De Sacrificiis Abelis Et Caini

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ἔστω δὲ ἡ νέα ψυχῆς ἀκμὴ „πεφρυγμένη“, τουτέστιν, ὡς πυρὶ χρυσός, λόγῳ δυνατῷ βεβασανισμένη· τοῦ δὲ βεβασανίσθαι καὶ δεδοκιμάσθαι σημεῖον τὸ πεπηγέναι· καθάπερ γὰρ ὁ τῶν τεθηλότων ἀσταχύων καρπός, ἵνα μηκέτι πλαδᾷ, φρύγεται, τοῦτο δ’ οὐκ ἄνευ πυρὸς πέφυκε συμβαίνειν, οὕτως καὶ τὴν νέαν πρὸς ἀρετῆς ἀκμὴν ἀνάληψιν δυνατῷ καὶ ἀνικήτῳ λόγῳ χρὴ πάγιον καὶ σταθερωτάτην ἀπεργάζεσθαι· πέφυκε δὲ ὁ λόγος οὐ μόνον πήττειν ἐν ψυχῇ τὰ θεωρήματα διαρρεῖν αὐτὰ κωλύων, ἀλλὰ καὶ τὴν τοῦ ἀλόγου πάθους ὁρμὴν εὐτόνως ἐκλύειν.