Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

αὐτῆς ἔφυγε καὶ ἐξῆλθεν ἔξω“ (Gen. 39, 12). τίς δὲ ἔνδον, φαίη τις ἄν, ἐξέρχεται; οὐ πολλοί; ἢ οὐ φυγόντες τινὲς τὸ ἱεροσυλεῖν ἐξ ἰδιωτικῆς ἔκλεψαν οἰκίας, καὶ οὐκ ὄντες πατροτύπται ἀλλότριον ὕβρισαν; οὗτοι ἐξέρχονται μὲν ἀπὸ τῶν ἁμαρτημάτων, εἰς ἕτερα δὲ εἰσέρχονται· τὸν δὲ τελείως ἐγκρατῆ δεῖ πάντα φεύγειν τὰ ἁμαρτήματα καὶ τὰ μείζω καὶ τὰ ἐλάττω καὶ ἐν μηδενὶ ἐξετάζεσθαι τὸ παράπαν.

ἀλλ’ ὁ μὲν Ἰωσὴφ — νέος τε γάρ ἐστι καὶ τῷ Αἰγυπτίῳ σώματι οὐκ ἴσχυσεν ἀγωνίσασθαι καὶ νικῆσαι τὴν ἡδονήν — [καὶ] ἀποδιδράσκει. Φινεὲς δὲ ὁ ἱερεὺς ὁ ζηλώσας τὸν ὑπὲρ θεοῦ ζῆλον οὐ φυγῇ τὴν ἰδίαν σωτηρίαν πεπόρισται, ἀλλὰ τὸν „σειρομάστην“ τουτέστι τὸν ζηλωτικὸν λόγον λαβὼν οὐκ ἀποστήσεται, πρὶν ἢ „ἐκκεντῆσαι τὴν Μαδιανῖτιν“ τὴν ἐκκεκριμένην θείου χοροῦ φύσιν „διὰ τῆς μήτρας αὐτῆς“ (Num. 25,7.8), ἵνα μηδέποτε ἰσχύσῃ φυτὸν ἢ σπέρμα κακίας ἀνατεῖλαι· οὗ χάριν ἐκκοπείσης ἀφροσύνης ἆθλον καὶ κλῆρον ἡ ψυχὴ λαμβάνει διττόν, εἰρήνην καὶ ἱερωσύνην (ib. 12. 13), συγγενεῖς καὶ ἀδελφὰς ἀρετάς.

τοιαύτης μὲν οὖν γυναικὸς οὐκ ἀκουστέον, αἰσθήσεως μοχθηρᾶς λέγω, ἐπεὶ [*](1. 2 ὡς ψυχὴ Mang. 3 εἰς τὴν] εἰς τὸν Η 4 αὐτοῦ codd.: αὑτοῦ v 5 ἐντὸς Wendl.: ἔνθεν codd., ἔνδον Mang. 6 αὐτοῦ Wendl.: αὐτῶ ABP, αὐτὸ H 11 δή AP: δέ BH 13 χρήσαιο Turn.: χρῆσαι ΑΒΡΗ, χρῆσθαι L 22 Αἰγύπτῳ coni. Mang. 23 καὶ ἀποδιδράσκει codd., καὶ om. v, seclusi 25 Συρομάστην Turn. 26 Μανδιανῖτιν FI 27 ἐκκεκριμένην θείου χοροῦ scripsi: ἐγκεκρυμμένην θείω χορῶ codd.)

v.1.p.167
καὶ „τὰς μαίας εὖ ἐποίει θεός“ (Exod. 1, 20), ὅτι τῶν προστάξεων τοῦ σκεδαστοῦ Φαραὼ ἠλόγουν „τὰ ἄρρενα“ τῆς ψυχῆς „ζῳογονοῦσαι“, ἃ ἐκεῖνος ἤθελε διαφθείρειν τῆς θηλείας ὕλης ἐραστὴς ὤν, τὸ δ’ αἴτιον ἀγνοῶν καὶ λέγων ὅτι „οὐκ οἶδα αὐτόν“ (Exod. 5, 2).

ἑτέρᾳ δὲ πειστέον γυναικί, οἵαν συμβέβηκε Σάρραν εἶναι, τὴν ἄρχουσαν ἀρετήν· καὶ πείθεταί γε ὁ σοφὸς Ἀβραὰμ αὐτῇ παραινούσῃ ἃ δεῖ· πρότερον μὲν γάρ, ὅτ’ οὔπω τέλειος ἐγεγένητο, ἀλλ’ ἔτι πρὶν μετονομασθῆναι τὰ μετέωρα ἐφιλοσόφει, ἐπισταμένη ὅτι οὐκ ἂν δύναιτο γεννᾶν ἐξ ἀρετῆς τελείας, συμβουλεύει ἐκ τῆς παιδίσκης τουτέστι παιδείας τῆς ἐγκυκλίου παιδοποιεῖσθαι τῆς Ἄγαρ (Gen. 16, 2 ss.), ὃ λέγεται παροίκησις· ὁ γὰρ μελετῶν ἐν ἀρετῇ τελείᾳ κατοικεῖν, πρὶν ἐγγραφῆναι τῇ πόλει αὐτῆς, τοῖς ἐγκυκλίοις μαθήμασι παροικεῖ, ἵνα διὰ τούτων πρὸς τελείαν ἀρετὴν ἀφέτως ὁρμήσῃ·

ἔπειτα ὅταν ἴδῃ τετελειωμένον αὐτὸν καὶ ἤδη δυνάμενον σπείρειν, * * * κἂν ἐκεῖνος εὐχάριστος ὢν πρὸς τὰ παιδεύματα, δι’ ὧν ἀρετῇ συνεστάθη, χαλεπὸν ἡγῆται παραιτήσασθαι αὐτά, χρησμῷ πραϋνθήσεται θεοῦ τῷ κελεύοντι· „πάντα ὅσα ἂν εἴπῃ Σάρρα, ἄκουε τῆς φωνῆς αὐτῆς“ (Gen. 21, 12). νόμος ἡμῶν ἔστω ἑκάστῳ τὸ δοκοῦν ἀρετῇ· εἰ γὰρ πάντων ὅσα παραινεῖ ἡ ἀρετὴ βουλόμεθα ἀκούειν, εὐδαιμονήσομεν.

Τὸ δὲ „καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν“ ἴσον ἐστὶ τῷ συγκατέθου κακίᾳ, ἣν χρή σε ἀνὰ κράτος ἀπείργειν· διὰ τοῦτο „ἐπικατάρατος“ οὐχὶ σύ, ἀλλ’ „ἡ γῆ ἐν τοῖς ἔργοις σου“ (Gen. 3, 17). τίς οὖν ἡ αἰτία τούτων; ὁ ὄφις ἦν, ἡδονή, ἔπαρσις ἄλογος ψυχῆς· αὕτη κατάρατος ἐξ ἑαυτῆς, μόνῳ γέ τοι τῷ φαύλῳ προσγίνεται, σπουδαίῳ δ’ οὐδενί. ὁ Ἀδὰμ δὲ ὁ μέσος ἐστὶ νοῦς, ὃς τοτὲ μὲν ἀμείνων τοτὲ δὲ χείρων ἐξετάζεται· ᾗ γὰρ νοῦς ἐστιν, οὔτε φαῦλος οὔτε σπουδαῖος εἶναι πέφυκεν, ἀρετῇ δὲ καὶ κακίᾳ πρός τε τὸ εὖ καὶ πρὸς τὸ χεῖρον εἴωθε μεταβάλλειν.

εἰκότως οὖν [*](1 θεός AP: ὁ θεός BH 2 ψυχῆς] ζωῆς L 3 ὕλης Benzelius: ὅλης codd. 5 πιστέον Β 13 αὐτὸν codd.: αὑτόν v 14 ante κἀν ἐκεῖνος lacunam indicavi ante δι’ ὧν add. τὰ Mang. 15 ἀρετὴ ΑΒ συνετάθη L 16 ὅσα ἂν εἴπῃ scripsi: ἄν ὅσα εἴποι codd. 18. 19 εὐδαιμονίσομεν H 21 τῳ] τὸ Η σε] δὲ L, om. Turn. 22 οὐχὶ σύ, ἀλλ’ ἡ γῆ scripsi: σύ, οὐχὶ ἡ γῆ codd., ἡ γῆ, οὐχὶ σὺ Benzelius (Mang.) 23 ἦν codd.: ἡ Turn., ἦν ἡ Mang. 24 ἐξ ἑαυτῆς οὖσα coni. Wendl. 26 ὃς . . . ἐξετάζεται corr. Turu.: ὡς . . . ἐξετάζεσθαι codd.) [*](10 Clem. Alez. Strom. I 334 P. ἑρμηνεύει δὲ ὁ Φίλων τὴν Ἄγαρ παροίκησιν.)

v.1.p.168
οὐκ ἔστι κατάρατος ἐξ ἑαυτοῦ, ὡς οὔτε κακία ὢν οὔτε κατὰ κακίαν πρᾶξις, ἀλλ’ ἐν τοῖς ἔργοις αὐτοῦ ἡ γῆ κατάρατος· αἱ γὰρ πράξεις αἱ διὰ τῆς ὅλης ψυχῆς, ἣν κέκληκε γῆν, ἐπίληπτοι καὶ ὑπαίτιοι κατὰ κακίαν ἕκαστα δρῶντός εἰσι. παρὸ καὶ ἐπιφέρει, ὅτι „ἐν λύπῃ φάγεσαι αὐτήν“, ὅπερ ἐστὶν ἴσον τῷ ἀπολαύσεις τῆς ψυχῆς ἐπιλύπως· ἐπωδύνως γὰρ ὁ φαῦλος πάντα τὸν βίον χρῆται τῇ ἑαυτοῦ ψυχῇ μηδὲν ἔχων χαρᾶς αἴτιον, ὃ πέφυκε γεννᾶν δικαιοσύνη καὶ φρόνησις καὶ αἱ σύνθρονοι ταύτης ἀρεταί.

"Ἀκάνθας οὖν καὶ τριβόλους ἀνατελεῖ σοι“ (Gen. 3, 18). ἀλλὰ τί φύεται καὶ βλαστάνει ἐν ἄφρονος ψυχῇ, πλὴν τὰ κεντοῦντα καὶ τιτρώσκοντα αὐτὴν πάθη; ἃ διὰ συμβόλων ἀκάνθας κέκληκεν, οἷς ἡ ἄλογος ὁρμὴ πυρὸς τὸν τρόπον πρώτοις ἐντυγχάνει, μεθ’ ὧν ταχθεῖσα πάντα τὰ αὐτῆς καταφλέγει καὶ διαφθείρει. λέγει γὰρ οὕτως· „ἐὰν δὲ ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας καὶ προσεμπρήσῃ ἅλωνα ἢ στάχυας ἢ πεδίον, ἀποτίσει ὁ τὸ πῦρ ἐκκαύσας“ (Exod. 22, 6).

ὁρᾷς ὅτι τὸ πῦρ ἐξελθόν, ἡ ἄλογος ὁρμή, οὐκ ἐμπίπρησι τὰς ἀκάνθας, ἀλλὰ εὑρίσκει· ζητητικὴ γὰρ τῶν παθῶν οὖσα ἃ ἐπόθει λαβεῖν εὗρεν· ὅταν δὲ εὕρῃ, καταφλέγει τρία ταῦτα, ἀρετὴν τελείαν, προκοπήν, εὐφυΐαν· ἀρετὴν μὲν οὖν παραβέβληκε τῇ ἅλῳ, συγκεκόμισται γάρ, ὡς ἐνταῦθα ὁ καρπός, οὕτως καὶ ἐν τῇ τοῦ σοφοῦ ψυχῇ τὰ καλά· στάχυσι δὲ τὴν προκοπήν, ἐπεὶ καὶ ἑκάτερον ἀτελὲς ἐφιέμενον τοῦ τέλους· πεδίῳ δὲ τὴν εὐφυΐαν, ὅτι εὐπαράδεκτος σπερμάτων ἀρετῆς ἐστιν.

ἕκαστον δὲ τῶν παθῶν τριβόλια εἴρηκεν, ἐπειδὴ τριττά ἐστιν, αὐτό τε καὶ τὸ ποιητικὸν καὶ τὸ ἐκ τούτων ἀποτέλεσμα, οἷον ἡδονή, ἡδύ, ἥδεσθαι· ἐπιθυμία, ἐπιθυμητόν, ἐπιθυμεῖν· λύπη, λυπηρόν, λυπεῖσθαι· φόβος, φοβερόν, φοβεῖσθαι.

"Καὶ φάγεσαι τὸν χόρτον τοῦ ἀγροῦ· ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγεσαι τὸν ἄρτον σου“ (Gen. 3, 18. 19). χόρτον καὶ ἄρτον καλεῖ συνωνύμως, πρᾶγμα ταὐτόν· χόρτος ἀλόγου τροφή ἐστιν· ἄλογον δὲ ὁ φαῦλος ἐκτετμημένος τὸν ὀρθὸν λόγον, ἄλογοι δὲ καὶ αἱ αἰσθήσεις τῆς ψυχῆς οὖσαι μέρος· ὁ δὲ νοῦς ἐφιέμενος τῶν αἰσθητῶν διὰ τῶν ἀλόγων αἰσθήσεων οὐκ ἄνευ πόνου καὶ ἱδρῶτος ἐφίεται· [*](1 κατάρατος codd.: ἐπικατάρατος v 3 κέκληκεν H 4 δρῶντες codd., corr. Turn. 5 τῷ] τὸ Η ἀπολαύσεις ABP: ἀπολαύσει Η, ἀπολαύσῃ v 9 ἀντελλεῖ Η 10 ἄλλο τι coni. Wendl. 12 πυρὸς Mang.: πρὸς codd. 14 προσεμπρήσει Η 16 ἡ] ἢ P 17 εὕρῃ] εὗρε Η 21 εὐτελὲς H 25 ἐπιθυμητικόν L λυπεῖσθαι corr. Turn.: φοβεῖσθαι codd. 28 φάγεσαι τὸν ἄρτον σου om. codd., add. Benzelius 30 ὁ addidi)

v.1.p.169
σφόδρα γὰρ ὀδυνηρὸς καὶ ἐπαχθὴς ὁ τοῦ ἄφρονος βίος μετιόντος καὶ ἐπιλιχνεύοντος τὰ ποιητικὰ τῶν ἡδονῶν καὶ τῶν ὅσα κακία ἀπεργάζεσθαι φιλεῖ. καὶ μέχρι τίνος;

"μέχρι" φησίν "ἀποστρέψεις εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης“ (Gen. 3, 19). νῦν γὰρ οὐκ ἐν τοῖς γεώδεσι καὶ ἀσυστάτοις ἐξετάζεται τὴν οὐράνιον σοφίαν καταλιπών; πῇ οὖν ἔτι ἀποστρέφεται, σκεπτέον. ἀλλὰ μήποτε ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι ὁ ἄφρων νοῦς ἀπέστραπται μὲν ἀεὶ τὸν ὀρθὸν λόγον, εἴληπται δὲ οὐκ ἀπὸ τῆς μεταρσίου φύσεως, ἀλλ’ ἀπὸ τῆς γεωδεστέρας ὕλης, καὶ μένων δὲ καὶ κινούμενος ὁ αὐτός ἐστιν ἐφιέμενός τε τῶν αὐτῶν.

διὸ καὶ ἐπιφέρει, "ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ“ (ibid.), ὅπερ ἴσον ἐστὶ τῷ προειρημένῳ. δηλοῖ δὲ καὶ τοῦτο· ἡ ἀρχή σου καὶ τὸ τέλος ἓν καὶ ταὐτόν ἐστιν· ἤρξω τε γὰρ ἀπὸ τῶν φθειρομένων γῆς σωμάτων, τελευτήσεις δὲ πάλιν εἰς ἐκεῖνα τὴν μεταξὺ τοῦ βίου τρίψας ὁδὸν οὐ λεωφόρον ἀλλὰ τραχεῖαν, βάτων καὶ τριβόλων κεντεῖν τε καὶ τιτρώσκειν πεφυκότων μεστήν.

[*](12 γῆς corr. Turn.: γῆ codd. τελευτήσει L)