De Sacrificiis Abelis Et Caini

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

καθάπερ γὰρ ἄνευ φωτὸς ἀμήχανον ἰδεῖν, μήτε χρωμάτων μήτε ὀμμάτων ἱκανῶν ὄντων πρὸς τὴν δι’ ὄψεως ἀντίληψιν — δεσμὸν γὰρ ἀμφοῖν προϋπειργάσατο τὸ φῶς ἡ φύσις, ᾧ συνάγεται καὶ ἁρμόζεται πρὸς χρῶμα ὀφθαλμός, ἐπὶ σκότους δὲ ἡ δύναμις ἀνωφελὴς ἑκατέρου —, τὸν αὐτὸν τρόπον καὶ τὸ τῆς ψυχῆς ὄμμα τῶν κατ’ ἀρετὴν πράξεων ἀντιλαμβάνεσθαι ἀδυνατεῖ μὴ προσχρησάμενον ὥσπερ φωτὶ συνεργῷ τῷ πόνῳ· μέσος γὰρ διανοίας ἱδρυθεὶς καὶ οὗ διάνοια ὀρέγεται καλοῦ, τὸ μὲν ἔνθεν τὴν δὲ ἔνθεν ἐπισπασάμενος ἑκατέρᾳ χειρὶ φιλίαν καὶ συμφωνίαν αὐτὸς ἀγαθὰ τέλεια ἐργάζεται.