De Sacrificiis Abelis Et Caini

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ἐν διανοίᾳ θεῖσα, μάταιον ἔτι διὰ λόγων ὦτα γυμνάζειν. διὸ καὶ λέγεται· „φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιῶν, ἀλλὰ καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε“ (Lev. 26, 10), ὡς δέον πολιὸν μὲν μάθημα χρόνῳ μηδὲν ἀρνεῖσθαι πειρωμένους καὶ γράμμασι σοφῶν ἀνδρῶν ἐντυγχάνειν καὶ γνώμαις καὶ διηγήσεσιν ἀρχαιολογούντων παρεῖναι καὶ φιλοπευστεῖν ἀεὶ περὶ τῶν προτέρων καὶ ἀνθρώπων καὶ πραγμάτων, τοῦ μηδὲν ἀγνοεῖν ὄντος ἡδίστου, νέας δὲ ὅταν ἀνατείλῃ βλάστας αὐτοδιδάκτου σοφίας ὁ θεὸς ἐν ψυχῇ, τὰ ἐκ διδασκαλίας εὐθὺς περιγράφειν καὶ περισύρειν ὑπονοστοῦντα καὶ ὑπορρέοντα ἐξ ἑαυτῶν· τὸν γὰρ θεοῦ [*](1 ἀφ’ οὗ καὶ ἀνίστασθαι Α 2 ὑπόληψιν ἐκκλίνοντας transp. UF οὗτος] οὕτως MPH1, οὕτω G 3 Μωση Pap, Μωυσῆ UF: Μωσεῖ ceteri 4 εἰσιν Pap 4. 5 εἰσι πρεσβύτεροι codd.: πρεσβύτεροί εἰσιν Mang. 5 πρεσβυτέρων HP1, πρεσβύτεροι om. L ὡς — πρεσβυτέρων (6) om. P ὡς ἄν Pap UF: ἄν om. ceteri ἀποδεχόμενοι coni. Mang. 7 εἰωθότες P (coni. Mang.) ὠφελεῖ ΑΗ μὲν om. GP 8 τελείας] τημελείας G καὶ πρὸς Α πολιτείας HP παλαιὰς Pap 10 τε om. F αὑτοὺς (Pap) U: ἑαυτοὺς ceteri 11 προειδομένους U, προειδομένοις ceteri (Pap) μηδ’ AUF 12 αἰφνίδιον om. GHP1L1 επιλαμψη τὸ Pap: ἐπιλάμψῃ (om. τὸ) UF, ἐπιλάμψαιτο ceteri, ἐπιλάμψηται V ἡ δὲ Pap MAGP: ἥδε F, εἰ ἑ U, ἣ δὴ H 13 τῆς ψυχῆς AF ἐπιστήμης θεατὰς transp. Α ἐπιστήμας F 14 ἐργάσηται Pap F: ἐργάσεται U, ἐργάζεται ceteri ὠκυδρονωτάτην Α αἰσθήσεως L, αἴσθησιν UF 15 ἔτι Pap MUFL2: ἐπὶ ceteri, ἐστι v διαλόγων G, δὲ λόγων H 16 παλαιὰ ἐκ παλαιῶν UF παλαιὰς ἐκ MA 17 νέω Α ἐξοίσεται Α πολιὸν codd. et Pap: παλαιὸν Mang. 18 γράμμασι] πράγμασιν Pap 20 πρότερον Pap 21 ὄντως G δ’ UH αντειλη Pap 22 ὁ om. Pap ἐκ ψυχῆς UF 23 ὑπονοσοῦντα MAP ὑπορέοντα U, υπερεοντα Pap αὐτῶν U)

v.1.p.235
φοιτητὴν ἢ γνώριμον ἢ μαθητὴν ἢ ὅ τί ποτε χρὴ θεμένους ὄνομα καλεῖν αὐτὸν ἀμήχανον ἔτι θνητῶν ὑφηγήσεως ἀνέχεσθαι.