Quod Deterius Potiori Insidiari Soleat
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
ὁ μὲν δὴ φαῦλος τὸ γεῶδες σῶμα καὶ τὰς συγγενεῖς αἰσθήσεις αὐτῷ καὶ ὅσα ἐκτὸς αἰσθητὰ ἐργαζόμενος ἀτέχνως οὐ παύεται, καὶ βλάπτει μὲν τὴν παναθλίαν ψυχὴν ἑαυτοῦ, βλάπτει δὲ καὶ ὃ δοκεῖ μάλιστα ὠφελεῖν τὸ ἴδιον σῶμα· τῷ δὲ σπουδαίῳ — τέχνης γὰρ ἔμπειρος γεωργικῆς ἐστιν — ἡ ὕλη πᾶσα τεχνικῶς καὶ σὺν λόγῳ μεθοδεύεται.
ὅταν μέν γε αἱ αἰσθήσεις ἐξυβρίζωσι πρὸς τὰ ἐκτὸς αἰσθητὰ μετὰ ἀκατασχέτου ῥύμης ἐκφερόμεναι, μηχανῇ τινι ὧν ἡ τέχνη κατεσκευάσατο ῥᾳδίως στέλλονται· ὅταν δὲ παλμῶδες ἐν ψυχῇ πάθος ὠμὸν γένηται κνησμοὺς καὶ γαργαλισμοὺς ἐξ ἡδονῆς καὶ ἐπιθυμίας ἢ πάλιν δηγμούς τε καὶ πτοίας ἐκ φόβου καὶ λύπης ἐμποιοῦν, προευτρεπισθέντι σωτηρίῳ πεπαίνεται φαρμάκῳ· καὶ μὴν εἴ τις ἐπινεμομένη κακία μηκύνεται, τῆς ἐν σώματι ἑρπηνώδους ἀδελφὴ νόσου, λόγῳ τομεῖ τῷ κατ’ ἐπιστήμην τέμνεται.