Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

Τοῦτον, ὦ διάνοια, τὸν τρόπον ἐὰν ἐρευνᾷς τοὺς ἱεροφαντηθέντας λόγους μὲν θεοῦ, νόμους δὲ ἀνθρώπων θεοφιλῶν, οὐδὲν ταπεινὸν οὐδ’ ἀνάξιον τοῦ μεγέθους αὐτῶν ἀναγκασθήσῃ παραδέχεσθαι. αὐτὸ γὰρ τοῦτο, περὶ οὗ νῦν ὁ λόγος ἐστί, πῶς ἄν τις τῶν εὖ φρονούντων παραδέξαιτο; ἆρα τοσαύτην σπάνιν οἰκετῶν ἢ ὑπηρετῶν εἰκὸς εἶναι τῷ βασιλέως ἔχοντι περιουσίαν Ἰακώβ, ὡς υἱὸν ἐπὶ τὴν ξένην ἐκπέμπειν διαγγελοῦντα περὶ τῶν ἄλλων παίδων, εἰ ὑγιαίνουσι, καὶ προσέτι τῶν θρεμμάτων;

ὁ πάππος αὐτοῦ χωρὶς τοῦ πλήθους τῶν αἰχμαλώτων, οὓς ἐννέα βασιλεῖς καθελὼν ἀπήγαγεν, ὑπὲρ τριακοσίους ἔσχεν οἰκότριβας· μεμείωται δὲ τῆς οἰκίας οὐδέν, ἀλλὰ χρόνου προϊόντος πάντα διὰ πάντων ἔλαβεν αὔξησιν. οὐκ ἂν οὖν ἀφθόνου θεραπείας ὑπαρχούσης υἱὸν ἠξίου πέμπειν, οὗ μάλιστα ἐκήδετο, ἐπὶ πρᾶξιν, ἣν καὶ τῶν εὐτελεστάτων ἄν τις ῥᾳδίως κατώρθωσεν.