De Cherubim

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ἀλλ’ ἐὰν μεταβάλῃς καὶ ὧν χρὴ φρενῶν μοιραθῇς, ἐρεῖς πάντα τοῦ θεοῦ κτήματα, οὐχὶ σαυτοῦ, τὰς διανοήσεις, τὰς ἐπιστήμας, τὰς τέχνας, τὰ θεωρήματα, τοὺς ἐν μέρει λογισμούς, τὰς αἰσθήσεις, τὰς διὰ τούτων καὶ ἄνευ αὐτῶν ψυχῆς ἐνεργείας· ἐὰν δὲ μέχρι παντὸς ἀπαιδαγώγητον καὶ ἀδίδακτον ἐάσῃς σεαυτόν, δουλεύσεις τὸν αἰῶνα χαλεπαῖς δεσποίναις, οἰήσεσιν, ἐπιθυμίαις, ἡδοναῖς, ἀδικίαις, ἀφροσύναις, ψευδέσι δόξαις.

„εἰ“ γάρ φησιν „ἀποκριθεὶς εἴποι ὁ παῖς Ἠγάπηκα τὸν κύριόν μου καὶ τὴν γυναῖκά μου καὶ τὰ παιδία, οὐκ ἄπειμι ἐλεύθερος“, ἀχθεὶς πρὸς τὸ [*](1 ταύτας CF: ταῦτα ceteri φροντίδων ἑτέρων transp. DF 2 ἀνηκέστους scripsi: μηκίστους codd., μηκίστας v τοῖς] ταῖς G 3 τὸ γῆρας UF 3. 4 ὦν οὐδ’ ἀριθμὸν εὔπορον εὑρεῖν UF 4 δ’ εἰσὶν UF οἱ] οὐ AP 6 σου om. MGH παράνοιαι H: αἱ παροινίαι M, παρανομίαι ceteri 8 ἐννοημάτων] νοημάτων M, φρονημάτων Mang. λογισμοὶ addidi ἑλκυσμοὺς MAPGH: ἑλκυσμοὶ UFL2 καὶ om. UF 9 ψυχῆς σύντροφος transp. F ψυχὴ AP 10 ἐνέχυρον APF 11 ταῦτα] πάντα GH κτήνη alterum om. G 12 αἱ om. MAP αἴσθησις] αἰσθήσεις MGH 13 λέγεις F 14 χυμοὺς APUF καὶ ἁλμυροὺς U ἔστι δ’ ὅτε UF γλυκεῖς πικροὺς transp. APUF 15 κατωρθωμένων U 16 ἀπταίστως Η, ἀmαὶς (sic) G 17 ἁπάσαις] ἀπταίστοις τὶ 18 μεταβάλλῃς H μοίρα θῆς A 21 post ἀπαιδαγώγητον add. ἑαυτὸν F 22 ἐάσας ’ ἐάσῃς σεαυτόν om. F ἑαυτόν U δουλεύσῃς AP δεσποτείαις UF 24 ἠνάπησα F καὶ om. UF 25 post παιδία add. ἀποτρέχω M (cf. LXX) οὐκ ἄπειμι scripsi: οὐκέτ’ εἰμὶ MGH, οὐκ ἔτ’ εἰμὶ AP, οὐκ ἐξελεύσομαι UF ἀχθεὶς ἐλεύθερος transp. UF πρὸς] εἰς U)

v.1.p.188
κριτήριον τοῦ θεοῦ καὶ δικαστοῦ τυχὼν αὐτοῦ βέβαιον σχήσει ὃ ᾐτήσατο, πρότερον τρυπηθεὶς τὸ οὖς ὀπητίῳ (Exod. 21, 5. 6), ἵνα μὴ δέξηται θείαν ἀκοὴν ὑπὲρ ἐλευθερίας ψυχῆς·

ἐκκεκριμένου γάρ ἐστιν ὥσπερ ἐξ ἀγῶνος ἱεροῦ καὶ ἀποδεδοκιμασμένου παιδὸς ὄντως νηπίου κομιδῇ λογισμοῦ σεμνολογεῖν ἐπὶ τῷ τὸν νοῦν ἠγαπηκέναι καὶ τὸν νοῦν νομίζειν ἑαυτοῦ κύριον εἶναι καὶ εὐεργέτην καὶ ἐπὶ τῷ τὴν αἴσθησιν σφόδρα στέργειν καὶ κτῆμα ἴδιον αὐτὴν καὶ ἀγαθῶν τὸ μέγιστον ἡγεῖσθαι καὶ τὰ τούτων ἀμφοῖν παιδία, τοῦ μὲν τὸ νοεῖν, τὸ λογίζεσθαι, τὸ διανοεῖσθαι, τὸ βουλεύεσθαι, τὸ στοχάζεσθαι, τῆς δὲ τὸ ὁρᾶν, τὸ ἀκούειν, τὸ γεύεσθαι, τὸ ὀσφραίνεσθαι, τὸ ἅπτεσθαι, κοινῶς τὸ αἰσθάνεσθαι.

ἀνάγκη μέντοι τὸν τούτοις οἰκειούμενον μηδ’ ὄναρ ἐλευθερίας ἐπῃσθῆσθαι· φυγῇ γὰρ αὐτῶν καὶ ἀλλοτριώσει μεταποιούμεθα ἀδείας. ἄλλος δέ τις πρὸς τῷ φιλαύτῳ καὶ τὸ μανιῶδες ἐπιδεικνύμενός φησιν ὅτι, κἂν ἀφαιρῆταί μέ τις, ὡς περὶ οἰκείων ἀγωνισάμενος οἴσομαι τὸ κράτος· „διώξας“ γάρ φησιν „καταλήψομαι, μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου· ἀνελῶ τῇ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου“ (Exod. 15, 9).

πρὸς ὃν εἴποιμ’ ἄν· λέληθέ σε, ὦ μωρέ, ὅτι πᾶς ὁ δοκῶν ἐν γενέσει διώκειν διώκεται· νόσοι γὰρ καὶ γῆρας καὶ θάνατος μετὰ τῆς ἄλλης τῶν ἑκουσίων καὶ ἀκουσίων κακῶν πληθύος ἕκαστον ἡμῶν ἐλαύνουσι καὶ στροβοῦσι καὶ διώκουσι, καὶ ὁ νομίζων καταλαμβάνειν ἢ κρατεῖν καταλαμβάνεται καὶ κρατεῖται, καί τις λαφυραγωγήσειν ἐλπίσας καὶ μοίρας λείας διατιθεὶς ἡττηθεὶς ὑπὸ κεκρατηκόσιν ἐχθροῖς ἐγένετο, κένωσιν ἀντὶ πλησμονῆς καὶ δουλείαν ἀντὶ δεσποτείας ψυχῇ δεξάμενος τῇ ἑαυτοῦ καὶ ἀντὶ τοῦ ἀνελεῖν ἀναιρεθεὶς καὶ πάνθ’ ὅσα δράσειν ἐνενόησε παθὼν ἀνὰ κράτος.

ἦν μὲν γὰρ ὡς ἀληθῶς ἐχθρὸς οὗτος [*](1 τυχὼν αὐτοῦ om. UF ὃ ᾐτήσατο] τί ὃ ἡγήσαιο UF 2 ὀπητίῳ add. M om. ceteri 3 ἐκκρινομένου UF, ἐκκεκρινομένου AP 4 ὄνος PUF, corr. ex ὄντως Α νηπίου τε Mang. 5 τὸν νοῦν om. UF 7 καὶ prius om. UF 8 τοῦ δὲ τὸ λογίζεσθαι ’ 10 γεύσασθαι F 11 τούτοις οἰκειούμενον] τούτων αἰσθανόμενον FL2 μηδ’ ὄναρ MUF: μηδενὸς APGH 12 ἐπησθήναι U, ἐπαισθηθῆναι F 13 τὸ φίλαυτον AP, τῶ φιλτάτω L 14 μέ τις] μέν τις F, μέ om. L ὥσπερ οἰκείων AP, ὥσπερ οἰκεῖον F 15 φησιν om. MAPGH σκῦλα] λάφυρα UF 16 ἐμπλησθήσεται αὐτῶν ἡ ψυχή μου UF καὶ ἀνελῶ FL2 κυριεύσει αὐτῶν UF ἡ om. U 17 εἴποιμι FGll μωρέ] ἄφρον UF 18 διώκειν om. UF νόσος AP 19 κακῶν addidi 20 στροφοῦσι U 21 ἡ κρατεῖν om. G, ἡ κρατεῖν καταλαμβάνεται om. MAPHL1 καὶ κρατεῖται UFL2: κεκράτηται MAPHL1, om. G λαφυραγωγεῖν UFL 22 καὶ om. AP, καὶ μοίρας om. M λείας om. APUF ἡττηθεὶς om. UF 23 κένωσις AP 25 ἐνενόησε] νενίκησε M, νενίκησαι AP ἦν] ἡ F, ἡ U)

v.1.p.189
αἱροῦντος λόγου καὶ φύσεως αὐτῆς, καὶ τὰ ἐν τῷ ποιεῖν ἅπαντα περιάπτων αὑτῷ καὶ μηδενὸς τῶν ἐν τῷ πάσχειν ἔτι μεμνημένος, ὡς τὰς ἀφ’ ἑκάστου κῆρας ἀθρόας ἐκδεδυκώς.

„εἶπε“ γάρ φησιν „ὁ ἐχθρός Διώξας καταλήψομαι“. τίς οὖν ἂν γένοιτο δυσμενέστερος ψυχῇ πολέμιος τοῦ διὰ μεγαλαυχίας τὸ ἴδιον θεοῦ προσκληροῦντος ἑαυτῷ; ἴδιον μὲν δὴ θεοῦ τὸ ποιεῖν, ὃ οὐ θέμις ἐπιγράψασθαι γενητῷ, ἴδιον δὲ γενητοῦ τὸ πάσχειν.

ὃ προλαβὼν μέν τις ὡς οἰκεῖον καὶ ἀναγκαῖόν ἐστι, ῥᾳδίως οἴσει τὰ προσπίπτοντα, κἂν ᾖ βαρύτατα, νομίσας δὲ ἀλλότριον ἀνηνύτῳ πιεζόμενος ἄχθει Σισύφειον τιμωρίαν ἀναδέξεται, μηδ’ ὅσον ἀνακῦψαι δυνάμενος, ἀλλὰ πᾶσι τοῖς ἐπιτρέχουσι καὶ τραχηλίζουσι δεινοῖς ὑποβεβλημένος καὶ προστιθεὶς ἑκάστῳ τὸ ὑπεῖκον καὶ εὐένδοτον, ἀγεννοῦς καὶ ἀνάνδρου ψυχῆς πάθη· τλῆναι γὰρ ἔδει καὶ ἀντιτάξασθαι καὶ ἀντερείσασθαι γνώμην ὀχυρωσάμενον καὶ ἀναφραξάμενον τῇ ἑαυτοῦ καρτερίᾳ καὶ ὑπομονῇ, δυνατωτάταις ἀρεταῖς.

ὥσπερ γὰρ τὸ κείρεσθαι διττόν, τὸ μὲν ὡς ἀντιπεπονθὸς κατὰ ἀντέρεισιν, τὸ δὲ ὡς ὑπεῖκον καθ’ ὑπόπτωσιν — πρόβατον μὲν γὰρ ἢ δέρμα ἢ τὸ λεγόμενον κῴδιον οὐδὲν ἐνεργοῦν ἐξ αὑτοῦ πάσχον δὲ μόνον ὑφ’ ἑτέρου κείρεται, ὁ δ’ ἄνθρωπος συνδρῶν καὶ σχηματίζων καὶ ἐπιτήδειον παρέχων ἑαυτόν, ἀνακιρνὰς τῷ πάσχειν τὸ ποιεῖν —, οὕτως καὶ τὸ τύπτεσθαι·

τὸ μὲν ὃ συμβέβηκε πληγῶν ἄξια ἠδικηκότι οἰκέτῃ ἢ ἐλευθέρῳ διὰ ῥᾳδιουργίαν ἐπὶ τροχοῦ κατατεινομένῳ ἤ τινι τῶν ἀψύχων — τύπτονται γὰρ λίθοι καὶ ξύλα καὶ χρυσὸς καὶ ἄργυρος καὶ ὅσαι ἐν χαλκοτυπείῳ ἐλαυνόμεναι ὗλαι ἢ [*](1 ἐροῦντος UF καὶ τὰ MAP: καὶ om. GH, καὶ τὰ om. UF 2 αὐτῶ GH: αὐτῶ ceteri τῶν] ἐπὶ τῶν AP, ἔτι aute τῶν transp. UF ἀφ’ om. UF 3 ἀθρόως AP 4 ἄν οὖν UF 6 ἐπιγράψεσθαι U γενητῷ FHL1: γενητὸν MGU, γεννητὸν APL2 7 γεννητοῦ AP ὃ codd.: ὅπερ Mang. ὡς] ὅτι UF 8 τὰ — ἀλλότριον om. G βαρύτατα ἡ UF, ᾖ om. MAP ἀλλότριον] ἀλλότριον εἶναι UL2, ἀλλότριος εἶναι F 9 Σισύφειον FH: Σισύφιον ceteri τιμ. ἀναδ.] ὑξποστήσεται τιμωρίαν UF 10 ἀνακόψαι AP1 ἀλλ’ ἅπασι AP τραχηλιάζουσι AP 11 τὸ om. U ὑπήκοον UF, προσῆκον AP 12 ἀγενοῦς F πάθη ψυχῆς transp. APUF τλῆναι] ὕλην· στῆναι UF, ὕλην· εἰ AP 13 ὀχυρωσάμενον FH: ἐχυρωσάμενον cieteri 15 ἀντιπεπονθὸς MH: ἀντιπαθὲς UF, ἀντὶ πένθους APG κατ’ UF ἀντέρεισιν Η, ἀντέρισιν M: ἀντίρρησιν UF, τήρησιν APG δ’ UF ὡς ὑπεῖκον MH: ὡς ὑπήκοον UF, δυσωπικὸν G, δυσωπητικὸν AP κατὰ GUF 17 ἑαυτοῦ U, αὐτοῦ MGF 18 συνδρῶν] ἐξ ἀνδρῶν AP, συζῶν UF συσχηματίζων F ἀνακιρνὰς P, ἀνακιρνᾷ σ eras.) Α, συγκιρνᾷ G2, ἀνακειρέσθω UF τῷ om. UF 19 πάσχων UF οὕτω GHUF τὸ aute μὲν om. M ὃ scripsi: ὧ MAPGH, om. UF 20 οἰκέτῃ ἠδικηκότι F ἢ om. UF ἐλευθέρω δὲ UF 21 κατατεινομένου AP καὶ ante ξύλα om. UF 22 ἡ διαιρούμεναι ὗλαι transp. UF, ἢ διαιρούμεναι om. AP)

v.1.p.190
διαιρούμεναι —, τὸ δὲ ὃ συμβέβηκεν ἀθλητῇ πυγμὴν ἢ παγκράτιον περὶ νίκης καὶ στεφάνων ἀγωνιζομένῳ·