De Sacrificiis Abelis Et Caini
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
παρὸ καὶ τὴν ταφὴν λέγεται μηδὲ εἷς εἰδέναι τούτου (Deut. 34, 6)· τίς γὰρ ἂν γένοιτο ἱκανὸς τὴν πρὸς τὸν ὄντα μετανάστασιν ψυχῆς τελείας κατανοῆσαι; οὐδὲ αὐτὴν οἶμαι τὴν τοῦθ’ ὑπομένουσαν εἰδέναι τὴν βελτίωσιν αὑτῆς, ἅτε κατ’ ἐκεῖνον τὸν χρόνον ἐπιθειάζουσαν· τῷ γὰρ εὖ πάσχοντι συμβούλῳ ὁ θεὸς περὶ ὧν μέλλει χαρίζεσθαι οὐ χρῆται, μὴ προλαβόντι δὲ τὰς εὐεργεσίας ἀφθόνους εἴωθεν ὀρέγειν. τοιοῦτόν ἐστι τὸ προσθεῖναι θεὸν γένεσιν ἀγαθοῦ τελείου διανοίᾳ· τὸ δὲ ἀγαθὸν ὁσιότης ἐστίν, ἧς ὄνομα Ἄβελ.