De Sacrificiis Abelis Et Caini

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

τὸ γὰρ τῆς ἀκράτορος ψυχῆς νᾶμα ἔξω ῥέον διὰ στόματός τε καὶ γλώττης πάσαις ἀκοαῖς ἐπαντλεῖται, ὧν αἱ μὲν εὐρυχώρους δεξαμενὰς ἔχουσαι τὸ ἐπεισχεόμενον φυλάττουσιν, αἱ δὲ διὰ στενότητα πόρων ἀδυνατοῦσιν ἄρδεσθαι· τὸ δ’ ὑπερβλύζον ἀκατασχέτως ἐκχεόμενον σκίδναται πάντῃ, ὡς ὑπαναπλεῖν καὶ ἐπινήχεσθαι τὰ κεκρυμμένα καὶ φορυτοῦ τρόπον εἰκαίου τὰ πάσης ἄξια σπουδῆς μετὰ συρμοῦ καταφέρεσθαι.

παρό μοι δοκοῦσιν ὀρθῶς βεβουλεῦσθαι οἱ πρὸ τῶν μεγάλων τούτων τὰ μικρὰ μυστήρια μυηθέντες· „ἔπεψαν γὰρ τὸ σταῖς αὐτῶν, ὃ ἐξήνεγκαν ἐξ Αἰγύπτου, ἐγκρυφίας ἀζύμους“ (Exod. 12, 39), τουτέστι τὸ ἀτίθασον καὶ ὠμὸν πάθος κατειργάσαντο ὥσπερ τροφὴν λόγῳ πεπαίνοντι, καὶ τὸν τρόπον τῆς πεπάνσεως καὶ βελτιώσεως ἔκ τινος θείας κατοκωχῆς γεγενημένον οὐκ ἐξελάλησαν, ἀλλὰ ἐν ἀποκρύφοις αὐτὸν ἐθησαυρίσαντο, οὐκ ἐπαρθέντες τῇ τελετῇ, ὑπενδόντες δὲ καὶ ταπεινωθέντες τὸ αὔχημα.

πρὸς οὖν εὐχαριστίαν καὶ τιμὴν τοῦ παντοκράτορος εὔζωνοι καὶ εὐτρεπεῖς ἀεὶ γινώμεθα μέλλησιν παραιτούμενοι. καὶ γὰρ τὸ Πάσχα, τὴν ἐκ παθῶν εἰς ἄσκησιν ἀρετῆς διάβασιν, προστέτακται ποιεῖσθαι „τὰς ὀσφῦς περιεζωσμένους“ ἑτοίμως πρὸς ὑπηρεσίαν ἔχοντας, καὶ τὸν σάρκινον ὄγκον, „τὰ ὑποδήματα“ λέγω, περιειληφότας ἀκλινῶς καὶ παγίως ἑστῶσι [*](1 ἐστιν Pap τῆς om. Pap 2 νᾶμ’ M γλώσσης F ἐπαντλεῖν τε U, διαντλεῖται Α 3 επισχεομενον Pap, ἐπεισχεόμενον U: ἐπιχεόμενον ceteri φυλάττουσιν Pap F: φυλάττουσιν ἀρεσκείᾳ καὶ παγίωι (sic)M, φυλάττουσιν ἀρεσκείᾳ ceteri 4 υπερβλυον Pap 5 ὑπανατλεῖν G, ἐπαναπλεῖν Η corr. 6 φόρτου Pap 8 οἱ] τὰ Pap 9 πέψαν HP, ἔπεμψαν FL τὸ om. UF σταῖς] ταῖς UF, στᾶς M αὐτῶν codd.: αὑτῶν v ἐξ Pap F: ἀπ’ ceteri 10 τουτεστιν Pap ἀτίθασσον AGUF 11 κατείργασται P λόγων P πεπαίνοντες GH 12 κατοκωχῆς Pap: κατακωχῆς codd. 13 ἀλλὰ Pap M: ἀλλ’ ceteri αὐτὸν Pap UF: αὐτῶν MAGP, αὐτῶν H corr. ἐθησαυρίσαντο Pap UF: ἐθησαύρισαν ceteri 14 τελευτὴ GU 15 εὐπρεπεῖς F ἀεὶ add. Pap UF: om. ceteri 16 γινόμεθα M, γενώμεθα Α μέλησιν U τὸ] τὰ F τὴν] τοῖς PH corr. 17 διάβασιν codd.: διαβᾶσιν v 18 ἔχοντες Pap καὶ] καὶ γὰρ Pap σαρκικὸν Pap 19 λέγω Markland: λόγω codd. et Pap ἑστῶτες Pap; ἑστῶτας coni. Wendl.) [*](14 sqq. Amhros. de Cain et Abel 1 8,31 ... iustus igitur Yotum suum celeritate commendat. et patres nostri festinautes manducabant Pascha, succincti lumbos et pedes suos calceamentorum induti vinculis et tamquam corporeum onus deponentes, ut essent parati ad transitum; Pascha enim Domini transitus est a passionibus ad exercitia virtutis, et ideo Pascha Domini dicitur.)

v.1.p.228
„τοῖς ποσί“, καὶ τὴν παιδείαν „διὰ χειρὸς“ ἔχοντας „ῥάβδον“ πρὸς τὴν τῶν ἐν τῷ βίῳ πραγμάτων πάντων ἄπταιστον κατόρθωσιν, καὶ τὸ τελευταῖον „μετὰ σπουδῆς” ἐντραφῆναι (Exod. 12, 11)· διάβασις γάρ ἐστιν οὐ θνητή, ἐπεὶ τοῦ ἀγενήτου καὶ ἀφθάρτου τὸ Πάσχα εἴρηται· καὶ σφόδρα προσηκόντως· οὐδὲν γάρ ἐστι τῶν καλῶν, ὃ μὴ θεοῦ τε καὶ θεῖον.

ταχέως οὖν αὐτὸ ἀναζήτησον, ὦ ψυχή, καθάπερ ὁ ἀσκητὴς Ἰακώβ, ὃς πυνθανομένου τοῦ πατρὸς „τί τοῦτο ὃ ταχὺ εὗρες, ὦ τέκνον;“ δογματικῶς ἀποκρίνεται „ὃ παρέδωκε κύριος ὁ θεὸς ἐναντίον ἐμοῦ“ (Gen. 27, 20)· πολλῶν γὰρ ἔμπειρος πραγμάτων γεγονὼς ἠπίστατο, ὅτι ἃ μὲν ἂν διδῷ γένεσις ψυχῇ χρόνῳ μακρῷ βεβαιοῦται, ὥσπερ οἱ τὰς τέχνας καὶ τὰ τῶν τεχνῶν παραγγέλματα τοῖς μανθάνουσι παραδιδόντες· οὐ γὰρ εὐθὺς ὥσπερ οἱ προχέοντες εἰς ἄγγος ἰσχύουσιν ἀποπληρῶσαι τὴν τῶν εἰσαγομένων διάνοιαν· ἐπειδὰν δὲ ἡ πηγὴ τῆς σοφίας, ὁ θεός, παραδιδῷ τὰς ἐπιστήμας τῷ θνητῷ γένει, παραδίδωσιν ἀχρόνως· οἱ δ’ ἅτε τοῦ μόνου σοφοῦ μαθηταὶ γεγονότες εὐφυεῖς ταχέως τὰς εὑρέσεις

ὧν ἐζήτησαν ἔλαβον. πρώτη δὲ τῶν εἰσαγομένων ἀρετὴ τὸ διδάσκαλον ὡς ἔνεστι τέλειον ἀτελεῖς μιμεῖσθαι γλίχεσθαι. ὁ δὲ διδάσκαλος φθάνει καὶ τὸν χρόνον οὐδ’ ὅτε τὸ πᾶν ἐγέννα συνεργήσαντα, ἐπειδὴ καὶ αὐτὸς γινομένῳ τῷ κόσμῳ συνυφίστατο· ὁ γὰρ θεὸς λέγων [*](1 παιδείας coni. Mang. ἔχοντες Pap τῷ om. HP πάντων πραγμάτων transp. DF ἀπταίστων Pap διόρθωσιν F 3 ἐντραγεῖν coni. Wendl. 3. 4 θύσις (sic) γὰρ ἐστιν οὐ θνητὴ ἔπι του ἀγενήτου καὶ ἀφθάρτου Pap, διάβασις γάρ ἐστιν οὐ θνητή, ἐπεὶ τοῦ ἀγενήτου καὶ ἀφθάρτου UFL2, διάβασις ἐν ἄλλω· διάβασις γάρ ἐστιν οὐ θνητὴ ἐπὶ τοῦ ἀγεννήτου· καὶ γὰρ ἐπὶ θεὸν τοῦ γεννητοῦ καὶ φθαρτοῦ Α: διάβασις γὰρ ἐπὶ θεὸν τοῦ γεννητοῦ καὶ φθαρτοῦ ceteri 4 τὸ Πάσχα] τὸ πάσχειν G, τὸ om. UF 5 ἐστιν Pap 6 αὐτὸν UF καθάπερ καὶ UFL2 7 πυνθανομενου Pap: πυθομένου codd. 8 παρέδωκεν Pap ὁ θεός σου UF ἐμοῦ Pap UF: μου ceteri 10 ἁ om. Α 11 παραδιδόντες χρόνου ·πολλοῦ δέονται fort. γὰρ deleto scribendum παραδιδόντες οὑκ εὐθὺς 12 προχέοντες] προερῶντες UF1, προεκροῶντες F2 ἄγχος U 13 τῶν om. F 14 οἱ δὲ UF 15 ἅτε om. UF μαθηταὶ γεγονότες UF: γεγονότες μαθηταὶ ceteri εὐφυεῖς] εὐθεῖς P, εὐθὺς Η εὑρήσεις PF 16 τὸ] τὸν MAGP 17 ὡς ἔνεστι om. Η τέλειον om. Α ἀτελεῖς Pap UF: καὶ τελείως ceteri 18 ὃς ante οὐδ’ add. H2 συνειργάσατο H2 19 καὶ om. G αὐτὸς] ὁ χρόνος δηλονότι αὐτὸς U (Mang.) συνυφίσταται UFL2) [*](6 sqq. ibicl. § 32 Cito ergo hoc quaere, anima, ut cito etiam audias, sicut audivit et lacob: Quid est hoc quod tam cito invenisti, fili? et ilie secundum dogma respondit: Quod tradidit Dominus Deus tuus in manus meas. 19 sqq. ibid. . . . cilo dat Dcus, quia dixit et facta sunt, mandavit et creata sunt.)

v.1.p.229
ἅμα ἐποίει, μηδὲν μεταξὺ ἀμφοῖν τιθείς· εἰ δὲ χρὴ δόγμα κινεῖν ἀληθέστερον, ὁ λόγος ἔργον ἦν αὐτοῦ. λόγου δὲ ὀξυκινητότερον οὐδὲν καὶ παρὰ τῷ θνητῷ γένει, παραμείβεται γὰρ ἡ ῥύμη τῶν ὀνομάτων καὶ ῥημάτων τὴν ἐπ’ αὐτοῖς φθάνουσα κατάληψιν.

ὥσπερ οὖν τὰ διὰ κρουνῶν ἐκχεόμενα ἀέναα ῥεῖθρα ἄληκτον ἔχει τὴν φοράν, ἐπικαταλαμβάνοντος ἀεὶ τὴν λῆξιν τοῦ ἐπιόντος ῥεύματος, οὕτως ἡ τοῦ λόγου πλήμμυρα, ὅταν ἄρξηται φέρεσθαι, τῶν ἐν ἡμῖν τῷ ὀξυκινητοτάτῳ διανοίᾳ, ὃ καὶ τὰς πτηνὰς παραμείβεται φύσεις, συντρέχει. καθάπερ οὖν ὁ ἀγένητος φθάνει πᾶσαν γένεσιν, οὕτως καὶ ὁ τοῦ ἀγενήτου λόγος παραθεῖ τὸν γενέσεως, κἂν ὀξύτατα ἐπὶ νεφῶν καταφέρηται· διὸ καὶ παρρησιάζεται φάσκων· „ἤδη ὄψει, εἰ ἐπικαταλήψεταί σε ὁ λόγος μου ἢ οὔ“ (Num. 11, 23), ὡς πάντα ἐφθακότος καὶ κατειληφότος τοῦ θείου λόγου.