De Cherubim
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
ἡ δὲ εὐθὺς γενομένη δι’ ἑκάστου τῶν μερῶν αὑτῆς ὥσπερ διά τινων ὀπῶν ἀθρόον φῶς εἰς τὸν νοῦν ἐπεισέχεε καὶ τὴν ἀχλὺν ἀποσκεδάσασα τηλαυγῶς καὶ σφόδρα ἐκδήλως τὰς φύσεις τῶν σωμάτων ἰδεῖν καθάπερ δεσπότην παρεσκεύασεν.
ὁ δ’ ὥσπερ ἐκ νυκτὸς ἡλιακῷ φέγγει καταυγασθεὶς ἀπαστράπτοντι ἢ ἐκ βαθέος ὕπνου περιαναστὰς ἢ οἷα τυφλὸς ἐξαίφνης ἀναβλέψας ἐνετύγχανε πᾶσιν ἀθρόως ὧν γένεσίς ἐστιν, οὐρανῷ, γῇ, ὕδατι, ἀέρι, φυτοῖς, ζῴοις, σχέσεσιν αὐτῶν, ποιότησι, δυνάμεσιν, ἕξεσι, διαθέσεσι, κινήσεσιν, ἐνεργείαις, πράξεσι, μεταβολαῖς, φθοραῖς, καὶ τὰ μὲν ἑώρα, τῶν δὲ ἤκουε, τῶν δὲ ἐγεύετο, τῶν δὲ ὠσφραίνετο, τῶν δὲ ἥπτετο· καὶ πρὸς ἃ μὲν ἐπικλινῶς εἶχεν, ἡδονὰς ἐργαζόμενα, τῶν δὲ ἀπεστρέφετο, ἐμποιούντων ἀλγηδόνας.
περιβλεψάμενος οὖν ὧδε κἀκεῖσε καὶ περιαθρήσας ἑαυτόν τε καὶ τὰς δυνάμεις ἐτόλμησε ταὐτὸν αὔχημα αὐχῆσαι τῷ βασιλεῖ Μακεδόνων Ἀλεξάνδρῳ· καὶ γὰρ ἐκεῖνόν φασιν, ἡνίκα Εὐρώπης καὶ Ἀσίας ἔδοξεν ἀνάψασθαι τὸ κράτος, ἐν ἐπικαίρῳ χώρῳ στάντα καὶ πάντα περιαθρήσαντα εἰπεῖν, ὅτι „καὶ τὰ τῇδε καὶ τὰ τῇδε ἐμά“, μειρακιώδους καὶ νηπίας καὶ ἰδιωτικῆς τῷ ὄντι ψυχῆς, οὐ βασιλικῆς, ἐπιδειξάμενον κουφότητα.
πρότερος δ’ ὁ νοῦς τὴν [*](1 εὐπχές] ἔτυχες F οὐκ seclusi (om. v) οὐκ ἄνευ MAPGH: κἄν μετὰ UF; ἐὰν μὴ βάκτρων . . . τυγχάνῃ coni. Wendl. 2 ἐτύγχανεν scripsi: τυγχάνει MH, τυγχάνῃ UFG, τυγχάνοι AP σκηρύπτεσθαι, σκιρρίπτεσθαι F παρ᾿] δι’ UF 3 κατά πάντων U, πάπων om. HF κατακέχυτο F σωμάτων] ὀμμάτων UFL 2 4 ᾧ] τῶ F 5 στερεὰν AP 7 τὸ προειργασμένον AP 8 ὀνοματικῶς APH 9 αὐτῆς codd. 10 ἀθρόον U: ἀθροῦν F, ἄθρουν ceteri εἰς τὸν νοῦν ἐπεισέχεε Μ: ἐπεισ εἰς τὸν νοῦν ἔπεισεν ἐλθεῖν APG, ἐτεισέχεεν καὶ εἰς τ. ν. ἔ. ἐ. Η, εἰς τὸν νοῦν ἐπεισενεχθὲν UF ἀποσκεδάσασα] ἀποστεγάσαν UF· 11 ἐκδήλως ὡς F 12 δεσπότη GH κατεσκεύασεν U 13 ἀστράπτοντι UF ἢ prius om. U 14 ἀθρόοις UF 16 ἕξεσι διαθέσεσι κινήσεσιν om. GH 17 τῶν δὲ ὠσφραίνετο om. GH 18 ἐπικίνως F ἔσχεν UF ἐργαζομένων APUF 19 ἀπετρΰφετο U 20 αὐτόν UF τὸ αὐτὸ UF 23 χώρω MAPGH: χωρίω UFL 2 περιαθροίπρότερον σαντα U καὶ post ὅτι om. UF 24 τῇδ’ ἐμά U 25 ἐπιδεξάμενον AP F ὁ μὲν νοῦς F)
οὗτός ἐστιν ὃν χαρακτηρίσας Μωυσῆς τρόπον ἐν ἡμῖν ἐπεφήμισε Κάιν, ἑρμηνευόμενον κτῆσιν, εὐηθείας μᾶλλον δὲ ἀσεβείας μεστὸν ὄντα· ἀντὶ γὰρ τοῦ νομίσαι θεοῦ πάντα κτήματα, ὑπέλαβεν ἑαυτοῦ, μηδ’ αὑτὸν ἔχειν βεβαίως δυνάμενος, ἀλλὰ μηδ’ ὅστις ἐστὶ τὴν οὐσίαν εἰδώς. ἀλλ’ ὅμως εἰ πεπίστευκε ταῖς αἰσθήσεσιν ὡς ἱκαναῖς θηρεῦσαι τὸ ἐκτὸς αἰσθητόν, εἰπάτω, πῶς παρορᾶν ἢ παρακούειν ἢ κατά τινα ἄλλην αἴσθησιν μὴ ἁμαρτάνειν ἔτι δυνήσεται.
καὶ μὴν τοὺς ὀλίσθους ἀνάγκη τούτους περὶ ἕκαστον ἡμῶν ἀεὶ συμβαίνειν, κἂν τὰ μάλισθ’ ἡμεῖς ἠκριβωμένοις τοῖς ὀργάνοις χρώμενοι τυγχάνωμεν· τὰς γὰρ φυσικὰς κῆρας καὶ τὸν ἀκούσιον πλάνον εἰσάπαν ἐκδῦναι χαλεπόν, μᾶλλον δ’ ἀμήχανον, ἀπείρων ὅσων ψευδοῦς δόξης ποιητικῶν ἔν τε ἡμῖν καὶ περὶ ἡμᾶς καὶ ἐκτὸς ἡμῶν ἐν ἅπαντι τῷ θνητῷ γένει ὑπαρχόντων. οὐκ ἄρα ὑγιῶς κτήμαθ’ ἑαυτοῦ ὑπέλαβε τὰ πάντα, κἂν φρυαττόμενος ὑψαυχενῇ.
Γέλωτά μοι πλατὺν καὶ Λάβαν ὁ τῶν ποιοτήτων ἠρτημένος δοκεῖ παρασχεῖν Ἰακὼβ τῷ πρὸ τούτων τὴν ἄποιον φύσιν ὁρῶντι, ἡνίκα ἐτόλμα πρὸς αὐτὸν λέγειν, ὅτι "αἱ θυγατέρες θυγατέρες μου καὶ οἱ υἱοὶ υἱοί μου καὶ τὰ κτήνη κτήνη μου καὶ πάντα ὅσα σὺ ὁρᾷς ἐμά ἐστι καὶ τῶν θυγατέρων μου“ (Gen. 31,43 )· ἐφ’ ἑκάστου γὰρ οὗτος τὸ „ἐμὸν“ προστιθεὶς περὶ αὑτοῦ λέγων ἅμα καὶ σεμνομυθῶν οὐ παύεται.
τὰς θυγατέρας, εἰπέ μοι, — τέχναι δέ εἰσι καὶ ἐπιστῆμαι ψυχῆς — θυγατέρας σαυτοῦ λέγεις εἶναι; τίνα τρόπον; οὐ πρῶτον μὲν παρὰ τοῦ διδάξαντος αὐτὰς νοῦ παραλαβὼν ἔχεις; εἶτα καὶ πέφυκας ἀποβάλλειν, ὥσπερ ἄλλ’ ἄττα, [*](3 μηδέν om. UF 4 Μώσης MAPGH ὡς τρόπον AP ἐπεφήμισε om. AP 5 δ’ AP 6 πάντα om. F ταῦτα ὑπέλαβεν UF 7 αὐτὸν FGH1 μηδὲ U, μὴ AP ὅστις] ὅς F, τί AP 8 εἰ πεπίστευκε F: ἐπεπίστευκε U, ἐμπεπίστευκε ceteri ἐσθήσεσιν F ἱκανὸς AP, ἱκανῶς F 10 δυνήσηται AP 11 κἀν] καὶ εἰ U, καὶ F μάλιστα APU ἡμεῖς] ἡμῶν UF 12 τυγχάνομεν UF 13 ἐκδοῦναι A δὲ U 14 ὅσον AP 15 ἐν ἅπαντι] ἐναντίων UF 16 κτήματα U, κτῆμα Γ’ αὐτοῦ UF ὑπέλαβεν εἶναι F ὑψαυχενῇ] ἐξαυχῆ UF 17 ποιοτήτων GH : ποιητητῶν M, ποιητῶν APUF 18 δοκεῖ MAPGU: ἐδόκει UF παρασχεῖν APUF: παρέχειν MGH πρὸ τούτου APUF ἄποιον] ἄπειρον AP 19 θυγατέρες θυγατέρες U: alter utrum om. ceteri οἱ om L 20 υἱοὶ υἱοί U: alterutrum om. ceteri κτήνη κτήνη U: alterutrum om. ceteri πάντα UF: πάνθ’ ceteri 22 αὑτοῦ MPF λέγων] λογῶν (sic) M σεμνύνων UF οὐ παύεται] ἀναπαύεται F 24 σαυτοῦ] ἑαυτοῦ F οὐ om. UF 25 νοῦ παραλαβὼν] οὐ παρὰ σαυτοῦ λαβὼν UF ἔσχες U καὶ om. F ἄλλ’ ἄττα] ἀλλάτα MP, ἀλλάττων UF)
τοὺς υἱοὺς — υἱοὶ δέ εἰσιν οἱ κατὰ μέρος τῆς ψυχῆς λογισμοί — φάσκων εἶναι σαυτοῦ σωφρονεῖς ἢ μέμηνας τοιαῦτα δοξάζων; αἱ γὰρ μελαγχολίαι σου καὶ παράνοιαι καὶ φρενῶν ἐκστάσεις καὶ εἰκασίαι ἀβέβαιοι καὶ φαντασίαι πραγμάτων ψευδεῖς καὶ κενοί τινες ἐννοημάτων ὀνείροις ἐοικότες λογισμοὶ ἑλκυσμοὺς καὶ σπασμοὺς ἐνδιδόντες ἐξ ἑαυτῶν καὶ ἡ σύντροφος ψυχῆς νόσος λήθη καὶ ἄλλα τῶν εἰρημένων πλείω τὸ ἐχυρόν σου τῆς δεσποτείας ἀφαιρεῖται καὶ ἐπιδείκνυται ταῦτα ἑτέρου τινός, οὐχὶ σά, κτήματα.
πῶς δὲ τὰ κτήνη — κτήνη δέ εἰσιν αἱ αἰσθήσεις, ἄλογον γὰρ καὶ κτηνῶδες αἴσθησις — σαυτοῦ λέγειν εἶναι τολμᾷς; παρορῶν, εἰπέ μοι, παρακούων ἀεί, τοὺς γλυκεῖς χυλοὺς ἁλμυροὺς ἔστιν ὅτε καὶ ἔμπαλιν τοὺς πικροὺς γλυκεῖς ἡγούμενος καὶ κατὰ πᾶσαν αἴσθησιν πλείω τῶν κατορθουμένων εἰωθὼς διαμαρτάνειν οὐκ ἐρυθριᾷς, ἀλλ’ ὥσπερ ἀπταίστοις κεχρημένος ταῖς περὶ ψυχὴν ἁπάσαις δυνάμεσί τε καὶ ἐνεργείαις γαυριᾷς καὶ πεφύσησαι;