 14 ἠγνόησεν HL1 15 θάλαττα H 16 γοῦν] μὲν F 18 οἰκείους F: οἰκείας UHL 22 μετεωρήσας UF 23 αὐτὸν U πτηνὸν coni. Markland 25 ὅσον L iSv F: ἐὰν UITL θᾶττον μᾶλλον L 26 φορᾶς] χαρᾶς H 30 τί] τὸ U ἐφηκτὸν H)

v.1.p.293
τὸ ὄν, ὁπότε οὐδὲ τὰς ὑλικὰς ἀρχὰς ἔνεστι διεκδῦναι, ἀλλ’ ἀνάγκη τῷ μίαν διαφυγόντι εἰς ἑτέραν μεταβῆναι;

εἰ τὸ ὄν, καθ’ ἣν τέχνην ἐποίει τὰ ἀμφίβια, κατὰ ταύτην καὶ ζῷον πανταχοῦ βιωσόμενον ἐβουλήθη καινουργῆσαι, τοῦτο τὸ ζῷον, εἰ μὲν τὰ βάρος ἔχοντα ἀπεδίδρασκε γῆν καὶ ὕδωρ, πρὸς τὰ τῇ φύσει κοῦφα ἀέρα καὶ πῦρ ἧκεν ἄν, ἔμπαλιν δ’ ἐνομιλῆσαν τοῖς μεταρσίοις, εἰ μετανάστασιν ἐζήτει τὴν ἀπ’ αὐτῶν, τὸν ἐναντίον ἤμειψεν ἂν χῶρον· ἔδει γὰρ αὐτὸ πάντως καθ’ ἓν τοῦ κόσμου μέρος προφαίνεσθαι, ἐπειδὴ τοῦ παντὸς ἔξω δραμεῖν ἦν ἀδύνατον, πρὸς τῷ μηδὲ ἐκτὸς ὑπολελεῖφθαί τι τὸν δημιουργὸν ὅλας δι’ ὅλων τὰς τέτταρας ἀρχὰς εἰς τὴν τοῦ κόσμου σύστασιν ἀναλώσαντα, ἵνα ἐκ μερῶν τελείων τελειότατον ἀπεργάσηται τὸ πᾶν.