De Sacrificiis Abelis Et Caini

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ταῦτ’ ἐστὶ κυρίως εἰπεῖν τὰ ψυχῆς ἐλευθερίας ἐφιεμένης σῶστρά τε καὶ λύτρα. μήποτε δὲ καὶ δόγμα εἰσηγεῖται σφόδρα ἀναγκαῖον, ὅτι πᾶς σοφὸς λύτρον ἐστὶ τοῦ φαύλου, μηδ’ ἂν πρὸς ὀλίγον χρόνον ἐξαρκέσαντος, εἰ μὴ ἐλέῳ καὶ προμηθείᾳ χρώμενος ἐκεῖνος προὐνόει τῆς διαμονῆς αὐτοῦ, καθάπερ ἰατρὸς τοῦ νοσοῦντος ἀντιτεταγμένος τοῖς ἀρρωστήμασι καὶ πρᾳότερα κατασκευάζων αὐτὰ ἢ συνόλως ἀναιρῶν, εἰ μή που μετὰ φορᾶς ἀνεπισχέτου βιασάμενα καὶ τὴν τῆς θεραπείας ὑπερβάλλοι φροντίδα.

οὕτως γὰρ καὶ Σόδομα φθείρεται, μηδενὸς οἷα ἐπὶ πλάστιγγος ἀμυθήτῳ πλήθει κακῶν ἀντιρρέψαι δυνηθέντος ἀγαθοῦ· ὡς εἴ γε ὁ πεντηκοστὸς λόγος εὑρέθη, καθ’ ὃν ἄφεσις ψυχῇ δουλείας καὶ παντελὴς ἐλευθερία προκηρύττεται (Lev. 25, 10), ἤ τις τῶν μετ’ αὐτὸν ἀριθμῶν, οὓς ὁ σοφὸς Ἀβραὰμ καταλέγεται μέχρι τῆς κατὰ παιδείαν ὁρίζων δεκάδος τὴν ὕφεσιν, οὐκ ἂν οὕτως ἀκλεῶς ὁ νοῦς ἐφθάρη (Gen. 18, 24 sqq.).

πειρᾶσθαι μέντοι δεῖ καὶ τοὺς πάντως ὑπὸ τῆς ἐν αὐτοῖς διαφθαρησομένους κακίας ὡς οἷόν τε διασῴζειν μιμουμένους τοὺς ἀγαθοὺς τῶν ἰατρῶν, οἵ, κἂν ὁρῶσιν ἀδύνατον τοῖς κάμνουσι τὸ σῴζεσθαι, προσφέρουσι τὴν θεραπείαν ὅμως ἄσμενοι, τοῦ μὴ τῇ παρ’ αὐτοὺς [*](1 καταλειποντα Pap ταῦτα HP ἐστιν Pap 2 εἰπεῖν] ἔπειτα UF τὰ ψύχης Pap: τὰ om. MGUF, ante κυρίως transp. AHP ἐφιέμενοι Pap τε καὶ Pap UF: τε om. ceteri 3 εἰσηγῆται Α 4 ἐστιν Pap ἑ προμηθία MA προενόει U 6 ἀντιτεταγμένου H καὶ] καὶ ἡ Η 7 πραότερον Pap 7. 8 μεταφορᾶς MHF 8 βιασάμενα Pap F, βιασόμενα U: βιασαμένης ceteri ὑπερβάλοι PF 9 οὕτω G γὰρ] γὰρ ἂν GHP, δὲ UF Σόδομα] σῶμα HPF 10 ἀντιρέψαι UFG, ἀντιτρέψαι MA εἴ γε ἢ F, εἴ γε εἰ U 11 εὑρεθῇ MAHPF ὃν] ἢν UF ψυχῇ] η ψύχη Pap, ψυχῆς F, ψυχικῆς U (Mang.) δούλας HP 12 αποκερυττεται Pap ἥτις MAGP τῶν] τὸν U μετ’ αὐτῶν APU, μέτα νῆτον Pap ἀριθμὸν U 13 οὑς ὁ] οὐ Pap καταλέγεται Pap UF: καταλέγει ceteri 15 μέντοι γε GHP καὶ] εἰ καὶ GHP μὴ πάντως Mang. (ex ed. Paris. II) 17 κάμνουσιν Pap 18 ὅμως] ὅπως Pap UF τοῦ om. Pap παρ’ αὑτοὺς] ἄνη οὕτως Pap) [*](3 sqq. Amhros. l. l. ΙΙ 3, 11 . . . redemptor Levites est, quia vir sapiens redemptio insipientis est, qui tamquam medicus aegrum insipientis animum fovet et quaedam aspergit solidiora menti prudentiae medicamina. 9 sqq. ibid. . . . deuique et Sodoma, si habuisset quinquaginta iustos, non esset eversa, et si decem habuisset, esset redempta, eo quod sermo remissionis peccatorum animam servitute exuat et disciplinae plenitudo perfectae mentem non sinat edaci libidinum vapore consumi.)

v.1.p.252
ὀλιγωρίᾳ δοκεῖν συμβῆναί τι τῶν παρὰ γνώμην· εἰ δέ τι καὶ μικρὸν ὅσον ὑγείας σπέρμα ἐμφαίνοιτο, τοῦτο ὥσπερ ἐμπύρευμα πάσαις ἐπιμελείαις ζωπυρητέον· ἐλπὶς γὰρ μηκυνθέντος καὶ συναυξηθέντος ἀμείνονι καὶ ἀπταιστοτέρῳ χρήσασθαι τῷ βίῳ.

ἔγωγ’ οὖν ὅταν τινὰ τῶν σπουδαίων διαιτώμενον κατ’ οἰκίαν ἢ κατὰ πόλιν θεάσωμαι, τὴν οἰκίαν ἢ τὴν πόλιν ἐκείνην εὐδαιμονίζω καὶ οἴομαι τήν τε τῶν παρόντων ἀγαθῶν ἀπόλαυσιν βέβαιον καὶ τὴν τῶν ἀπόντων προσδοκίαν τελεσφορουμένην σχήσειν, τοῦ θεοῦ τὸν ἀπεριόριστον καὶ ἀπερίγραφον πλοῦτον αὑτοῦ διὰ τοὺς ἀξίους καὶ τοῖς ἀναξίοις δωρουμένου· καὶ εὔχομαι ὡς πολυχρονιωτάτους αὐτούς, ἐπειδὴ ἀγήρως οὐκ ἔνεστι, γενέσθαι, νομίζων ἐπὶ τοσοῦτον παραμένειν ἀνθρώποις τὰ ἀγαθά, ἐφ’ ὅσον ἂν οὗτοι χρόνον ζῆν δυνηθῶσιν.

ὅταν οὖν ἢ ἴδω ἢ ἀκούσω τινὰ αὐτῶν τεθνεῶτα, σφόδρα κατηφῶ καὶ ἄχθομαι καὶ οὐ μᾶλλον αὐτοὺς ἢ τοὺς ζῶντας ὀλοφύρομαι· τοῖς μὲν γὰρ ἀκολουθίᾳ φύσεως τὸ ἀναγκαῖον ἀποβῆναι τέλος, βίον μὲν εὐδαίμονα εὐκλεᾶ δὲ θάνατον ἐνδεξαμένοις, τοὺς δὲ ἐρήμους μεγάλης καὶ δυνατῆς χειρός, δι’ ἣν ἐσῴζοντο, ἀπολειφθέντας ταχὺ δὴ μάλα τῶν ἰδίων αἰσθήσεσθαι κακῶν, εἰ μὴ πάλιν ἀντὶ τῶν [*](2 τοῦτο om. UF, τούτω Α ὥσπερ] ὅσον Α ἐμπυρεύματα UF πόσαις Α 3 μὴ κινηθέντος Α συναυξηθέντος Pap UF: αὐξηθέντος ceteri 4 τῶ βίω UF: τῷ om. ceteri ἐγώ γ’ οὖν F, ἐγὼ γοῦν I) 5 κατ’ οἰκίαν διαιτώμενον trausp. UF 6 ἡ UFD: καὶ ceteri καὶ η πόλιν Pap οἶμαι D 6. 7 ἀπόλαυσιν ἀγαθῶν transp. U, ἀπόλαυσιν ἀγαθὸν F 7 τῶν ἀπόντων Pap: τῶν ἀπὸ τῶν UF, τῶν ἁπάντων D, ἀπάντων HP, ἀπ’ αὐτῶν MAG ἀπόντων correxit Turn.) προσδοκιῶν UF 8 σχέσιν U, ἔχειν D τὸν] τὸ F ἀπερίγραπτον DR αὐτοῦ MAGHPD, αὐτὸν UF 9 τοὺς om. HP1 καὶ ante εὔχομαι om. Pap ’ εὔχομαί γε Η 10 ἐπειδὴ ’δε Pap ἔνεστιν Pap, ἔνεστι UF: ἔστι ceteri νομίζων om. Pap 11 παραμενεῖν coni. Wendl. τἀγαθά GHP, τὰ καλά Α 12 δυνηθῶσι τὰ καλά Mang. οὖν] γοῦν U, γ’ οὖν F ἢ ἴδω Pap F: ἡ om. ceteri εἴδω Α 13 κατὴφιῶ U 14 φύσεως] ψύχης (?) Pap 15 εὐδαίμονα μὲν transp. F ενδεξαμενοις Pap (coni. Mang.): ἐνδειξαμένοις codd. 16 ἀποληφθέντας Α 17 δὴ] δεῖ U) [*](4—9 DR fol. 33v DL fol. 37v (τοῦ αὐτοῦ εἰς τόν Ἄβελ) Anton. Mel. II 41 Col. Φίλωνος): ἐγὼ γοῦν — δωρουμένου. 4 sqq. Ambros. l. l. ΙΙ 3,12... quara beata civitas quae plurimos iustos habet, quam celebrabilis ore omnium!] quomodo benedicitur tota de parte et beatus atque perpetuus eius status aestimatur! quam gaudeo, cum aliquos mites ac sapientes diu vivere video . . . non enim ipsis gaudeo . . ., sed quia prosunt pluribus. similiter durn aliquis huius modi decedit, quamvis longa senectute depositus, afficior, quia destituitur grex iuvenum muro senili.)

v.1.p.253
προτέρων ἡ φύσις ὥσπερ δένδρῳ τοὺς ἤδη πεπανθέντας καρποὺς ἀποβάλλοντι νέους ἑτέρους ἀναβλαστῆσαι παρασκευάσει πρὸς τροφὴν καὶ ἀπόλαυσιν τῶν χρῆσθαι δυναμένων.

ὥσπερ οὖν τῶν πόλεων τὸ ἐχυρώτατον εἰς διαμονὴν ἄνδρες εἰσὶν ἀγαθοί, οὕτως καὶ τῆς περὶ ἕκαστον ἡμῶν πόλεως, ἣ συνέστηκεν ἐκ ψυχῆς καὶ σώματος, τὸ βεβαιότατον εἰς ἵδρυσιν ἔλαχον οἱ φρονήσεως καὶ ἐπιστήμης ἐρασταὶ λόγοι, οὓς ὁ νομοθέτης μεταφορᾷ χρώμενος λύτρα καὶ πρωτοτόκους καλεῖ δι’ ἃς εἶπον αἰτίας ἤδη.

ταύτῃ καὶ τὰς πόλεις τῶν Λευιτῶν „λυτρωτὰς διὰ παντὸς“ εἶναί φησιν (Lev. 25, 32), ὅτι ὁ θεοῦ θεραπευτὴς αἰώνιον ἐλευθερίαν κεκάρπωται κατὰ τὰς συνεχεῖς τροπὰς τῆς ἀεικινήτου ψυχῆς ἰάσεις δεχόμενος ἐπαλλήλους· τὸ γὰρ λυτρωτὰς μὴ ἅπαξ ἀλλὰ διὰ παντός, ὥς φησι, γίνεσθαι τοιοῦτον ὑποβάλλει νοῦν, ἀεὶ μὲν τρέπεσθαι, ἀεὶ δὲ ἐλευθεροῦσθαι, τῆς μὲν τροπῆς διὰ τὸ φύσει θνητὸν ἐγγινομένης, τῆς δὲ ἐλευθερίας χάριτι τοῦ εὐεργέτου, ὃν κλῆρον ἔλαχεν, βεβαιουμένης.

ἄξιον δὲ μὴ παρέργως σκέψασθαι, τί δή ποτε τὰς πόλεις τῶν Λευιτῶν ἀνῆκε τοῖς φυγάσι, τοῖς ἱερωτάτοις τοὺς ἀνιέρους εἶναι δοκοῦντας συνοικεῖν ἀξιώσας· οὗτοι δ’ εἰσὶν οἱ τὸν ἀκούσιον φόνον [*](1 δένδρον F 2 ἀποβάλλοντι UF: ἀποβαλόντι ceteri 3. 4 ἐχυρώτατον Pap MAG: ὀχυρώτατον ceteri 4 οὕτως Pap UF: οὕτω ceteri 5 ἡμῶν — ἵδρυσιν (6) om. F G καὶ ἐπιστήμης om. Η 8 ταύτης F λυτρατας Pap, λυτρώσας UF 9 θεὸς G 10 ἀκινήτου GP 11 λυτρώσας UF 12 φησιν Pap γείνεσθαι Pap, γίνεσθαι UF: γενέσθαι ceteri 13 θνητὸν] κινητὸν coni. Markland 14 χάριτι του εὐεργέτου ὂν κλῆρον ἔλαχεν βεβαιουμενης Pap: διὰ τὴν τοῦ θεοῦ θεραπείαν ἐπιγινομένης codd. 16 ἀνῆκε] ἄν καὶ UF τοὺς ἀνιέρους] καὶ ἀνιέροις U, καὶ τοὺς ἀνιέρους Mang.) [*](3 sqq. ibid. . . . sicut ergo urbs tota solidatur atque urgetur coetu sapientium, . . . ita sermo gravis et quidem senilis plenus prudentiae stabiiire uniuscuiusque animam et contirmare mentem solet. iam si accedat multarum lectionum usus, . . . perpetuum urbis eius quae in singulorum est praecordiis statum efficit. 7 sqq. ibid. II 4, 13 Ideo ergo primogenitos et redemptores ceterorum Levitas Moyses appellavit. . . . unde et civitates Levitarum in veteri Testamento redemptrices significavit Moyses, quia is qui confugit ad eam animam, in qua habitat Dei verbum, quae urbis modo munita atque vallata sit, perpetuam libertatem acquirit sibi. 15 sqq. ibid. § 14 Nec absurdum putes quod facinorosi cohabitant piis ac maculosi sacratis; opus enim habent purificari qui aliquo polluti sunt delictorum contagio. et quodammodo diverso genere causa concurrit: sicut enim Levites mundanis voluptatibus abdicatus exul est culpae, ita sanguinis reus fugitivus est patriae. sed hoc interest, quod iste necessitate suos deserit propter metum legis, minister autem Dei humanarum consortiis renuntiat passionum . . . propter studia virtutis.)

v.1.p.254
δράσαντες. λεκτέον οὖν πρῶτον μὲν τἀκόλουθον τῷ πάλαι λεχθέντι, ὅτι ὁ σπουδαῖος τοῦ φαύλου λύτρον, ὥστ’ εἰκότως πρὸς τοὺς ἱερωμένους οἱ διαμαρτάνοντες ἀφίξονται τοῦ καθαρθῆναι χάριν· ἔπειθ’ ὅτι φυγάδας οἱ Λευῖται προσίενται καὶ αὐτοὶ δυνάμει φυγάδες ὄντες·

ὡς γὰρ ἐκεῖνοι τῶν πατρίδων ἐλαύνονται, οὕτως καὶ οὗτοι καταλελοίπασι τέκνα, γονεῖς, ἀδελφούς, τὰ οἰκειότατα καὶ φίλτατα, ἵνα ἀντὶ θνητοῦ τὸν ἀθάνατον κλῆρον εὕρωνται· διαφέρουσι δὲ ὅτι ἐκείνοις μὲν ἀβούλητος ἡ φυγὴ δι’ ἔργον ἀκούσιον, τούτοις δὲ ὁ δρασμὸς ἑκούσιος δι’ ἔρωτα τῶν ἀρίστων, καὶ ὅτι τοῖς μὲν οἱ Λευῖται καταφυγή, τοῖς δὲ Λευίταις ὁ πάντων ἡγεμών ἐστιν, ἵν’ οἱ μὲν ἀτελεῖς νόμον ἔχωσι τὸν ἱερὸν λόγον, οὗτοι δὲ τὸν ᾧ ἱερῶνται θεόν.

ἔτι γε μὴν οἱ τὸν ἀκούσιον φόνον δράσαντες τὰς αὐτὰς τοῖς Λευίταις πόλεις ἔλαχον οἰκεῖν, ὅτι καὶ οὗτοι διὰ φόνον ὅσιον προνομίας ἠξιώθησαν· ὅτε γοῦν ἡ ψυχὴ τραπεῖσα τὸν Αἰγύπτιον θεόν, τὸ σῶμα, ὡς χρυσὸν ἐξετίμησε, τόθ’ οἱ ἱεροὶ λόγοι πάντες αὐτοκέλευστοι μεθ’ ὅπλων ὁρμήσαντες ἀμυντηρίων, τῶν κατ’ ἐπιστήμην ἀποδείξεων, ἡγεμόνα προστησάμενοι καὶ στρατηγὸν τὸν ἀρχιερέα καὶ προφήτην καὶ φίλον τοῦ θεοῦ Μωυσῆν πόλεμον ἀκήρυκτον ὑπὲρ εὐσεβείας ἐπολέμουν καὶ οὐ πρότερον ἀπηλλάγησαν, ἢ πάντα τὰ τῶν ἐναντιουμένων δόγματα καταλῦσαι· ὥστ’ εἰκότως σύνοικοι γεγόνασιν οἱ τὰς ὁμοίας εἰ καὶ μὴ

τὰς αὐτὰς πράξεις ἐργασάμενοι. ᾄδεται δέ τις καὶ τοιοῦτος ἐν ἀπορρήτοις λόγος, ὃν ἀκοαῖς πρεσβυτέρων παρακατατίθεσθαι χρὴ νεωτέρων ὦτα ἐπιφράξαντας. τῶν γὰρ περὶ τὸν θεὸν δυνάμεων [*](1 τὸ ἀκόλουθον U πάλαι Pap U: πρώτω ceteri λεχθεντι Pap: ῥηθέντι codd. 2 ὁ om. HP1 ὥστε HP 3 διαμαρτάνοντες Pap: διαμαρτόντες codd. φυγάδες Pap 4 προίενται Pap ὡς] ὥσπερ UF 5 οὕτως Pap UF: οὕτω ceteri 6 ἵνα Pap UF: ἵν’ ceteri 7 ἀβουλήτως U 8 ’δε Pap: om. Α, δ’ ceteri 9 ἐστιν] εἶναι Pap 10 νόμον] ἡγεμόνα coni. Mang. ἔχωσιν Pap τὸν ᾦ] τῶ νῶ F ἱερῶνται codd. et Pap : ἱεροῦνται v 12 ἔλαχεν Pap ὅτι] οὗτοι Α οὗτοι] αὐτοὶ Pap 13 ὅτι U γ’ οὖν MU 14 αὐτοκλέατοι (sic) U 16 καὶ προφήτην om. ’ 17 ἐπολέμουν scripsi (ἐπολέμησαν Wendl.): πολεμοῦσι codd. 19 ὥστε Pap εἰ καὶ M: ἡ καὶ UF, εἰ om. ceteri μὴ om. UF 20 aute ἐν add. ὡς L 21 λόγοις G 22 τὸν eras. Η) [*](22 sqq. ibid. § 15 Accedit eo quod duo quaedam in Deo principalia sunt genera virtutum, unum quo remittit, aliud quo vindicat. remittuntur peccata per Dei verbum, cuius Levites interpres et quidem exsecutor est; remittuntur etiam per oflicium sacerdotis sacrumque ministerium. . . . nec is quidem qui invitus aliquod fecerit homicidium extra)

v.1.p.255
ἀρίστων πασῶν μία οὖσα ταῖς ἄλλαις ἰσότιμος ἡ νομοθετικὴ — νομοθέτης γὰρ καὶ "πηγὴ νόμων αὐτός, ἀφ’ οὗ πάντες οἱ κατὰ μέρος νομοθέται — διχῆ πέφυκε τέμνεσθαι, τῇ μὲν εἰς εὐεργεσίαν κατορθούντων, τῇ δὲ εἰς κόλασιν ἁμαρτανόντων.

τοῦ μὲν οὖν προτέρου τμήματος ὑπηρέτης ὁ Λευίτης ἐστί· τὰς γὰρ λειτουργίας ἁπάσας ἀναδέχεται, ὅσαι πρὸς ἱερωσύνην ἀναφέρονται τελείαν, καθ’ ἣν διασυνίσταται καὶ γνωρίζεται τὸ θνητὸν θεῷ, ἢ δι’ ὁλοκαυτωμάτων ἢ διὰ σωτηρίων ἢ διὰ μετανοίας ἁμαρτημάτων· τοῦ δὲ δευτέρου καὶ κολαστηρίου τμήματος οἱ τὸν ἀκούσιον φόνον δρῶντες ὑπηρέται γεγόνασι.

καὶ μαρτυρεῖ Μωυσῆς φάσκων· „ὁ δὲ οὐχ ἑκών, ἀλλ’ ὁ θεὸς παρέδωκεν αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ“ (Exod. 21, 13), ὥστε τὰς μὲν τούτου χεῖρας ὀργάνων τρόπον παραλαμβάνεσθαι, τὸν δὲ διὰ τούτων ἀοράτως ἐνεργοῦντα ἕτερον εἶναι, τὸν ἀόρατον. συνοικείτωσαν οὖν δύο θεράποντες τῶν νομοθετικῆς ὑπηρέται δυεῖν εἰδῶν, τοῦ μὲν πρὸς εὐεργεσίαν ὁ Λευίτης, τοῦ δὲ πρὸς κόλασιν ὁ ἀκουσίως ἀνελών.

„ἐν ᾗ“ δέ φησιν „ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ἰσραήλ“ (Num. 3, 13), οὐχ ἵνα τοῦθ’ ὑποτοπήσωμεν, ὅτι κατ’ ἐκεῖνον μόνον τὸν χρόνον, καθ’ ὃν ἐπλήγη τὴν μεγάλην [*](1 ἰσότιμος Pap UF: ὁμότιμος ceteri 2 ἀφ’ οὖ Wendl.: ὑφ’ οὗ Pap et codd. 3 πέφυκεν Pap, πεφύκασι MAGP εἰς εὐεργεσίαν — τοῦ μὲν (4) om. HP1 εἰς] ὡς AP2 4 την Pap οὑν om. Pap 5 ἐστιν Pap πάσας U 6 τελείαν] τελοῦσαν Α διασυνίσταται Pap UF: δ’ ἐνίσταται Α, διανίσταται ceteri 7 γνωζεται Pap τῶ θεῶ G δι’] διὰ MF σωτηριῶν AF 8 δ’ AGHP δευτέρου Pap: ἑτέρου codd. i) γεγόνασιν Pap 10 Μώσης MAGHP 11 αὐτὸν] αὐτῶ Pap UF αὐτοῦ om. Pap UF 12 διὰ τούτων] δὴ τοῦτον Α 14 νομοθετικῶς Α δυεῖν] δυοῖν PL, δύο V 1(5 ἡγίασαν M ἐμοὶ codd. et Pap: μοι v 17 ἐν add. Pap U: om. ceteri 18 μόνον add. UFL2 (Pap?): om. ceteri) [*](ministerium est, si quidem lex ait de eo: Quia Deus dedit eum in manus eius. manus ergo eius instrumenti modo diviaae ultioni ministerium praebuerunt. Levites igitur minister remissionis est, percussor autem, qui tamen non ex dispositione, sed praeter voluntatem fecerit homicidium, divinae minister est ultionis. 15 sqq. ibid. § 16 . . . et ubi abominatio aboletur, sanctificatio congregatur (leff. sanctificatur congregation?) quia Dominus dixit: In ea die qua interfeci omne primogenitum Aegypti, sanctificavi mihi omne primogenitum Israel. quod non ad unum diem afflictionis Aegypti referes, sed ad omne tempus; cum enim renuntiatur improbitati, statim adsciscitur virtus; egressus enim naalitiae virtutis operatur ingressum. . . . discussa est omnis carnalium caecitas passionum, ubi aeternae vitae iumen infusum est.)

v.1.p.256
πληγὴν φθορᾷ τῶν πρωτοτόκων Αἴγυπτος, οἱ Ἰσραὴλ πρωτότοκοι ἐγένοντο ἅγιοι, ἀλλ’ ὅτι καὶ πάλαι καὶ νῦν καὶ αὖθις καὶ ἀεὶ τοῦτο συμβαίνειν ἐπὶ ψυχῆς πέφυκεν· ὅταν τὰ τοῦ τυφλοῦ πάθους ἡγεμονικώτατα διαφθαρῇ, τηνικαῦτα τὰ τοῦ θεὸν ὀξυδερκῶς ὁρῶντος πρεσβύτερα καὶ τίμια ἔκγονα γίνεται ἅγια.

κακίας γὰρ ἔξοδος ἀρετῆς εἴσοδον ἐργάζεται, ὡς καὶ τοὐναντίον ὑπεκστάντος ἀγαθοῦ τὸ ἐφεδρεῦον κακὸν ἐπεισέρχεται· ὅσον οὐδέπω γοῦν ἐξῆλθεν Ἰακώβ (Gen. 27, 30), καὶ πάρεστιν ἐπὶ τὴν πανδεχῆ διάνοιαν Ἠσαῦ ἀντὶ τῶν ἀρετῆς τύπων ἐνσφραγιούμενος κακίας, ἢν δύνηται, χαρακτῆρας· ἀλλ’ οὐκ ἂν ἰσχύσαι τοῦτ’ ἐργάσασθαι, πτερνισθεὶς γὰρ καὶ κληρονομηθεὶς ὑπὸ τοῦ σοφοῦ λήσεται φθάσαντος πρὶν ἢ παθεῖν ἀμύνασθαι.

Προσάγει δ’ οὐ μόνον ἀπὸ τῶν πρωτοτόκων τὰς ἀπαρχὰς ἀλλὰ καὶ ἀπὸ τῶν στεάτων, ἐμφαίνων ὅτι τὰ τῆς ψυχῆς γεγηθότα καὶ πίονα καὶ φυλακτικὰ καὶ χαρτὰ πάντα θεῷ παραχωρητέον. ὁρῶ δ’ ἔγωγε καὶ ἐν ταῖς τῶν θυσιῶν διατάξεσι τρία προστεταγμένον ἀναφέρειν ἀπὸ τῶν ἱερείων τὰ πρῶτα, στέαρ καὶ νεφροὺς καὶ λοβὸν ἥπατος (Lev. 3, 3 ss.), περὶ ὧν κατ’ ἰδίαν λέξομεν, οὐδαμοῦ δὲ ἐγκέφαλον ἢ καρδίαν, ἅπερ εἰκὸς ἦν πρὸ τῶν ἄλλων καθαγίζεσθαι, εἴ γε καὶ κατὰ τὸν νομοθέτην ἐν τῷ ἑτέρῳ τούτων τὸ ἡγεμονικὸν ἀνωμολόγηται.

ἀλλὰ μήποτε ὁσίως πάνυ κἀκ περισκέψεως ἀκριβοῦς αὐτὰ εἰς τὸν τοῦ θεοῦ βωμὸν οὐκ ἀνῆκεν, ὅτι τὸ ἡγεμονικὸν κατὰ ἀμερῆ χρόνων διαστήματα [*](1 Ἰσραὴλ om. Pap 3 τῆς ψυχῆς G πάθη F 4 φθαρη Pap θεὸν] θεοῦ Pap (?) L 5 ἔγγονα Pap γίνονται U 6 ἀποστάντος DV 7 ὅσον] ὅσον γ’ v γ’ οὖν MGU ἐξῆλθον Pap 8 πανδεχην Pap 10 ἰσχύσαι scripsi: ισχυση Pap, ἴσχυσε codd. 11 κληρονομηθεὶς] κληθεὶς F, κλιθεὶς U (Mang.) παθὼν Α 13 ’δε Pap 14 εμφηνων Pap ὅτι] οὑν Α 15 τῶ θεῶ HP χωρητέον Α 16 δὴ τάξεσι Α προστεταγμένα HP (Pap?) ἀναφέρειν] φέρειν Pap, ἀφαιρεῖν UF 17 λωβὸν Α 18 λέξωμεν Α 19 καθαγίζεσθαι Mang., καταγιζεσθαι Pap: καθαγνίζεσθαι codd. 20 τούτω P 21 μήπω Α ὁσίως καὶ πάνυ Pap κὰν (?) Pap, κἀκ UF: καὶ ἐκ ceteri αὐτὰ add. Pap: om. codd. εἰς τὸν πιστὸν τοῦ θεοῦ βωμὸν codd., πιστὸν om. Pap 22 ἀνῆκεν Pap: ἀνήνεγκεν codd. ἀμερὲς H χρόνων M: χρόνου Η, χρόνον ceteri διαστήματα Pap: διάστημα ἁ AGPU, διάστημα MH, ἁ (om. διαστήματα) F) [*](5—7 DR fol. 148r DV p. 438 Flor. Paris. No. 4 (= Max. Ecl. c. 1) Anton. Mel. 1 Col. 793 Φίλωνος: κακίας ἔξοδος — ἐπεισέρχεται.)

v.1.p.257
πολλὰς πρὸς ἑκάτερον τό τε εὖ καὶ χεῖρον τροπὰς λαμβάνον καὶ διαλλάττοντας ἀεὶ τύπους δέχεται τοτὲ μὲν καθαροῦ καὶ δοκίμου τοτὲ δὲ παρακεκομμένου καὶ κιβδήλου νομίσματος.

τὴν δεδεγμένην οὖν χώραν ἄμφω τὰ μαχόμενα καλόν τε καὶ αἰσχρὸν καὶ πρὸς ἑκάτερον ᾠκειωμένην καὶ τὴν ἴσην τιμὴν ἀμφοτέροις ἀπονέμουσαν οὐχ ἧττον ἄναγνον ἢ εὐαγῆ κρίνας ὁ νομοθέτης ἀπὸ τοῦ θείου βωμοῦ κατεβίβασε· τὸ γὰρ αἰσχρὸν βέβηλον, τὸ δὲ βέβηλον πάντως ἀνίερον.

τοῦτο δὲ τὸ ἡγεμονικὸν διακεχώρικεν· εἰ δ’ ἐπίκρισιν πάσχοι, τηνικαῦτα πάντων τῶν μερῶν κεκαθαρμένων ἀκηλίδωτον ἄχραντον ὁλοκαυτωθήσεται· νόμος γὰρ ὁλοκαυτωμάτων οὗτος, μηδὲν ἔξω τροφῆς σκυβάλων καὶ δέρματος, ἃ σωματικῆς ἀσθενείας δείγματα, οὐχὶ κακίας, ἐστίν, ὑπολείπεσθαι τῷ γενητῷ, τὰ δ’ ἄλλα ὅσα ψυχὴν ὁλόκληρον κατὰ πάντα τὰ μέρη παρέχεται ὁλοκαυτοῦν θεῷ.

[*](1 πολλὰς scripsi: πολλὰ εἰ Pap, om. codd. τὸ εὑ καὶ τὸ χεῖρον Pap λαμβάνοντα F1. 2 καὶ διαλαττοντας Pap: ἀλλάττοντας (om. καὶ) codd. 3 καὶ om. F οὖν om. Pap 6 κατεβίβασεν U τὸ] τὸν Γ’ 7 τοῦτο δέ] fort. scribendum διὰ τοῦτο δὴ 8 δὴ κεχώρηκεν Α, διακεχώρηκεν ceteri hic desinunt UF εἰ — τηνικαῦτα om. Pap πάσχοι Α: παράσχοι ceteri πάντων] ἀυτῶν Pap 9 αχρωτον Pap 10 οὕτως Pap ἔξω om. Α τροφὴν Pap 11 διγμα Pap, δόγματα L οὔχι Pap: οὐ codd. 12 γενητῷ MG: γεννητῶ ceteri κατὰ πάντα τὰ om. Pap μέρη codd. et Pap: μέλη v 13 παρέχεται ὁλοκαυτοῦν θεῷ om. Pap suhscriptio in Pap: ΦΙΛωΝΟC Περι ΓΕΝΕCΕωC ΑΒΗΛ ωΝ ΑΥΤΟC Τε ΚΑΙ ΑΔΕΛΦΟC ΙεΡΟΥΡΓΟΥΨΙ —)