De Sacrificiis Abelis Et Caini

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

βούλομαι δέ σοι προειπεῖν τὸ πλῆθος τῶν ταμιευομένων ἀγαθῶν, ἵνα κἂν συναινῇς ἑκὼν ἀσμενίζῃς, κἂν ἀποστρέφῃ μὴ ἀγνοῶν ἀρνῇ· ἄνεσίς ἐστι παρ’ ἐμοὶ καὶ ἄδεια καὶ ἐκεχειρία καὶ πόνων ἀμελετησία καὶ χρωμάτων ποικιλία καὶ κλάσεις ἐμμελέσταται φωνῆς, σιτία πολυτελῆ καὶ ποτά, ὀσμῶν ἡδίστων παμπληθεῖς διαφοραί, συνεχεῖς ἔρωτες, ἀπαιδαγώγητοι παιδιαί, μίξεις ἀνεξέταστοι, ἀνουθέτητοι λόγοι, ἔργα ἀνυπεύθυνα, ἀφρόντιστος βίος, μαλακώτατος ὕπνος, κόρος ἀπλήρωτος.