De Sacrificiis Abelis Et Caini

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ὁποῖον γὰρ ἂν ἐθέλῃς ἑλοῦ τῶν ἀγαθῶν, καὶ τοῦθ’ εὑρήσεις πόνῳ περιγινόμενόν τε καὶ βεβαιούμενον· εὐσέβεια καὶ ὁσιότης ἀγαθά, ἀλλ’ οὐκ ἄνευ θεραπείας θεοῦ τυχεῖν αὐτῶν δυνάμεθα, θεραπεία δὲ ταῖς ἐν πόνοις φιλοτιμίαις συνέζευκται· φρόνησις καὶ ἀνδρεία καὶ δικαιοσύνη καλαὶ πᾶσαι καὶ τέλεια ἀγαθά, ἀλλ’ οὐ τῇ ῥᾳστώνῃ ταῦτα ληπτά, ἀγαπητὸν δέ, εἰ συνεχέσι ταῖς ἐπιμελείαις ἐξευμενισθήσονται· τὴν πρὸς θεὸν καὶ ἀρετὴν ἀρέσκειαν ὥσπερ τινὰ ἔντονον καὶ σφοδρὰν ἁρμονίαν οὐ δυνηθὲν τὸ πάσης ψυχῆς ὄργανον ἐνεγκεῖν ἀνείθη καὶ ἐχαλάσθη πολλάκις, ὡς ἀπὸ τῶν ἄκρων ἐπὶ τὰς μέσας καταβῆναι τέχνας· ἀλλ’ ὅμως κἂν ταῖς μέσαις πολὺς ὁ κάματος·