De Cherubim

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

Τίνα δέ ἐστιν ἃ διὰ τῶν Χερουβὶμ καὶ τῆς στρεφομένης [*](1 γεννητὸς APHU ἐνθύμημα] ἐγχείρημα U 2 παρὸ Η: παρ’ ὧ MAPG, καθὸ UF Μώσης MAPGU ὅτι om. UF .3 δέ otn. UF 4 ἱερεῖ UFL2: ἱερῶ ceteri ante λόγῳ add. βαπτισμοῦ UL2, βαπτιστοῦ F 5 ἀποκαλύφθω AP1; ἀκαλύφῳ coni. Mang. γυμνωθεῖσα UF 6 καὶ — ἀπαμφιασθεῖσαν om. F ἶνα GHUF fi. 7 ἡ ὄψις τῆς ἀκριβεστάτης -VP 7 ἐπικριθεῖσα] διελεγχθῆ G ὑποτετυφωμένην AP, ἀποτυφομένην F 7. 8 εἰρωνίαν Η 8 νόμισμα] νομίσασα UF διελεγχθείη UF, δειχθῇ GH ἢ oin. codd., add. Turn. 9 ἐκνίψεται G, ἐκνίψηται δὲ UF κατ’ αὐτὴν UF μαρτυρία UF γυμνὴν om. AP 1 1 δὲ U ὃ om. UF 12 ἑστὼς UF 14 μὲν γὰρ UF δὲ καὶ UF 15 καὶ om. ’ διάνοιαν κτήσασθαι transp. UF ἐγγύς] συγγενές U ἐστι βαίνειν UF: ἐπιβαίνειν ceteri, ἐπιβαίνει v δυνάμως θεοῦ transp. F 17 γενέσεως om. ’ 18 ποιήσας Mang.: ποιῆσαι codd. 19 ὢν ἐγγύς transp. AP χερουβεὶμ AP ἀντικρὺ Η corr. : ἄντικρυς ceteri 21 ἶν’ M: ἶνα ceteri τῆς ὁμοῦ UF, post τῆς spatium 4—5 litt. in M: ὁμοῦ om. 22 περὶ ἀθρήσεως F 25 χερουβεὶμ AP (sic ubique))

v.1.p.175
ῥομφαίας φλογίνης αἰνίττεται, νῦν ἐπισκεπτέον. μήποτε οὖν τὴν τοῦ παντὸς οὐρανοῦ φορὰν δι’ ὑπονοιῶν εἰσάγει· κίνησιν γὰρ αἱ κατ’ οὐρανὸν σφαῖραι τὴν ἐναντίαν ἔλαχον ἀλλήλαις, ἡ μὲν τὴν ἀπλανῆ ταὐτοῦ κατὰ δεξιά, ἡ δὲ τὴν πεπλανημένην θατέρου κατ’ εὐώνυμα.

ἡ μὲν οὖν ἐξωτάτω, τῶν λεγομένων ἀπλανῶν, μία, ἣ καὶ τὴν αὐτὴν ἀπὸ τῶν ἑῴων ἐπὶ τὰ ἑσπέρια εἱλεῖται περίοδον, αἱ δ’ ἐντὸς ἑπτά, τῶν πλανήτων, ἐθελούσιόν τε καὶ βεβιασμένην, ὑπεναντίους ἅμα καὶ διττὰς ἴσχουσαι κινήσεις· καὶ ἔστιν αὐταῖς ἡ μὲν ἀκούσιος ὁμοία τῇ τῶν ἀπλανῶν, φαίνονται γὰρ καθ’ ἑκάστην ἡμέραν ἀπ’ ἀνατολῆς ἐπὶ δύσιν ἰοῦσαι, ἡ δὲ οἰκεία ἀπὸ τῶν ἑσπερίων ἐπὶ τὰ ἑῷα, καθ’ ἣν συμβέβηκε τὰς περιόδους τῶν ἑπτὰ ἀστέρων καὶ μήκη χρόνων προσειληφέναι, τὰς μὲν ἰσοδρόμους ἴσα, ἡλίου καὶ ἑωσφόρου καὶ στίλβοντος ἐπίκλησιν — τρεῖς γὰρ τῶν πλανήτων ἰσοταχεῖς οὗτοι —, τὰς δὲ ἀνισοδρόμους ἄνισα μέν, ἀναλογίαν δ’ ἔχοντα πρός τε ἀλλήλας καὶ τὰς τρεῖς ἐκείνας.

γίνεται οὖν τὸ μὲν ἕτερον τῶν Χερουβὶμ ἡ ἐξωτάτω, τοῦ παντὸς οὐρανοῦ ὁ ἔσχατος, ἁψὶς ἐν ᾗ τὴν κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν οἱ ἀπλανεῖς θείαν ὡς ἀληθῶς χορείαν χορεύουσι τάξιν οὐ λείποντες, ἣν ὁ γεννήσας πατὴρ αὐτοὺς ἔταξεν ἐν κόσμῳ· θάτερον δ’ ἡ ἐντὸς περιεχομένη σφαῖρα, ἣν ἑξαχῆ σχίσας ἑπτὰ κύκλους ἀναλογοῦντας ἑαυτοῖς εἰργάζετο τῶν πλανήτων ἕκαστον εἰς αὐτοὺς ἁρμοσάμενος·

καὶ καθάπερ ἔποχον ἐν ὀχήματι ἀστέρα [*](1 φλογίνης ῥομφαίας transp. AP, φλογίνης om. UF μήποτ’ AP 2 φορὰν] περιφορὰν UFL2 δι’ om. UF εἰσάγη A, εἰσάγοι P εἰσάγει κίνησιν· UF αἱ γὰρ F, ἡ γὰρ U οὐράνιον G σφέραι F, σφαῖρα U 3 ἔλαχεν UF ταὐτοῦ Mang. : αὐτοῦ codd. δεξιάν U 4 κατὰ MGH 5 μία ἣ] μίαν UFL2 ἣ καὶ] καὶ ἡ Turn. τὴν αὐτὴν UF : αὐτὴν om. ceteri 6 αἱ] ἡ UF ἑπτά om. UF τῶν] τὴν GHcorr. ἐθελουσίαν UF 7 ἴσχουσαι scripsi: ἴσχουσι codd. 9 δ’ UF οἰκεία] ἑκουσία coni. Mang. 10 τῶν] τὸν F 10. 11 ἀστέρων καὶ om. UF 11 μήκει P χρόνου U, χρόνον Γ’ τἀς μὲν ἰσοδρόμους] τὰς δὲ μεσοδρόμους UF 13 ἀνισοδρόμους corr. Turn. : μεσοδρόμους MAPGH, μὴ μεσοδρόμους UF ἀνίσους UF δ’ ἔχοντα] δ’ om. AP, διέχοντα M, δ’ ἐχούσας UF 14 γοῦν UF, οὖν om. M τὸ μὲν] τοῦτο μὲν AP1 15 ἐξωτάτη UF ὁ ἔσχατος scripsi: ὁ om. codd., ἐσχάτη Richter 16 τὰ om. AP1 17 χορεύοντες UF λιπόντες H, λιπόντες ceteri αὐτοὺς πατὴρ transp. UH, αὐτοὺς θεὸς F 18 ἑξαγῆ Mang. : ἐξ ἀρχῆς codd. 19 ἀναλογοῦντας om. G ἑαυτοῖς UF: ἐφ’ οἷς AP, ἐφ’ ἑαυτοῖς GH, ἐφ’ ἑαυτοὺς M πλανητῶν M 20 καθάπερ] θάτερον AP) [*](2 sqq. cf. Plat. Tim. 36 C (Diog. La. III 68).)

v.1.p.176
ἐν οἰκείῳ κύκλῳ θεὶς τὰς ἡνίας ἐπίστευσε τῶν ἐπόχων οὐδενί, πλημμελῆ δείσας ἐπιστασίαν, ἁπάσας δ’ ἐξήρτησεν ἑαυτοῦ, νομίσας ἐναρμόνιον τῆς κινήσεως μάλιστα οὕτως τάξιν γενήσεσθαι· τὸ γὰρ σὺν θεῷ πᾶν ἐπαινετόν,

τὸ δ’ ἄνευ θεοῦ ψεκτόν. τὰ μὲν δὴ Χερουβὶμ καθ’ ἕνα τρόπον οὕτως ἀλληγορεῖται· ῥομφαίαν δὲ φλογίνην καὶ στρεφομένην τὴν κίνησιν αὐτῶν καὶ τοῦ παντὸς οὐρανοῦ τὴν ἀίδιον φορὰν ὑποτοπητέον λέγεσθαι. μήποτε δὲ καθ’ ἑτέραν ἐκδοχὴν τὰ μὲν Χερουβὶμ δηλοῖ τῶν ἡμισφαιρίων ἑκάτερον· καὶ γὰρ ἀντιπρόσωπά φησιν εἶναι νεύοντα πρὸς τὸ ἱλαστήριον πτεροῖς (Exod. 25, 19), ἐπειδὴ καὶ ταῦτα ἀντικρὺ μέν ἐστιν ἀλλήλων, νένευκε δὲ ἐπὶ γῆν τὸ μέσον τοῦ παντός, ᾧ καὶ διακρίνεται·

ἡ δὲ μόνη τῶν τοῦ κόσμου μερῶν ἑστῶσα παγίως Ἑστία πρὸς τῶν παλαιῶν εὐθυβόλως ὠνόμασται, ἵνα περί τι βεβαίως ἱδρυμένον ἡ ἑκατέρων τῶν ἡμισφαιρίων ἐμμελεστάτη γίγνηται περιπόλησις. ἡ δὲ φλογίνη ῥομφαία σύμβολον ἡλίου· φλογὸς γὰρ ὢν πίλημα πολλῆς ὠκυδρομώτατον γέγονε τῶν ὄντων, ὡς ἡμέρᾳ μιᾷ τὸν σύμπαντα περιδινεῖσθαι κόσμον.

ἤκουσα δέ ποτε καὶ σπουδαιοτέρου λόγου παρὰ ψυχῆς ἐμῆς εἰωθυίας τὰ πολλὰ θεοληπτεῖσθαι καὶ περὶ ὧν οὐκ οἶδε μαντεύεσθαι· ὅν, ἐὰν δύνωμαι, ἀπομνημονεύσας ἐρῶ. ἔλεγε δέ μοι κατὰ τὸν ἕνα ὄντως ὄντα θεὸν δύο τὰς ἀνωτάτω εἶναι καὶ πρώτας δυνάμεις ἀγαθότητα καὶ ἐξουσίαν, καὶ ἀγαθότητι μὲν τὸ πᾶν γεγεννηκέναι, ἐξουσίᾳ δὲ τοῦ γεννηθέντος ἄρχειν, τρίτον δὲ συναγωγὸν ἀμφοῖν μέσον εἶναι λόγον, λόγῳ γὰρ καὶ ἄρχοντα καὶ ἀγαθὸν εἶναι τὸν θεόν·

ἀρχῆς μὲν οὖν καὶ [*](1 ἐνοικεῖ ὁ κυκλωθεὶς U τὰς δ’ ἡνίας UF πιστεύει UF ἐποχῶν UF πλημμελεῖ F 2 ἐπιστασίαν Mang. : ἐπίστασιν codd. ἁπάσας δ’] ἀλλὰ πάσας UF αὐτοῦ UF ἐναρμονίου U, ἐν ἁρμονία F 3 μάλιστα δ’ U, μάλιστα δὲ F οὕτως] om. M, οὐ Α τάξει γεγενῆσθαι UF 5 οὕτως] ὅπως AP, om. M 8 ἑκατέριον Α φησιν codd.: φασιν Mang. 1) πτεροῖς Mang.: om. U, ἑτέροις ceteri ἀντικρὺ Hcorr.: ἄντικρυς ceteri 10 δ’ Gll μέσον] μετὰ U ὦ] ὃ U 12 περί] εἴπερ F ἡ] ἡ F ἑκατέρως U, ἑκατέρου Γ’ 13 γίγνηται MAPG: γίνηται II, γίνεται U, ora. F 14 συμβολικῶς ὁ ἥλιος UF ὠκυδρομώτατον scripsi: ὠκυδρομώτατος codd. 15 περι θεῖν AP κόσμον περιδινεῖσθαι transp. UF 16 δέ] δ’ ἔγωγε UF Ifi. 17 εἰωθείας F 17 ὅν] ὧν MUP 18 δύναμαι AP 18. 19 ὄντως καὶ ὄντα AP1 19 ὄντα] θηῶ UF δυνάμεις καὶ πρώτας transp. UF 20 καὶ ante ἀγαθότητι om. UF γεγενηκέναι MGHUF 21 γενηθέντος H συναγωγὸν UFL2: συνάγοντες ceteri ἄμφω UF 22 καὶ post οὖν om. AP1) [*](3 D C fol. 183r D R fol. 178v ἐκ τῶν αὐτῶν (praecedit excerptum ἐκ τοῦ η΄ καὶ θ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας) : τὸ σὺν θεῷ πᾶν ἐπαινετόν· τὸ δὲ ἄνευ θεοῦ φευκτόν. 11 cf. Eur. frg. 944 (Macrob. Sat. I 23, 8) Arist. de Mundo 2.)

v.1.p.177
ἀγαθότητος τῶν δυεῖν δυνάμεων τὰ Χερουβὶμ εἶναι σύμβολα, λόγου δὲ τὴν φλογίνην ῥομφαίαν· ὀξυκινητότατον γὰρ καὶ θερμὸν λόγος καὶ μάλιστα ὁ τοῦ αἰτίου, ὅτι καὶ αὐτὸ πάντα φθάσαν παρημείψατο καὶ πρὸ πάντων νοούμενον καὶ ἐπὶ πᾶσι φαινόμενον.

ἑκατέρου δὴ τῶν Χερουβίμ, ὦ διάνοια, δέξαι τύπον ἀκιβδήλευτον, ἵνα περί τε ἀρχῆς τοῦ αἰτίου καὶ ἀγαθότητος ἐναργῶς ἀναδιδαχθεῖσα καρπώσῃ κλῆρον εὐδαίμονα· γνώσῃ γὰρ εὐθὺς καὶ τὴν τῶν ἀκράτων δυνάμεων σύνοδόν τε καὶ κρᾶσιν, ἐν οἷς ἀγαθὸς μὲν ὁ θεὸς ἐμφαινομένου τοῦ τῆς ἀρχῆς ἀξιώματος, ἐν οἷς δὲ ἄρχων ἐμφαινομένης τῆς ἀγαθότητος· ἵνα τὰς ἐκ τούτων ἀπογεννωμένας ἀρετὰς φιλοφροσύνην καὶ εὐλάβειαν θεοῦ κτήσῃ, μήτε ἐν οἷς εὖ πάσχεις ὑψηγοροῦσα διὰ τὸ τῆς ἡγεμονίας τοῦ βασιλέως μέγεθος μήτε ἐν οἷς ὑπομένεις τι τῶν ἀβουλήτων ἀπογινώσκουσα τὰς ἀμείνους ἐλπίδας δι’ ἡμερότητα τοῦ μεγάλου καὶ φιλοδώρου θεοῦ.

φλογίνη δὲ ῥομφαία, διότι χρὴ τούτοις παρακολουθεῖν τὸν μέσον τῶν πραγμάτων ἔνθερμον καὶ πυρώδη λόγον, ὃς οὐδέποτε λήγει κινούμενος σπουδῇ πάσῃ πρὸς αἵρεσιν μὲν τῶν καλῶν, φυγὴν δὲ τῶν ἐναντίων.

οὐχ ὁρᾷς ὅτι καὶ Ἀβραὰμ ὁ σοφός, ἡνίκα ἤρξατο μετρεῖν κατὰ θεὸν πάντα καὶ μηδὲν ἀπολείπειν τῷ γενητῷ, λαμβάνει τῆς φλογίνης ῥομφαίας μίμημα „πῦρ καὶ μάχαιραν“ (Gen. 22, 6), διελεῖν καὶ καταφλέξαι τὸ θνητὸν ἀφ’ ἑαυτοῦ γλιχόμενος, ἵνα γυμνῇ τῇ διανοίᾳ μετάρσιος πρὸς θεὸν ἀναπτῇ;

τὸν δέ γε Βαλαὰμ μάταιον λαὸν ὄντα ἐξωπλισμένον εἰσάγει Μωυσῆς ἀστράτευτον καὶ λιποτάκτην, εἰδὼς πόλεμον ὃν ἁρμόττει ψυχῇ περὶ [*](1 δυοῖν APH 3 ὁ om. HUF 4 ἐπὶ πᾶσι] ἐπὶ πάντων HL1 φαινόμενον] φερόμενον F δὴ] δὲ P 5 περί] παρά F 6 ἐναργῶς om. D ἀναδιδαχθήση ΑP1 7 γὰρ] δὲ D τῶν om. F ἀκράτων UF: ἀκηράτων ceteri, ἀκροτάτων D 8 ἀγαθὸς post. θεὸς transp. D τῆς codd.: ἀπὸ τῆς v oisUFD: ὧ ceteri 9 ἐκ om. D 9. 10 ἀπογενομένας APD 10 φιλοφροσύνην] ἀγάπην D κτήσῃ θεοῦ transp. F μήτε — μέγεθος (11) om. U μήτ’ AP εὖ om. D 11 πάσχῃς AP μήτ’ AP 12 ὑπομένης AP τι] τῆ AP 13 δι’ D: διὰ codd. μεγαλοδώρου coni. Mang. φλογίνην δὲ ῥόμφαν (sic) F 14 μέσον scripsi: μετὰ codd. : τομέα coni. Wendl., μετὰ Ε; Diels Sepfxov UF 17 μετρεῖν] ποιεῖν UF κατὰ θεὸν μετρεῖν transp. H 18 ἀπολιπὼν εἰσάγει τῷ γενητῷ] τῶν ἐν τῶ θνητῶ γένει UF γεννητῶ AP μίμῃμα ῥομφαίας trausp. UF 20 θεὸν codd.: τὸν θεὸν v 21 ἐξωπλισάηει μενον G εἰσάγει M Μωυσῆς UF: Μωὰβ ceteri 22 λιποτήκτην λειποτάκτην ceteri ἁρμόζει H) [*](15 — 13 DR fol. 195v Φίλωνος: ὦ διάνοια — φιλοδώρου θεοῦ.)

v.1.p.178
ἐπιστήμης ποιεῖσθαι· λέγει γὰρ ὄνῳ, τῇ ἀλόγῳ προαιρέσει τοῦ βίου, ᾗ πᾶς ἄφρων ἐπιβέβηκεν, ὅτι „εἰ μάχαιραν εἶχον, ἤδη ἂν ἐξεκέντησά σε“ (Num. 22,29 )· καὶ μεγίστη χάρις τῷ τεχνίτῃ, ὅτι τὴν ἀφροσύνης λύτταν εἰδὼς οὐκ ἐνέδωκεν αὐτῇ, καθάπερ ξίφος μεμηνότι, δύναμιν λόγων, ἵνα μὴ πολλὴν καὶ ἄδικον ἅπασι τοῖς ἐντυγχάνουσιν ἐνεργάσηται φθοράν.

ἃ δὲ Βαλαάμ, ταῦθ’ ἕκαστος τῶν μὴ κεκαθαρμένων ἀεὶ ματαιάζων αἰτιᾶταί πως, ἐμπορικὸν ἢ γεωργικὸν ἤ τιν’ ἄλλον τῶν ποριστικῶν ἐπιτηδεύσας βίον· ἕως μὲν αἴσια ἀπαντᾷ τὰ ἀφ’ ἑκάστου, γεγηθὼς ἐπιβέβηκε καὶ ἐποχεῖται καὶ ἐνειλημμένος ἀπρὶξ ἔχεται μεθέσθαι τὸ παράπαν οὐ δικαιῶν, ἀλλὰ καὶ τοῖς ἀφίστασθαι λέγουσι καὶ μέτρα ταῖς ἐπιθυμίαις περιθεῖναι διὰ τὸ τοῦ μέλλοντος ἀτέκμαρτον βασκανίαν ὀνειδίζει καὶ φθόνον, οὐκ ἀπ’ εὐνοίας εἰσηγεῖσθαι ταῦτα φάσκων·

ἐπειδὰν δὲ ἀβούλητος κακοπραγία συμβῇ, τοὺς μὲν ὡς ἀγαθοὺς μάντεις ἀποδέχεται καὶ προφυλάξασθαι δυνατωτάτους τὰ μέλλοντα, τὰ δ’ οὐδενὸς αἴτια κακοῦ τὸ παράπαν αἰτιᾶται, τὴν γεωργίαν, τὴν ἐμπορίαν, τὰς ἄλλας

ἐπιτηδεύσεις, αἷς πρὸς ἀργυρισμὸν ἠξίου χρῆσθαι· αἱ δὲ καίτοι φωνητηρίων ὀργάνων ἀμοιροῦσαι τὴν δι’ αὐτῶν τῶν πραγμάτων ῥήξουσι φωνὴν ἐναργεστέραν οὖσαν τῆς διὰ γλώττης „Ἆρά γε, ὦ συκοφάντα, οὐχ ἡμεῖς ἐσμεν ἐκεῖναι“ λέγουσαι „αἷς καθάπερ ὑποζυγίοις ὑψαυχενῶν ἐπεβεβήκεις; μὴ καθ’ ὑπεροψίαν ἄλλως εἰργασάμεθά σοι κακοπραγίαν (cf. νυμ. 22, 30) ; ἴδε τὸν ἀνθεστῶτα ἐξεναντίας θεοῦ λόγον ἐνωπλισμένον ἄγγελον (ib. 31), παρ’ ὃν τό τε εὖ καὶ τὸ μὴ συμβέβηκε τελειοῦσθαι·

οὐχ ὁρᾷς; τί οὖν νῦν ἡμᾶς αἰτιᾷ πρότερον, ὅτε εὐώδει σοι τὰ πράγματα, οὐχὶ μεμψάμενος; μένομεν γὰρ αἱ αὐταὶ μηδὲ τῆς ἑαυτῶν [*](3 τεχνητὴ AP 4 μεμηνότι ξίφος AP, γε μὴν ὅτι ξίφος UF, ξίφος δύναμιν μεμηνότα M δύναμις UF 5 λόγου F ἅπασι om. HL1 ἐργάσηται HUF 7 ματαιάζων] καταίζων U τινὰ AP ἄλλων G 7. 8 τὸν ποριστικὸν F 8 αἴσι’ ἀπαντᾶ H coir. : αἴσια ἅπαντα MG, αἴσια πάντα ceteri τὰ om. UF 9 ἐπωχεῖται Η ἐνειλημμένος Ε; coni. Mang. ἀπρὴξ F 11 ταῖς ἐπιθυμίαις codd. : τῆς ἐπιθυμίας Mang. (in toxtu) περιθεῖναι] ἐπιθεῖναι δυναμνένοις UF 12 ὀνειδίζειν F φάσκων] πάσχων UF 13 δ’ AP ὡς ἀγαθοὺς UF: ὡς oin. ceteri 13. 14 ἐπιδέχεται Α 16 ἐξαργυρισμὸν UF 18 ἐνεργεστέραν MUF 19 ὑψαυχένων UF 20 ἐπιβεβήκεις UF ἄλλως] ἀλλ’ ὡς UF, Ε; ἄλλως coni. Markland εἰργασάμεθα UF: εἰργάσμεθα ceteri εἰργάσμεθά σοι ἄλλως tiansp. AP 21 ἴδε τὸν] εἰ δέ τὸ F ἐξεναντίας ἑστῶτα UF τοῦ θεοῦ U 21. 22 ἐνωπλισμένον ἄγγελον UF: ἄγγελον om. ceteri 23 οὐχ ὁρᾷς om. UF αἰτιᾷ ἡμᾶς transp. GH 24 οὐχὶ] οὐκ ἧς UF μένομεν UF: ὁ μὲν ’H’, ἐσμὲν G2H2 αἱ αὐταὶ UFH2: ἑαυτὰ MPGH1, ἑαυτῶ Α μηδὲ scripsi: μηδὲν codd.)

v.1.p.179
φύσεως μεταβάλλουσαι τὸ παράπαν στιγμήν· σὺ δὲ κριτηρίοις χρώμενος οὐχ ὑγιέσιν ἀλόγως σφαδᾴζεις· εἰ γὰρ ἐξ ἀρχῆς ἔμαθες, ὅτι οὐχ ἅττ’ ἂν ἐπιτηδεύῃς ἀγαθῶν μετουσίας ἢ κακῶν ἐστιν αἴτια, ἀλλ’ ὁ δίοπος καὶ κυβερνήτης τοῦ παντὸς λόγος θεῖος, ῥᾷον ἂν ἔφερες τὰ συμπίπτοντα παυσάμενος τοῦ συκοφαντεῖν καὶ ἐπιγράφειν ἡμῖν ἃ μὴ δυνάμεθα.

ἐὰν οὖν πάλιν καθελὼν ἐκεῖνος τὸν πόλεμον καὶ τὰς ἐπ’ αὐτῷ συννοίας καὶ κατηφείας σκεδάσας εἰρήνην ἐπικηρυκεύσηται βίου, φαιδρὸς καὶ γεγηθὼς τὴν δεξιὰν ἐμβαλεῖς ἡμῖν ταῖς ἐν ὁμοίῳ μενούσαις· ἡμεῖς δ’ οὔτ’ εὐμενείᾳ τῇ σῇ φυσώμεθα οὔτ’ ἐὰν δυσμεναίνῃς ἐπιστρεφόμεθα, ἴσμεν γὰρ ἑαυτὰς μήτ’ ἀγαθῶν μήτε κακῶν αἰτίας οὔσας, κἂν σὺ περὶ ἡμῶν τοιαῦτα δοξάζῃς, εἰ μὴ καὶ τὴν θάλατταν εὐπλοίας ἢ τῶν συμβαινόντων ναυαγίων ἀλλ’ οὐχὶ τὰς τῶν πνευμάτων διαφορὰς τοτὲ μὲν ἐπιεικῶς τοτὲ δὲ μετὰ βιαιοτάτου συρμοῦ καταπνεόντων αἰτιατέον·

φύσει γὰρ παντὸς ὕδατος ἠρεμίαν ἐξ αὑτοῦ λαχόντος, ὅταν μὲν πνεῦμα οὔριον κατ’ οἰάκων ἐπιγένηται, παντὸς ἀνασεισθέντος κάλου, πλησίστιοι μέχρι λιμένων αἱ νῆες καταίρουσιν, ὅταν δὲ αἰφνίδιον κατὰ πρῴρας ἐξεναντίας κατασκήψῃ, πολὺν σάλον καὶ κλόνον ἐγείρει καὶ ἀνατρέπει· καὶ τοῦ συμβαίνοντος ἡ μηδὲν αἰτία θάλαττα τὴν πρόφασιν ἴσχει, φανερῶς ταῖς ἀνέσεσι καὶ σφοδρότησι τῶν ἀνέμων ἢ γαληνιάζουσα ἢ κυμαίνουσα".

διὰ τούτων οὖν ἁπάντων ἱκανῶς οἶμαι δεδηλῶσθαι, ὅτι λόγον ἡ φύσις δυνατώτατον σύμμαχον ἀνθρώπῳ δημιουργήσασα τὸν μὲν αὐτῷ χρῆσθαι δυνάμενον ὀρθῶς ἀπέδειξεν εὐδαίμονα καὶ λογικὸν ὄντως, τὸν δὲ μὴ δυνάμενον ἄλογόν τε καὶ κακοδαίμονα.

„Ἀδὰμ δὲ ἔγνω τὴν γυναῖκα αὐτοῦ· καὶ συνέλαβε καὶ ἔτεκε [*](1 μεταβαλοῦσαι UFL2 στιγμήν Maug.: στιγμὴ MUF, στιγμή ceteri 2 ἀλόγως] ἀλόγοις GH, ἄλλως AP ἅττ’ ἄν] ὅτ’ ἄν U, ὅταν F3 ἐπιτηδεύοις AP μετουσίαν F αἰτία HUF δίοπος scripsi: δίοπτος UF, πηδαλιοῦχος ceteri 4 ῥᾷον ἄν] οὗ UF 5 δυνώμεθα MAPGcorr. 6 ἐκείνοις GH, σὺν ἐκείνοις UF ἐπ’ αὐτῶν UF συννοίας scripsi: ἐννοίας codd., ἀνίας coni. Mang. 7 ἐπικηρυκεῦσαι δύνηται UF 8 ἐμβαλεῖς UF: ἐμβάλλει γ’ MAPG,. ἐμβάλλῃ γ’ H corr. ἐν ὁμοία MAPH1 9 φυσόμεθα U, φεισόμεθα AP, φυσιώμεθα Mang. οὔτε ἄν APGF 11 δοξάζεις H 12 διαφθορὰς G1H 13 βεβαιοτάτου UF αἰτιατέον] ἐατέον U, φατέον F 14 αὑτοῦ GH corr.: αὐτοῦ ceteri 15 καἰ παντὸς F, παντὸς καὶ L2 ἀνασπασθέντος UFL2 κάλως U πλήσει τὰ ἱστία U, πλήσῃ τὰ ἱστία F μέχρι λιμένων] μὲν εἰς λιμένας AP 16 νῆες AP: ναῦς ceteri κατάγουσιν UF δ’ AP καὶ κατὰ UF 18 θάλασσα GHF 19 ἡ prius om. F γαληνίζουσα UF 19. 20 διὰ τοῦτ’ AP 20 πάντων UF 21 χρῆσθαι GH: χρήσασθαι ceteri 24 δ’ AP αὐτοῦ codd.: αὑτοῦ v)

v.1.p.180
τὸν Κάιν, καὶ εἶπεν Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ. καὶ προσέθηκε τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ“ (Gen. 4,1.2). οἷς ἀρετὴν μεμαρτύρηκεν ὁ νομοθέτης, τούτους γνωρίζοντας γυναῖκας οὐκ εἰσάγει, τὸν Ἀβραάμ, τὸν Ἰσαάκ, τὸν Ἰακώβ, τὸν Μωυσῆν, καὶ εἴ τις αὐτοῖς ὁμόζηλος·