Quod Deterius Potiori Insidiari Soleat
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
ἕτερον δὲ ἐθεασάμην, ὃς τῶν ἡμέρων δένδρων οὐκ εὐγενὲς ὃ μὲν ὑπερεῖχε τῆς γῆς ἔρνος ἔτεμε, μικρὸν δ’ ὅσον πρὸς αὐταῖς ῥίζαις ἀνέχον εἴασε, λαβὼν δ’ ἀπ’ εὐγενοῦς ἑτέρου κλάδον εὐφυᾶ τὸν μὲν ἄχρι τῆς ἐντεριώνης καθ’ ἓν μέρος ἀπέξεσε, τὸ δὲ πρὸς ταῖς ῥίζαις οὐ κατὰ πολλοῦ βάθους ἐντεμών, ἀλλ’ ὥστε διαστῆσαι μόνον τὴν ἕνωσιν, τὸ ἀπεξεσμένον ὑπενεγκὼν ἐνηρμόσατο τῷ [*](4 ἡ γεωργία F: ἡ γεωργική ceteri πολλοὶ δὲ καὶ οἱ τῶν Γ’ 7 κατὰ δὲ τύχην F 8 τὰ δὲ τῶν UF: τῶν δὲ HL τὰ alterum] ἃ UF 13 τείχους] τάχους F 14 ἐᾶν HL αὐτῆς F διαφέροντες F 15 τῶν HL: τῶ F, τὸ U 16 συντέμνων] συστέλλων coni. Mang. 17 ἔτεινε UF: ἐκκλίνειν HL, ἐκκλίνει v 18 ἐπενεγκών HL: ὑπενεγκών UF αἲ Γ’ 19 ἐγίνοντο UFH: ἐγένοντο L τῆ φύσει F 20 ἀποδύσασθαι FH; ἀποδυσάσης coni. Mang. παυσαμένης L 21 ἐκγόνοις UF: ἐγγόνοις HL 23 ὃς] ὡς UF 24 οὐ U εὐγενὲς ὃ om. U ἔτεμεν U 25 ῥίζαι U 26 τὸν] τὸ U ἐντεριόνῆς F 27 ἀντεμών U, ἐκτεμών Mang. 28 διαστῆναι F ὑπενεγκὼν HL: ἐπενεγκὼν UF; ὐπεισενεγκὼν coni. Mang.)
ἐξ ὧν ἀμφοτέρων μία δένδρου φύσις ἡνωμένη γίνεται, ἑκατέρου μέρους ἀντίδοσιν τῆς ὠφελείας θατέρῳ ποιουμένου· αἱ μὲν γὰρ ῥίζαι τὸν ἐφαρμοσθέντα τρέφουσι καὶ κωλύουσιν ἀφαυαίνεσθαι κλάδον, ὁ δ’ εὐκαρπίαν ἀμοιβὴν τροφῆς ἀντιχαρίζεται ταύταις. ἔστι δὲ καὶ ἄλλα μυρία τῶν κατὰ γεωργίαν τεχνικὰ ἔργα, ὧν περιττὸν ἐν τῷ παρόντι μεμνῆσθαι· τοῦ γὰρ διαφορὰν ἐνδείξασθαι μόνον ἐργάτου γῆς καὶ γεωργοῦ χάριν ταῦτ’ ἐμηκύναμεν.