Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

καὶ μὴν ὅ γε προτρεπτικὸς λόγος τοῦ πατρὸς ἀνάγκην ἐπιτίθησιν οὐδεμίαν, ἵνα ἐθελουργὸς καὶ αὐτοκέλευστος ἐπιτηδεύῃς τὰ βελτίω, φησὶ γάρ· „πορευθεὶς ἴδε,“ θέασαι καὶ [*](2 χρείαν F 3 ἀθρῶον (sic) F 4 ἡ] εἰς U 6 ταὐτὸν HL 8 ἴδιον F μήτε post ἰδίᾳ] μή με Η 10 ἔχει codd. ἔχειν Laur. Conv. 59) 12 καὶ ὡς ψυχῆς L καὶ περὶ UF: καὶ om. HL 13 πλεονεκτήματα λεγόμενα UF: λεγόμενα πλεονεκτήματα· HL 18 αὖ τὴν] αὐτὴν F ἐγγινομένας UF: γινομένας HL 19 ἀντίταξιν UF: ἀντιπαράταξιν HL 20 λαβεῖν HL1 21 μαθεῖν] παθεῖν U ἀλλὰ F 22 ὡμολογηκὼς] ἐγνωκὼς coni. Mang. 24 ἱκανότητα L 25 ἑτοιμότατα 11 ἀληθινὸς UFH: ἀληθὴς L 28 ἴν’ U 29 καὶ om. HL)

v.1.p.261
κατανόησον καὶ πάνυ ἀκριβῶς περίσκεψαι τὸ πρᾶγμα· εἰδέναι γάρ σε δεῖ περὶ ὃ μέλλεις πονεῖσθαι πρότερον, εἶτ’ αὖθις ἐπὶ τὴν ἐπιμέλειαν αὐτοῦ χωρεῖν.

ὅταν μέντοι διακύψῃς καὶ περιαγαγὼν ὄμμα ὅλον δι’ ὅλων καταθεάσῃ, προσεξέτασον καὶ τοὺς ἐπιθεμένους ἤδη καὶ ἀσκητὰς αὐτοῦ γεγονότας, εἰ τοῦτο δρῶντες „ὑγιαίνουσιν“ ἀλλὰ μὴ μεμήνασι, καθάπερ οἱ φιλήδονοι διασύροντες καὶ ἐπιχλευάζοντες νομίζουσι. μήτε δὲ τὴν θέαν τοῦ πράγματος μήτε τὴν περὶ τοῦ ὑγιαίνειν τοὺς ἀσκητὰς διάγνωσιν βεβαιώσῃ παρὰ σεαυτῷ, πρὶν „ἀναγγεῖλαι“ καὶ ἀνενεγκεῖν τῷ πατρί· γνῶμαι γὰρ αἱ μὲν τῶν ἄρτι μανθάνειν ἀρχομένων ἄστατοι καὶ ἀνίδρυτοι, πάγιοι δ’ αἱ τῶν προκεκοφότων, ἀφ’ ὧν τὸ ἀκλινὲς κἀκείνους λαμβάνειν ἀναγκαῖον.