De Cherubim

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ἐπειδὴ γάρ φαμεν εἶναι γυναῖκα τροπικῶς αἴσθησιν, ἀλλοτριώσει δ’ αἰσθήσεως καὶ σώματος ἐπιστήμη συνίσταται, τοὺς σοφίας ἐραστὰς αἴσθησιν ἀποδοκιμάζοντας μᾶλλον ἢ αἱρουμένους ἐπιδείξεται· καὶ μήποτ’ εἰκότως· αἱ γὰρ τούτοις συνοικοῦσαι λόγῳ μέν εἰσι γυναῖκες, ἔργῳ δὲ ἀρεταί, Σάρρα μὲν ἄρχουσα καὶ ἡγεμονίς, Ῥεβέκκα δὲ ἐπιμονὴ τῶν καλῶν, Λεία δὲ ἀνανενευμένη καὶ κοπιῶσα ἐπὶ τῇ συνεχείᾳ τῆς ἀσκήσεως, ἣν ἐκνένευκε καὶ ἀποστρέφεται πᾶς ἄφρων ἀρνούμενος, Σεπφώρα δὲ ἡ Μωυσέως ἀπὸ γῆς εἰς οὐρανὸν ἀνατρέχουσα καὶ τὰς ἐκεῖ θείας καὶ εὐδαίμονας φύσεις κατανοοῦσα, καλεῖται δὲ ὀρνίθιον.

ἵνα δὲ τὴν ἀρετῶν κύησιν καὶ ὠδῖνα εἴπωμεν, ἀκοὰς ἐπιφραξάτωσαν οἱ δεισιδαίμονες τὰς ἑαυτῶν ἢ μεταστήτωσαν· τελετὰς γὰρ ἀναδιδάσκομεν θείας τοὺς τελετῶν ἀξίους τῶν ἱερωτάτων μύστας, οὗτοι δ’ εἰσὶν οἱ τὴν ἀληθῆ καὶ οὖσαν ὄντως ἀκαλλώπιστον εὐσέβειαν μετὰ ἀτυφίας ἀσκοῦντες· ἐκείνοις δὲ οὐχ ἱεροφαντήσομεν κατεσχημένοις ἀνιάτῳ κακῷ, τύφῳ ῥημάτων καὶ ὀνομάτων γλισχρότητι καὶ τερθρείαις ἐθῶν, ἄλλῳ δὲ οὐδενὶ τὸ

εὐαγὲς καὶ ὅσιον παραμετροῦσιν. ἀρκτέον οὖν τῆς τελετῆς ὧδε. ἀνὴρ μὲν γυναικί, ἄνθρωπος δ’ ἄρρην ἀνθρώπῳ θηλείᾳ τὰς ἐπὶ γενέσει παίδων ὁμιλίας ἐπακολουθῶν τῇ φύσει συνέρχεται ποιησόμενος· ἀρεταῖς δὲ πολλὰ καὶ τέλεια τικτούσαις θέμις οὐκ ἔστιν ἀνδρὸς ἐπιλαχεῖν θνητοῦ· μὴ δεξάμεναι δὲ παρά τινος ἑτέρου γονήν, ἐξ ἑαυτῶν μόνον οὐδέποτε [*](1. 2 προσέθετο UF 2 τὸν Ἅβελ τὸν ἀδελφὸν αὐτοῦ transp. H ἀρετὴν μὲν AP o ὁ νομοθέτης μεμαρτύρηκε transp. UF γνωρίζον τὰς U, γνωρίσοντας F, γνωρίζων τὰς MAPH 4 Μωσῆν MAPGH 6 δὲ HU ἐπιστήμων F 7 αἴσθησιν corr. Turn. : ἔστησεν codd. ἐπιδείξεται G, ἐπιδέξεται AP 8 αἱ] ὅτι αἱ APGH 9 ἔργω δ’ AP 10 δέ] δὲ καὶ F ἀνανενευμένη F: ἀναωενεσμένη M, ἀνανευομένη U, ἀνενηνεγμένη ceteri 12 Μωσέως AP, Μωυσέος GF 13 καλεῖτε F ὄρνεον UF 14 ὠδῖνας F 14. 15 οἱ δεισιδαίμονες UF: οἱ om. ceteri 15 ἡ G, ἡ ona. II μεταστησάτωσαν F 16 τῶν om. UF δὲ F 18 δ’ AP κατϊσχημένοις MAPF 10 τερθρίαις Α, τερθρίας UF ἐθνῶν L δ’ AP 20 παραμετροῦσιν ἢ ταύτῃ FL2 τελευτῆς U 21 μὲν] τις U ἄνθρωπος — θηλείᾳ] καλὸν κτῆμα διὰ UFL2 τἀς] εἰς τἀς MAPGH 22 ποιησόμενον H 215 τέλει καὶ πολλὰ UF 24 μὴ δεξαμέναις Η, μὴ δεξαμένοις G, μηδ’ ἐξεῖναι M δὲ] 64 εἶναι AP γονὴν scripsi: ἐπιγονήν codd. ante ἐξ add. μὴ δεξάμεναι δέ M μόνον] μέν μόνων H)

v.1.p.181
κυήσουσι.

τίς οὖν ὁ σπείρων ἐν αὐταῖς τὰ καλὰ πλὴν ὁ τῶν ὄντων πατήρ, ὁ ἀγένητος θεὸς καὶ τὰ σύμπαντα γεννῶν; σπείρει μὲν οὖν οὗτος, τὸ δὲ γέννημα τὸ ἴδιον, ὃ ἔσπειρε, δωρεῖται· γεννᾷ γὰρ ὁ θεὸς οὐδὲν αὑτῷ, χρεῖος ἅτε ὢν οὐδενός, πάντα δὲ τῷ λαβεῖν δεομένῳ.

παρέξω δὲ τῶν λεγομένων ἐγγυητὴν ἀξιόχρεων τὸν ἱερώτατον Μωυσῆν· τὴν γὰρ Σάρραν εἰσάγει τότε κύουσαν, ὅτε ὁ θεὸς αὐτὴν μονωθεῖσαν ἐπισκοπεῖ (Gen. 21, 1), τίκτουσαν δ’ οὐκέτι τῷ τὴν ἐπίσκεψιν πεποιημένῳ, ἀλλὰ τῷ σοφίας τυχεῖν γλιχομένῳ, οὗτος δὲ Ἀβραὰμ ὀνομάζεται.

γνωριμώτερον δ’ ἐπὶ τῆς Λείας ἐκδιδάσκει λέγων, ὅτι τὴν μὲν μήτραν ἀνέῳξεν αὐτῆς ὁ θεός (Gen. 29, 31) — ἀνοιγνύναι δὲ μήτραν ἀνδρὸς ἴδιον —, ἡ δὲ συλλαβοῦσα ἔτεκεν οὐ θεῷ — ἱκανὸς γὰρ μόνος καὶ αὐταρκέστατος ἑαυτῷ —, ἀλλὰ τῷ κάματον ἀναδεχομένῳ ὑπὲρ τοῦ καλοῦ Ἰακώβ, ὥστε τὴν ἀρετὴν δέχεσθαι μὲν παρὰ τοῦ αἰτίου τὰ θεῖα σπέρματα, τίκτειν δέ τινι τῶν ἑαυτῆς ἐραστῶν, ὃς ἂν τῶν μνηστήρων ἁπάντων προκριθῇ.

πάλιν Ἰσαὰκ τοῦ πανσόφου τὸν θεὸν ἱκετεύσαντος, ἐκ τοῦ ἱκετευθέντος ἔγκυος ἡ ἐπιμονὴ Ῥεβέκκα γίνεται (Gen. 25, 21). χωρὶς δὲ ἱκετείας καὶ δεήσεως τὴν πτηνὴν καὶ μετάρσιον ἀρετὴν Σεπφώραν Μωυσῆς λαβὼν εὑρίσκει κύουσαν ἐξ οὐδενὸς θνητοῦ τὸ παράπαν (Exod. 2, 22).

ταῦτα, ὦ μύσται κεκαθαρμένοι τὰ ὦτα, ὡς ἱερὰ ὄντως μυστήρια ψυχαῖς ταῖς ἑαυτῶν παραδέχεσθε καὶ μηδενὶ τῶν ἀμυήτων ἐκλαλήσητε, ταμιευσάμενοι δὲ παρ’ ἑαυτοῖς φυλάττετε θησαυρόν, οὐκ ἐν ᾧ χρυσὸς καὶ ἄργυρος, οὐσίαι φθαρταί, κατάκεινται, ἀλλὰ τῶν ὄντων κτημάτων τὸ καλλιστεῦον, ἡ περὶ τοῦ αἰτίου καὶ ἀρετῆς καὶ τρίτου τοῦ γεννήματος ἀμφοῖν ἐπιστήμη. ἐὰν δέ τινι τῶν τετελεσμένων [*](1 αὐτοῖς APH 2 ὄντων] ὅλων H ἀγέννητος codd. σπείρει — δωρεῖται (3) om. F 3 γὰρ] μὲν γὰρ DF ὁ θεὸς om. F 4 αὐτῶ PG, ἑαυτῶ F οὐθενός MAPG 5 λεγομένων] δεομένων UF ἀξιόχρεων om. UF 6 τότε κύουσαν τεκοῦσαν UF ὅτι U ὁ et αὐτὴν om. F 7 τίκτουσαν UF: τίκτουσα ceteri δὲ F 8 τυχεῖν] λαχεῖν F Ἄβραμ MH 9 δὲ UF ἀναδιδάσκει UF 10 αὐτῆς ἀνέῳξεν transp. UF ἀνοιγῆναι AP, ἀνοῖξαι UF 14 αὐτῆς Η 15 τὸν θεὸν UF: τὸν om. ceteri 16 ἔγγυος PG, ἔγκυμος F, ἐγκύμων U ἡ ‘Pεβέκκα G γίγνεται U 17 δ’ AP ἱκεσίας F, ἱκετηρίας L τὴν om. F Σεμπφώραν U 18 Μώσης MAPGH θνητοῦ τὸ παράπαν UF: τὸ παράπαν om. ceteri 19 μύσται] μύσι καὶ ἱεροφάνται UF ὡς om. UF 20 παραδέχεσθαι H 21 ἐκλαλήσατε Mang. φυλάπεται U 22 φθαρτακεῖνται (sic) F ὄντων] ὄντως coni. Markland, πάντων Mang. 23 καλλιστεῦον] καλλιστεῦον κτῆμα U, κάλλιστον κτῆμα F ἡ] ἢ F περὶ om. UF καὶ ante ἀρετῆς om. F τρίτον APF 24 ἀμφοῖν] ἀπ’ ἀμφοῖν UF ἐπιστήμης codd., corr. Turn. τινι] τινες APH)

v.1.p.182
ἐντυγχάνητε, λιπαρῶς ἐγκείμενοι περιέχεσθε, μή τινα ἄρα καινοτέραν εἰδὼς τελετὴν ἐπικρύπτηται, μέχρις ἂν αὐτὴν σαφῶς ἀναδιδαχθῆτε.

καὶ γὰρ ἐγὼ παρὰ Μωυσεῖ τῷ θεοφιλεῖ μυηθεὶς τὰ μεγάλα μυστήρια ὅμως αὖθις Ἱερεμίαν τὸν προφήτην ἰδὼν καὶ γνούς, ὅτι οὐ μόνον μύστης ἐστὶν ἀλλὰ καὶ ἱεροφάντης ἱκανός, οὐκ ὤκνησα φοιτῆσαι πρὸς αὐτόν· ὁ δ’ ἅτε τὰ πολλὰ ἐνθουσιῶν χρησμόν τινα ἐξεῖπεν ἐκ προσώπου τοῦ θεοῦ λέγοντα πρὸς τὴν εἰρηνικωτάτην ἀρετὴν ταῦτα· „οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα καὶ ἄνδρα τῆς παρθενίας σου“ (Ier. 3, 4) ; ἐμφαντικώτατα παριστὰς ὅτι ὁ θεὸς καὶ οἶκός ἐστιν, ἀσωμάτων ἰδεῶν ἀσώματος χώρα, καὶ τῶν συμπάντων πατήρ, ἅτε γεγεννηκὼς αὐτά, καὶ σοφίας ἀνὴρ σπέρμα τῷ θνητῷ γένει καταβαλλόμενος εὐδαιμονίας εἰς ἀγαθὴν καὶ παρθένον γῆν.

ἀμιάντῳ γὰρ καὶ ἀψαύστῳ καὶ καθαρᾷ φύσει, τῇ πρὸς ἀλήθειαν παρθένῳ, διαλέγεσθαι πρεπῶδες θεόν, ἐναντίως ἡμῖν· ἀνθρώπων μὲν γὰρ ἡ ἐπὶ γενέσει τέκνων σύνοδος τὰς παρθένους γυναῖκας ἀποφαίνει· ὅταν δὲ ὁμιλεῖν ἄρξηται ψυχῇ θεός, πρότερον αὐτὴν οὖσαν γυναῖκα παρθένον αὖθις ἀποδείκνυσιν, ἐπειδὴ τὰς ἀγεννεῖς καὶ ἀνάνδρους ἐπιθυμίας, αἷς ἐθηλύνετο, ἐκποδὼν ἀνελὼν τὰς αὐθιγενεῖς καὶ ἀκηράτους ἀρετὰς ἀντεισάγει· Σάρρᾳ γοῦν οὐ διαλέξεται, πρὶν ἐκλιπεῖν ἐκείνην τὰ γυναικεῖα πάντα (Gen. 18, 11) καὶ ἀναδραμεῖν εἰς ἁγνευούσης παρθένου

τάξιν. ἀλλ’ ἐνδέχεται τάχα που καὶ παρθένον ψυχὴν πάθεσιν ἀκολάστοις μιανθεῖσαν αἰσχυνθῆναι· διόπερ ὁ χρησμὸς πεφύλακται θεὸν ἄνδρα εἰπὼν οὐ παρθένου — τρεπτὴ γὰρ ἥδε καὶ θνητή — ἀλλὰ „παρθενίας“ (Ier. 3, 4), τῆς ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης ἰδέας· γένεσιν γὰρ καὶ φθορὰν ἐνδεχομένων φύσει τῶν ποιῶν, ἄφθαρτον αἱ τυποῦσαι δυνάμεις τῶν ἐν μέρει κλῆρον εἰλήχασι.

τὸν οὖν ἀγένητον [*](1 μή τινα] μήποτ’ UF εἰδὼς] εἰδῶν GmgHL1, ἰδόντες UFL2 2 ἐπικρύψετε U, ἐπικρύψητε FL2 μέχρι APG1 σαφῶς αὐτὴν UF 3 Μωϋσῆ UF, Μασεῖ ceteri μυηθεὶς] μνησθεὶς G1 5 ἱεροφαντεῖν UF ἱκανῶς H ὅδ’ F, ὁ δ’ om. AP 6 ἐνθουσιῶν UFGcorr. : ἐνθουσιῶντα ceteri 8 ἐμφαστικώτατα M 9 παριστῶν UF 10 γεγενηκὼς HU 12 παρθένιον F 13. 14 ἀνθρώπω AP 14 γενέσει codd.: γεννήσει Mang. τέκνων] παίδων UF σύνοδος] ὁμιλία UF 15 δ’ AP θεὸς ψυχὴ U, ὁ θεὸς ψυχὴ F αὐτὴν οὖσαν UF: αὐτὴν om. ceteri 16 ἀγενεῖς AP 17 θηλύνεται UF 18 ἐκλιπεῖν] ἐκπεσεῖν UF ἐκείνην om. UF 20 τάξιν] τρόπον UF παρθέεῖν τῆς ἐχούσης νοῦ F 22 εἰπὼν G οὐ G ἥδε] ἤδη F 23 ἐχούσης MGH: μενούσης P, μενούσης AUF 24 ποιῶν] ποιοτήτων AP, θνητῶν UFL2 25 αἱ τυποῦσαι] ἐτύπωσε καὶ τύπους αἱ UFL2 τῶν] τὸν AP, τὰ coni. Markland et Wendl. κλῆρον AP: κλήρων ceteri εἰλήχασι M: εἰλήφασι ceteri οὖν] γοῦν U, γ’ οὖν F, νοῦν P ἀγένητον M: ἀγέννητον ceteri)

v.1.p.183
καὶ ἄτρεπτον θεὸν ἀθανάτων καὶ παρθένων ἀρετῶν σπείρειν ἰδέας μηδέποτε εἰς γυναικὸς μεταβαλλούσῃ σχῆμα παρθενίᾳ πρεπῶδες. τί οὖν, ὦ ψυχή, δέον ἐν οἴκῳ θεοῦ παρθενεύεσθαι καὶ ἐπιστήμης περιέχεσθαι, τούτων μὲν ἀποστατεῖς, αἴσθησιν δὲ ἀσπάζῃ τὴν ἐκθηλύνουσάν σε καὶ μιαίνουσαν; τοιγάρτοι γέννημα πάμφυρτον καὶ πανώλεθρον ἀποτέξῃ τὸν ἀδελφοκτόνον καὶ ἐπάρατον Κάιν, κτῆσιν οὐ κτητήν· λέγεται γὰρ ὁ Κάιν κτῆσις.

Θαυμάσειε δ’ ἄν τις τὸν τῆς ἑρμηνείας τρόπον, ᾧ πολλάκις ἐπὶ πολλῶν ὁ νομοθέτης χρῆται τὸ σύνηθες ἐξαλλάττων. μετὰ γὰρ τοὺς φύντας ἐκ γῆς ἀρχόμενος δηλοῦν τὸν γεννηθέντα πρῶτον ἐξ ἀνθρώπων, περὶ οὗ τὸ παράπαν οὐδὲν εἴρηκεν, ὡς ἤδη πολλάκις τοὔνομα αὐτοῦ προειπὼν ἀλλὰ μὴ νῦν αὐτὸ κατατάττων εἰς τὴν ἐν λόγῳ χρῆσιν, φησὶν ὅτι ἔτεκε τὸν Κάιν. ποῖον, ὦ τεχνῖτα; περὶ οὗ τί μικρὸν ἢ μέγα πάλαι δεδήλωκας;

καὶ μὴν οὐκ ἀγνοεῖς τὴν οἰκείαν θέσιν τῶν ὀνομάτων· ἤδη γοῦν προελθὼν ἐπὶ τοῦ αὐτοῦ δηλώσεις προσώπου φάσκων, ὅτι „ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ· καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ“ (Gen. 4, 25). οὐκοῦν πολὺ μᾶλλον ἐχρῆν ἐπὶ τοῦ πρωτοτόκου, ὃς ἦν ἀρχὴ τῆς ἐξ ἀλλήλων γενέσεως ἀνθρώποις, τήν τε φύσιν τοῦ ἀποκυηθέντος δηλῶσαι πρῶτον ὅτι ἄρρεν, εἶτα τὸ οἰκεῖον ὄνομα θέσθαι, Κάιν εἰ τύχοι.

ἐπειδὴ τοίνυν οὐκ ἀπειρίᾳ τρόπων, καθ’ οὓς ὀνόματα δεῖ τίθεσθαι, φαίνεται τὴν συνήθη χρῆσιν ἐπὶ τῶν περὶ Κάιν ἀνελών, σκεπτέον ἂν εἴη, τίνος αἰτίας ἕνεκα οὕτως ἐκάλεσε τοὺς ἐκ τῶν πρώτων παραδιηγήσεως μᾶλλον ἢ θέσεως ὀνομάτων τύπῳ χρησάμενος. ἔστι δ’, ὡς ἔμοιγε στοχαζομένῳ καταφαίνεται, ἡ αἰτία ἥδε.

ὁ μὲν ἄλλος ἅπας ἀνθρώπων ὅμιλος ὀνόματα τίθεται πράγμασι διαφέροντα τῶν πραγμάτων, ὥσθ’ ἕτερα μὲν [*](1 ἄτρεπτον] ἄφθαρτον UF τὸν θεὸν F εἰδέας F 1. 2 μηδέποτε UF: μήποτε ceteri 2 μεταβαλλούσῃ scripsi: μεταβαλούσης U, μεταβαλλούσης ceteri παρθενίας UF 4 τοῦτον GH1 δ’ AP 5 γένημα Η πανωλέθριον UF ἀποτεύξη L 8 θαυμάσειε U: θαυμάσει F, θαυμάσαι ceteri 9 ἐξαλλάσσων UF 10 φύντας] ὄντας AP πρῶτον om. Η 11 τὸ ὄνομα UF 12 αὐτὸ] αὐτῶ AP αὐτὰ F κατατάττειν APH 13 τεχνητὰ AP ἢ corr. in οὐ H, οὐ L 14 πάλαι om. ’UF 15 ἤδει Α προσώπου δηλώσει U 16 αὐτοῦ codd. : αὑτοῦ v 17 τὸ ὄνομα om. F αὐτὸν F 19 τὸ πρῶτον UF 20 τὸ om. UF 21 ἀπορία AP καθ’ ὃ οὖς Α, καθ’ ὧν UF 22 τῶν] τὸν APF 23 οὕτως] ὦ οὗτος AP ἐκάλεσε] ἐκέλευσε M 25 καταφαίνεται UF: φαίνεται ceteri ἡ om. UF 26 ὥσθ’ MUF: ὡς ceteri)

v.1.p.184
εἶναι τὰ τυγχάνοντα, ἑτέρας δὲ κλήσεις τὰς ἐπ’ αὐτοῖς· παρὰ Μωυσεῖ δὲ αἱ τῶν ὀνομάτων θέσεις ἐνάργειαι πραγμάτων εἰσὶν ἐμφαντικώταται, ὡς αὐτὸ τὸ πρᾶγμα ἐξ ἀνάγκης εὐθὺς εἶναι τοὔνομα καὶ τοὔνομα καὶ καθ’ οὗ τίθεται διαφέρειν μηδέν. μάθοις δ’ ἂν σαφέστερον κἀκ τοῦ προτεθέντος ὃ λέγω.

ὅταν ὁ ἐν ἡμῖν νοῦς — κεκλήσθω δὲ Ἀδάμ — ἐντυχὼν αἰσθήσει, παρ’ ἣν ζῆν δοκεῖ τὰ ἔμψυχα — καλεῖται δὲ Εὔα —, [συνουσίας ἴσης ὀρεχθεὶς] πλησιάζῃ, ἡ δὲ συλλαμβάνῃ καθάπερ δικτύῳ καὶ θηρεύῃ φυσικῶς τὸ ἐκτὸς αἰσθητόν, διὰ μὲν ὀφθαλμῶν τὸ χρῶμα, διὰ δὲ ὤτων φωνήν, διὰ δὲ μυκτήρων ἀτμόν, χυλόν γε μὴν διὰ τῶν γεύσεως ὀργάνων, καὶ διὰ τῶν ἁφῆς ἅπαν σῶμα, συλλαβοῦσα ἐγκύμων τε γίνεται καὶ εὐθὺς ὠδίνει καὶ τίκτει κακῶν ψυχῆς τὸ μέγιστον, οἴησιν· ᾠήθη γὰρ αὑτοῦ πάντ’ εἶναι κτήματα, ὅσα εἶδεν, ὧν ἤκουσεν, ὧν ἐγεύσατο, ὧν ὠσφρήσατο, ὧν ἥψατο, καὶ πάντων ὑπέλαβεν εὑρετὴν καὶ

τεχνίτην ἑαυτόν. ἔπαθε δὲ τοῦτο οὐκ ἀλόγως· ἦν γάρ ποτε χρόνος, ὅτε νοῦς οὐ διελέγετο αἰσθήσει οὐδ’ εἶχεν αἴσθησιν, πάμπολυ διεστὼς τῶν συννόμων καὶ ἀγελαίων, ἐοικὼς τοῖς μονοτρόποις καὶ μονωτικοῖς ζῴοις· τότε δὴ καθ’ ἑαυτὸν ἐξεταζόμενος σώματος οὐκ ἐφήπτετο, ἀθροῦν οὐκ ἔχων ὄργανον περὶ ἑαυτόν, ᾧ θηρεύσει τὸ ἐκτός, ἀλλ’ ἦν τυφλὸς καὶ ἀδύνατος, οὐχ ὃν οἱ πολλοὶ λέγουσιν, ὅταν πηρωθέντα τὰς ὄψεις θεάσωνται· μίαν γὰρ οὗτος αἴσθησιν ἀφαιρεθεὶς τῶν ἄλλων ἄγει πολλὴν περιουσίαν·

ἐκεῖνος δὲ πάσας τὰς αἰσθητικὰς δυνάμεις περικεκομμένος, ἀδύνατος ὄντως, ἥμισυ ψυχῆς τελείας, ἐνδέων δυνάμεως, ᾗ καταλαμβάνεσθαι σώματα πέφυκε, τμῆμα καθ’ ἑαυτὸν [*](1 τὰ ἑαυτοῖς τυγχάνοντα U, τάδ’ ἐπ’ αὐτοῖς τυγχάνοντα F τὰς ἐπ’ αὐτοῖς om. UF Μωϋσῆ UF, Μωσεῖ ceteri 2 ἐνάργειαι corr. Turn.: ἐνέργειαι codd. 3 τὸ om. UF εὐθὺς om. L τοὔνομα καὶ addidi (idem coni. Wendl.) 4 οὐδέν F κἀκ U: καὶ ἐκ ceteri 5 ἐν ἡμῖν om. M κεκλήσθω δὲ] ὃς καλεῖται UF δ’ MAP 6 ἐντυχὼν δὲ UF 7 συνουσίας ἴσης ὀρεχθεὶς seclusit Diels συνουσίας ἴσης MUF : συνουσίασις ἧς GH, ἴσως συνουσίας AP πλησιάζῃ U, πλησιάζει F:. πλησιάσῃ ceteri ἡ δὲ codd.: ἥδε v 7.8 συλλαμβάνῃ et θηρεύῃ scripsi: συλλαμβάνει et θηρεύει codd. 9 χυλόν UF: χυμός M, χυμόν ceteri 10 τῆς γεύσεως U ἁφῆς] ἀφ’ ἦς MU, ἁφῶν F συλλαβοῦσα UF: συλλαβὼν ceteri τε om. UF 11 τὸ μέγιστον ψυχῆς transp. UF 12 ὠήθει Α αὐτοῦ codd. 13 ὠσφραίνετο U, ὀσφραίνετο F εὑρετὴν] εὐεργέτην UF 14 τεχνήτην AP δὲ τοῦτο] γὰρ τοῦθ’ (sic) UF ἀλόγως ἴσως UFL2 15 αἰσθήσεσι UF οὐδ’ εἶχεν αἴσθησιν om. UF 17 τότε δὴ] ἀτελῆ UFL2 18 ἀθροῦν A: ἄθρουν UF, θροῦν ceteri; ἀρκοῦν coni. Markiand οὑκ ἔχων Markland: τ’ ἔχων AP, τε ἔχων cetcri θηρεύσει] ὁμηρεύσει UF 19. 20 πηρωθέντας AP 20 αἴσθησιν οὗτος transp. AP 23 δυνάμεως om. UF ἡ] ὧ UF στερούμενον AP, στερόμενος F)

v.1.p.185
στερόμενον τοῦ συμφυοῦς οὐκ εὐτυχές, [οὐκ] ἄνευ βάκτρων τῶν αἰσθητικῶν ὀργάνων ἐτύγχανεν, οἷς ἱκανὸς ἦν σκηρίπτεσθαι κραδαινόμενος· παρ’ ἣν αἰτίαν καὶ πολὺ σκότος πάντων κατεκέχυτο τῶν σωμάτων, οὐδενὸς φανῆναι δυναμένου· ᾧ γὰρ γνωρίζεσθαι ἔμελλεν, αἴσθησις οὐκ ἦν.

βουληθεὶς οὖν ὁ θεὸς μὴ μόνον τῶν ἀσωμάτων ἀλλὰ καὶ στερεῶν σωμάτων κατάληψιν αὐτῷ παρασχεῖν, ἐξεπλήρου τὴν ὅλην ψυχὴν τὸ ἕτερον τῷ προειργασμένῳ τμῆμα συνυφαίνων, ὃ κέκληκε προσηγορικῶς μὲν γυναῖκα ὀνομαστικῶς δὲ Εὔαν αἰνιττόμενος αἴσθησιν.