De Sacrificiis Abelis Et Caini

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

„Καὶ ἐγένετο Ἄβελ ποιμὴν προβάτων, Κάιν δὲ ἦν ἐργαζόμενος τὴν γῆν“ (Gen. 4, 2). τί δήποτε πρεσβύτερον εἰσαγαγὼν τοῦ Ἄβελ τὸν Κάιν νυνὶ τὴν τάξιν μετατέθεικεν, ὡς τοῦ νεωτέρου μεμνῆσθαι πρότερον κατὰ τὴν τῶν βίων προαίρεσιν; εἰκὸς γὰρ ἦν τὸν μὲν πρεσβύτατον πρότερον ἐπὶ γεωργίαν ἐλθεῖν, τὸν δὲ νεώτερον αὖθις ἐπὶ τὴν τῶν θρεμμάτων ἐπιμέλειαν.