Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ἄριστον οὖν τῷ θεῷ πεπιστευκέναι καὶ μὴ τοῖς ἀσαφέσι λογισμοῖς καὶ ταῖς ἀβεβαίοις εἰκασίαις· "Ἀβραάμ γέ τοι ἐπίστευσε τῷ θεῷ, καὶ δίκαιος ἐνομίσθη“ (Gen. 15, 6)· καὶ Μωυσῆς ἄρχει μαρτυρούμενος ὅτι ἐστὶ „πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ“ (Num. 12, 7). ἐὰν δὲ ἀποπιστεύσωμεν τοῖς ἰδίοις λογισμοῖς, κατασκευάσομεν καὶ οἰκοδομήσομεν τὴν πόλιν τοῦ διαφθείροντος τὴν ἀλήθειαν νοῦ· Σηὼν γὰρ ἑρμηνεύεται διαφθείρων.

παρὸ καὶ ἀναστάς, παρ’ ᾧ ἦν ἐνύπνια, εὗρεν, ὅτι αἱ κινήσεις ἅπασαι καὶ αἱ διατάσεις τοῦ ἄφρονός εἰσιν ἐνύπνια ἀληθείας ἀμέτοχα — αὐτὸς γὰρ ὁ νοῦς ἐνύπνιον εὑρέθη —, ὅτι ἀληθὲς μέν ἐστι δόγμα τὸ πιστεύειν θεῷ, ψεῦδος δὲ τὸ πιστεύειν τοῖς κενοῖς λογισμοῖς. ἄλογος δὲ ὁρμὴ ἐξέρχεται καὶ φοιτᾷ ἀφ’ ἑκατέρων τῶν τε λογισμῶν καὶ τοῦ νοῦ τοῦ διαφθείροντος τὴν ἀλήθειαν· διὸ καί φησιν, ὅτι „πῦρ ἐξῆλθεν ἐξ Ἐσεβών, φλὸξ ἐκ πόλεως Σηών“ (Num. 21, 28)· οὕτως γὰρ ἄλογον τὸ πιστεύειν ἢ λογισμοῖς πιθανοῖς ἢ νῷ διαφθείροντι τὸ ἀληθές.

"κατεσθίει γέ τοι καὶ ἕως Μωάβ“ τουτέστιν ἕως τοῦ νοῦ· τίνα γὰρ ἄλλον ἢ τὸν ἄθλιον νοῦν ἡ ψευδὴς δόξα ἀπατᾷ; κατεσθίει καὶ βιβρώσκει καὶ μέντοι καὶ καταπίνει τὰς ἐν αὐτῷ στήλας, τουτέστι τὰ κατὰ μέρος ἐνθυμήματα, ἃ καθάπερ ἐν στήλῃ τετύπωται καὶ ἐγκεχάρακται. Ἀρνὼν δ’ εἰσὶν αἱ στῆλαι, ὅπερ ἑρμηνεύεται „φῶς αὐτῶν“, ἐπεὶ τῶν πραγμάτων ἕκαστον ἐν λογισμῷ σαφηνίζεται.

ἄρχεται μὲν οὖν θρηνεῖν τὸν αὐθάδη καὶ φίλαυτον νοῦν οὕτως· "οὐαί σοι, Μωάβ, ἀπώλου“· εἰ γὰρ αἰνίγμασι προσέχεις τοῖς κατὰ τὴν τῶν εἰκότων ἐπιβολήν, ἀπολώλεκας ἀλήθειαν. „λαὸς Χαμώς“ τουτέστιν ὁ λαός σου καὶ ἡ δύναμις εὕρηται πηρὸς καὶ τετυφλωμένος· Χαμὼς γὰρ ἑρμηνεύεται "ὡς ψηλάφημα"· ἴδιον δὲ τοῦ μὴ ὁρῶντος τὸ ἔργον τοῦτο.

τούτοις οἱ μὲν υἱοὶ οἱ κατὰ μέρος λογισμοὶ φυγάδες, αἱ δὲ γνῶμαι θυγατέρων ἔχουσαι δύναμιν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν Ἀμορραίων, τουτέστι τῷ σοφιστῇ λαλούντων· οἱ γὰρ Ἀμορραῖοι ἑρμηνεύονται λαλοῦντες, τοῦ γεγωνότος λόγου σύμβολον ὄντες· ὁ δὲ τούτων ἡγεμὼν ὁ [*](1 ἐτελεσιουργήθη scripsi: ἐτελεσιούργησεν codd. 4 ταῖς] τοῖς H 5 Μώσης codd. 6 ἐν om. L 7 κατασκευάσωμεν καὶ οἰκοδομήσωμεν Η 10 διατάσεις scripsi: διαστάσεις codd. 13. 14 ἀφ’ ἑκατέρου τῶν τε λογισμῶν Mang. (scd ἑκατέρων scripsi): ἐφ’ ἑκάτερά τε τῶν λογισμῶν codd. 15 ’Eσσεβῶν BH Σιῶν codd. 16 ὕτως] ὄντως coni. Mang. 17 τἀληθές P 19 ἀπατᾶ] ἅπαντα ΑΒΡ 21 τετύπωνται codd., corr. Turn. 24 ἀπώλου scripsi (LXX): πόλις codd. 25 ἐπιβουλὴν PH 28 οἱ addidi 30 λαλούντων corr. Turn.: λαλούμενοι ABP, λαλούμενος Η 31 γεγωνότος ΑΒΡ: γεγονότος Η λόγου Mang.: λαοῦ codd.)

v.1.p.165
σοφιστής ἐστι καὶ δεινὸς λόγων ἀνερευνᾶν τέχνας, ὑφ’ οὗ κατασοφίζονται οἱ τὸν ὅρον τῆς ἀληθείας ὑπερβαίνοντες.

Σηὼν οὖν ὁ διαφθείρων τὸν ὑγιῆ κανόνα τῆς ἀληθείας καὶ τὸ σπέρμα αὐτοῦ ἀπολεῖται καὶ Ἐσεβὼν τὰ αἰνίγματα τὰ σοφιστικὰ ἕως Δεβών, ὃ καλεῖται δικασμός· πάνυ προσφυῶς· τὰ γὰρ εἰκότα καὶ πιθανὰ οὐκ ἔχει περὶ ἀληθείας ἐπιστήμην, ἀλλὰ δίκην καὶ ἀμφισβήτησιν καὶ ἐριστικὴν ἅμιλλαν καὶ φιλονεικίαν καὶ πάντα τὰ τοιαῦτα.

ἀλλ’ οὐκ ἐξήρκεσε τῷ νῷ τὰς ἰδίας καὶ νοητὰς ἔχειν κῆρας, ἀλλ’ ἔτι καὶ αἱ γυναῖκες προσεξέκαυσαν πῦρ, αἱ αἰσθήσεις, πυρκαϊὰν πολλὴν ἐπ’ αὐτόν. ἴδε μέντοι τὸ λεγόμενον οἷόν ἐστι. πολλάκις νύκτωρ οὐδεμιᾷ τῶν αἰσθήσεων ἐνεργοῦντες ἀτόπους περὶ πολλῶν καὶ διαφερόντων λαμβάνομεν ἐννοίας, τῆς ψυχῆς ἀεικινήτου ὑπαρχούσης καὶ μυρίας τροπὰς ἐνδεχομένης. ἦν οὖν ἱκανὰ πρὸς διαφθορὰν αὐτῇ, ὅσα αὐτὴ ἐξ ἑαυτῆς ἐγέννησε.

νυνὶ δὲ καὶ ὁ τῶν αἰσθήσεων ὄχλος ἐπεισωδίασεν αὐτῇ κηρῶν ἀμήχανον πλῆθος, τοῦτο μὲν ἐκ τῶν ὁρατῶν, τοῦτο δὲ ἐκ τῶν φωνῶν, εἶτα χυλῶν καὶ ἀτμῶν τῶν κατὰ τὴν ὀσμήν· καὶ σχεδὸν ἡ ἀπ’ αὐτῶν φλὸξ χαλεπώτερον τὴν ψυχὴν διατίθησι τῆς ἐγγινομένης ὑπ’ αὐτῆς τῆς ψυχῆς ἄνευ συμπαραλήψεως αἰσθητηρίων.

τούτων μία τῶν γυναικῶν ἐστιν ἡ Πεντεφρῆ τοῦ Φαραὼ ἀρχιμαγείρου (Gen. 39, 1 ss.)· ὃς πῶς ἔχει γυναῖκα εὐνοῦχος ὤν, ἐπισκεπτέον· τοῖς γὰρ τὰ ῥήματα τοῦ νόμου πραγματευομένοις πρὸ ἀλληγορίας ἀκολουθήσει τὸ δοκοῦν ἀπορεῖσθαι· ὁ γὰρ εὐνοῦχος καὶ ἀρχιμάγειρος ὄντως νοῦς μὴ ταῖς ἁπλαῖς μόνον ἀλλὰ καὶ ταῖς περιτταῖς χρώμενος ἡδοναῖς εὐνοῦχος κέκληται καὶ ἄγονος σοφίας, ὢν εὐνοῦχος οὐκ ἄλλου τινὸς ἢ τοῦ σκεδαστοῦ τῶν καλῶν Φαραώ· ἐπεί τοι κατ’ ἄλλον λόγον ἄριστον ἂν εἴη τὸ εὐνοῦχον γενέσθαι, εἰ δυνήσεται ἡμῶν ἡ ψυχὴ κακίαν ἐκφυγοῦσα ἀπομαθεῖν τὸ πάθος.

διὸ καὶ Ἰωσὴφ ὁ ἐγκρατὴς τρόπος τῇ λεγούσῃ ἡδονῇ „Κοιμήθητι μετ’ ἐμοῦ (Gen. 39, 7) καὶ ἄνθρωπος ὢν ἀνθρωποπάθησον καὶ ἀπόλαυσον τῶν κατὰ τὸν βίον τερπνῶν" ἐναντιοῦται φάσκων· „ἁμαρτήσομαι εἰς τὸν θεὸν τὸν φιλάρετον, εἰ γενοίμην φιλήδονος· πονηρὸν γὰρ τοῦτ’ ἔργον".

καὶ νῦν μὲν ἀκροβολίζεται, ἤδη δὲ καὶ καρτερῶς ἀπομάχεται, ὅταν εἰσέλθῃ εἰς τὸν ἑαυτῆς οἶκον ἡ ψυχὴ καὶ ἀναδραμοῦσα [*](2 Σιῶν H 4 ’Eσσεβῶν BPH 8. 9 προσἐκαυσαν L 14 ἐπεισωδίωσεν Richter 16 καὶ om. codd., add. Turn. ὀσμήν corr. Turu.: φωνήν codd. 18 συμπαραλήψεως Α 20 ὃς πῶς Wendl.: ὅπως codd., ὅπως δὲ Mang. ἔχη H 21 πρὸ ἀλληγορίας Wendl.: πρὸς ἀλληγορίαν codd., μὴ post νόμου add. Mang. 25 τὸν λόγον BH 30 τὸν θεὸν om. L γὰρ om. L 32 εἰσέθη post ἑαυτῆς transp. BH)

v.1.p.166
ἐπὶ τοὺς ἑαυτῆς τόνους ἀποτάξηται τοῖς κατὰ τὸ σῶμα καὶ τὰ ἴδια ὡς ψυχῆς ἔργα ἐργάσηται· οὔτ’ εἰς τὸν οἶκον Ἰωσὴφ οὔτε Πεντεφρῆ, ἀλλ’ "εἰς τὴν οἰκίαν“ — καὶ οὐ προστίθησι τὴν τίνος, ἵνα σκεπτικῶς ἀλληγορῇς— „ποιεῖν τὰ ἔργα αὐτοῦ“ (Gen. 39, 11).

ἡ μὲν οὖν οἰκία ἐστὶν ἡ ψυχή, εἰς ἣν ἀνατρέχει καταλιπὼν τὰ ἐκτός, ἵνα τὸ λεγόμενον ἐντὸς αὑτοῦ γένηται· τὰ δὲ τοῦ ἐγκρατοῦς ἔργα μήποτε θεοῦ βουλήματί ἐστι· καὶ γὰρ οὐδεὶς ἦν ἀλλότριος λογισμὸς τῶν εἰωθότων ἐν τῇ ψυχῇ κατοικεῖν εἴσω. πλὴν οὐκ ἀφίσταται ζυγομαχοῦσα ἡ ἡδονή, ἀλλὰ τῶν ἱματίων λαβομένη φησί „Κοιμήθητι μετ’ ἐμοῦ“. σκεπάσματα δὲ ὥσπερ σώματος τὰ ἐσθήματά ἐστιν, οὕτως τοῦ ζῴου σιτία καὶ ποτά.

τοῦτο δή φησι· τί παραιτῇ τὴν ἡδονήν, ἧς ἄνευ οὐ δύνασαι ζῆν; ἰδοὺ ἐκλαμβάνομαι τῶν ποιητικῶν αὐτῆς καί φημί σε μὴ ἂν δυνηθῆναι ὑποστῆναι, εἰ μή τινι τῶν ποιητικῶν χρήσαιο. τί οὖν ὁ ἐγκρατής; εἰ μέλλω, φησί, δουλεύειν πάθει διὰ τὴν ποιητικὴν ὕλην, καὶ ἐξελεύσομαι ἀπὸ τοῦ πάθους ἔξω· "καταλιπὼν γὰρ τὰ ἱμάτια ἐν ταῖς χερσὶν