Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

τί οὖν ἦν τὸ φρονεῖν, ἐξηγήσεται· ἐπιφέρει γάρ· „καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλώτιδας· καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε“ (ibid.). οὐκ ἂν ἐξαπέστειλας τὰ μαχόμενα ἀλλήλοις· εἰ γὰρ ἐξαπέστειλας ὄντως καὶ [*](1 πολλάκις addidi ex Ant. Mel. περιτρέπουσιν Ant. Mel. : προτρέπουσιν codd. 5 σαυτῇ· scripsi: ἑαυτῇ codd. 7 ἀτίθασσον codd. 10 μετέωρος coni. Mang. 15 ποταμῶν AP 17 τόπον addidi λόγον] λόφον coni. Mang. 25 τὰ addidi; τῷ περὶ σῶμα καὶ ἐκτὸς τὰ coni. Wendl. 33 ἐξαπέστειλα (pro priore ἐξαπέστειλας) H)

v.1.p.118
ἠλευθέρους τὴν ψυχήν, περιεῖλες ἂν αὐτῆς τοὺς σωματικοὺς καὶ αἰσθητικοὺς ἅπαντας ἤχους· οὕτως γὰρ ἀπολυτροῦται κακιῶν καὶ παθῶν διάνοια. νυνὶ δὲ λέγεις μέν, ὡς ἐξαποστέλλεις ἐλευθέραν, διὰ δὲ τῶν ἔργων ὁμολογεῖς, ὅτι κατέσχες ἂν ἐν δεσμωτηρίῳ· εἰ γὰρ „μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθάρας“ καὶ τῶν καθ’ ἑκάστην αἴσθησιν ἡδονῶν προὔπεμπες, οὐκ ἂν ὄντως ἐξαπέστειλας.

οὐ γὰρ μόνον σέ, ὦ σωμάτων καὶ χρωμάτων ἑταῖρε Λάβαν, ἀποδιδράσκομεν, ἀλλὰ καὶ πάντα τὰ σά, ἐν οἷς καὶ αἱ τῶν αἰσθήσεων φωναὶ ταῖς τῶν παθῶν ἐνεργείαις συνηχοῦσαι· μεμελετήκαμεν γάρ, εἴ γε ἀρετῆς ἐσμεν ἀσκηταί, μελέτην ἀναγκαίαν, ἣν καὶ Ἰακὼβ ἐμελέτησεν, ἀπολλύναι καὶ διαφθείρειν τοὺς ἀλλοτρίους τῆς ψυχῆς [τοὺς] θεούς, τοὺς χωνευτοὺς θεούς, οὓς ἀπηγόρευκε Μωυσῆς δημιουργεῖν (Lev. 19, 4)· οὗτοι δ’ εἰσὶν ἀρετῆς μὲν καὶ εὐπαθείας διάλυσις, κακίας δὲ καὶ παθῶν σύστασίς τε καὶ πῆξις, τὸ

γὰρ χεόμενον διαλυθὲν αὖθις πήγνυται. λέγει δὲ οὕτως· „καὶ ἔδωκαν Ἰακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις“ (Gen. 35, 4). οὗτοι δ’ εἰσὶ τῶν φαύλων θεοί. ὁ δὲ Ἰακὼβ οὐ λέγεται λαμβάνειν, ἀλλὰ κρύπτειν καὶ ἀπολλύναι· πάντῃ διηκριβωμένως· ὁ γὰρ ἀστεῖος οὐδὲν λήψεται πρὸς περιουσίαν τῶν ἀπὸ κακίας, ἀλλὰ κρύψει καὶ ἀφανιεῖ λάθρᾳ·

καθάπερ καὶ Ἀβραὰμ τῷ Σοδόμων βασιλεῖ τεχνάζοντι ἀλόγου φύσεως ποιήσασθαι ἀντίδοσιν πρὸς λογικήν, ἵππου πρὸς ἄνδρας, φησὶ μηδὲν λήψεσθαι τῶν ἐκείνου, ἀλλ’ „ἐκτενεῖν“ τὴν ψυχικὴν πρᾶξιν, ὅπερ διὰ συμβόλου „χεῖρα“ ὠνόμασε, „πρὸς τὸν θεὸν τὸν ὕψιστον“ (Gen. 14, 22), μὴ γὰρ λήψεσθαι „ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος“ ἀπὸ πάντων τῶν ἐκείνου, ἵνα μὴ εἴπῃ πλούσιον πεποιηκέναι τὸν ὁρῶντα πενίαν ἀρετῆς τῆς πλουσίας ἀντιδιδούς.

κρύπτεται μὲν ἀεὶ καὶ φυλάττεται τὰ πάθη ἐν Σικίμοις — ὠμίασις δὲ ἑρμηνεύεται, ὁ γὰρ πονούμενος περὶ τὰς ἡδονὰς φυλακτικὸς τῶν ἡδονῶν ἐστιν —, ἀπόλλυται δὲ καὶ διαφθείρεται παρὰ τῷ σοφῷ, οὐ πρὸς βραχύν τινα χρόνον, ἀλλ’ „ἕως τῆς σήμερον ἡμέρας“, τουτέστιν ἀεί· ὁ γὰρ αἰὼν ἅπας τῷ σήμερον [*](2 BH κακιῶν Mang. : κακῶν codd. 9 συνηχοῦσαι Wendl.: συνηχοῦσι codd. 11 τοὺς prius seclusi; pro θεούς priore θετούς coni. Wendl. χονευτοὺς Η οὖς (??)AP, οὑς οὐκ BH 12 Μώσης codd. 16 τοῖς] ταῖς Η καὶ alterum om. L 22 πεποιήσασθαι Η, πεποιήσεσθαι L μηδὲν corr. Turn.: μηδὲ codd. 26 ὁρῶντα] Ἀβραὰμ coni. Mang. 28 ὠμίασις] ὦμος coni. Mang.) [*](31 Orig. de Orat. c. 27 (t. XVII p. 221 Lomm.) . . . ἔθος δὲ πολλαχοῦ τῶν γραφῶν τὸν πάντα αἰῶνα σήμερον καλεῖσθαι.)

v.1.p.119
παραμετρεῖται, μέτρον γὰρ τοῦ παντὸς χρόνου ὁ ἡμερήσιος κύκλος.

διὸ καὶ ἐξαίρετον δίδωσι τῷ Ἰωσὴφ τὰ Σίκιμα ὁ Ἰακώβ (Gen. 48, 22), τὰ σωματικὰ καὶ αἰσθητικά, μετιόντι τὸν ἐν τούτοις πόνον, τῷ δ’ ἐξομολογουμένῳ Ἰούδᾳ οὐχὶ δόσεις, ἀλλὰ αἴνεσιν καὶ ὕμνους καὶ θεοπρεπεῖς ᾠδὰς πρὸς τῶν ἀδελφῶν (Gen. 49, 8). τὰ δὲ Σίκιμα ὁ Ἰακὼβ λαμβάνει οὐ παρὰ θεοῦ, ἀλλ’ „ἐν μαχαίρᾳ καὶ τόξοις“, λόγοις τμητικοῖς καὶ ἀμυντηρίοις· ὑποτάττει γὰρ καὶ τὰ δεύτερα ἑαυτῷ ὁ σοφός, ὑποτάξας δὲ οὐ φυλάττει, ἀλλὰ χαρίζεται τῷ πεφυκότι πρὸς αὐτά.

οὐχ ὁρᾷς ὅτι καὶ τοὺς θεοὺς δοκῶν λαμβάνειν οὐκ εἴληφεν, ἀλλὰ ἀπέκρυψε καὶ ἠφάνισε καὶ διέφθειρε τὸν ἀεὶ χρόνον ἀφ’ ἑαυτοῦ; τίνι οὖν ψυχῇ ἀποκρύπτειν καὶ ἀφανίζειν κακίαν ἐγένετο, εἰ μὴ ᾗ ὁ θεὸς ἐνεφανίσθη, ἣν καὶ τῶν ἀπορρήτων μυστηρίων ἠξίωσε; φησὶ γάρ· „μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ" (Gen. 18, 17) ; εὖ, σῶτερ, ὅτι τὰ σεαυτοῦ ἔργα ἐπιδείκνυσαι τῇ ποθούσῃ τὰ καλὰ ψυχῇ καὶ οὐδὲν αὐτὴν τῶν σῶν ἔργων ἐπικέκρυψαι. τούτου χάριν ἰσχύει φεύγειν κακίαν καὶ ἀποκρύπτειν καὶ συσκιάζειν καὶ ἀπολλύναι ἀεὶ τὸ βλαβερὸν πάθος.

Ὃν μὲν οὖν τρόπον φυγάς τέ ἐστιν ὁ φαῦλος καὶ ἀποκρύπτεται θεόν, δεδηλώκαμεν· νυνὶ δὲ σκεψώμεθα, ὅπου ἀποκρύπτεται. „ἐν μέσῳ“ φησί „τοῦ ξύλου τοῦ παραδείσου" (Gen. 3, 8), τουτέστι κατὰ μέσον τὸν νοῦν, ὃς καὶ αὐτὸς μέσος ἐστὶν ὡσανεὶ παραδείσου τῆς ὅλης ψυχῆς· ὁ γὰρ ἀποδιδράσκων θεὸν καταφεύγει εἰς ἑαυτόν.

δυοῖν γὰρ ὄντων τοῦ τε τῶν ὅλων νοῦ, ὅς ἐστι θεός, καὶ τοῦ ἰδίου, ὁ μὲν φεύγων ἀπὸ τοῦ καθ’ αὑτὸν καταφεύγει ἐπὶ τὸν συμπάντων — ὁ γὰρ νοῦν τὸν ἴδιον ἀπολείπων ὁμολογεῖ μηδὲν εἶναι τὰ κατὰ τὸν ἀνθρώπινον νοῦν, ἅπαντα δὲ προσάπτει θεῷ —, ὁ δὲ πάλιν ἀποδιδράσκων θεὸν τὸν μὲν οὐδενὸς αἴτιόν φησιν εἶναι, τῶν δὲ γινομένων ἁπάντων ἑαυτόν·

λέγεται γοῦν παρὰ πολλοῖς, ὅτι τὰ ἐν τῷ κόσμῳ πάντα φέρεται χωρὶς ἡγεμόνος ἀπαυτοματίζοντα, τέχνας δὲ καὶ ἐπιτηδεύματα καὶ νόμους καὶ ἔθη καὶ πολιτικὰ καὶ ἴδια καὶ κοινὰ δίκαια πρός τε ἀνθρώπους καὶ πρὸς τὰ ἄλογα ζῷα ἔθετο μόνος ὁ ἀνθρώπινος νοῦς.

ἀλλ’ ὁρᾷς, ὦ ψυχή, τῶν δοξῶν τὸ παραλλάττον· ἡ μὲν γὰρ τὸν ἐπὶ μέρους τὸν γενητὸν καὶ [*](1 scripsi: ἡμέριος codd.; ἡμερινὸς coni. Turn. (cf. Lobeck Phryn. p. 53) 4 αἴνεσιν] ἄνεσιν L 7 δεύτερα] τυχηρὰ coni. Mang. 10 ψυχὴ Η 15 ἀῶ L 16 ἀποκρύπτειν scripsi: ἐπικρύπτειν codd. 22 ὄντων codd.: ὄντοιν V 23 τὸν συμπάντων corr. Turn.: τῶν συμπάντων codd. ὁ γὰρ scripsi : ὁ δὲ codd., ὃς δὴ coni. Wendl. 28 ἀπαυτοματισθέντα coni. Mang., ἀπαυτοματιζόμενα Wendl. 31 τὸ παραλλάττον Jacobs et Creuzer: τὸ παράλογον codd, τῶν ἐπὶ ABP γεννητὸν codd.)

v.1.p.120
θνητὸν ἀπολιποῦσα τὸν τῶν ὅλων καὶ ἀγένητον καὶ ἄφθαρτον ἐπιγράφεται ὄντως, ἡ δὲ πάλιν θεὸν ἀποδοκιμάζουσα τὸν μηδ’ αὑτῷ βοηθῆσαι ἱκανὸν

νοῦν σύμμαχον ἐπισπᾶται πλημμελῶς. τούτου χάριν καὶ Μωυσῆς φησιν ὅτι „ἐὰν ἐν τῷ διορύγματι εὑρεθῇ ὁ κλέπτης καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος· ἐὰν δὲ καὶ ὁ ἥλιος ἀνατείλῃ ἐπ’ αὐτῷ, ἔνοχός ἐστιν, ἀνταποθανεῖται“ (Exod. 22, 1. 2). ἐὰν γάρ τις τὸν ἑστῶτα καὶ ὑγιῆ καὶ ὀρθὸν διακόψῃ καὶ διέλῃ λόγον, ὃς θεῷ μόνῳ τὸ πάντα δύνασθαι μαρτυρεῖ, καὶ εὑρεθῇ ἐν τῷ διορύγματι τουτέστιν ἐν τῷ τετρημένῳ καὶ διῃρημένῳ, ὃς τὸν ἴδιον νοῦν ἐνεργοῦντα οἶδεν, ἀλλ’ οὐ θεόν, κλέπτης ἐστὶ τὰ ἀλλότρια ἀφαιρούμενος·

θεοῦ γὰρ τὰ πάντα κτήματα, ὥστε ὁ ἑαυτῷ τι προσνέμων τὰ ἑτέρου νοσφίζεται καὶ πληγὴν ἔχει παγχάλεπον καὶ δυσίατον, οἴησιν, πρᾶγμα ἀμαθίας καὶ ἀπαιδευσίας συγγενές. τὸν δὲ πλήττοντα παρησύχασεν· οὐ γάρ ἐστιν ἕτερος τοῦ πληττομένου· ἀλλ’ ὥσπερ ὁ τρίβων ἑαυτὸν καὶ τρίβεται καὶ ὁ ἐκτείνων ἑαυτὸν καὶ ἐκτείνεται — τήν τε γὰρ τοῦ δρῶντος δύναμιν καὶ τὸ τοῦ ὑπομένοντος πάθος αὐτὸς ἐκδέχεται —, οὕτως ὁ κλέπτων τὰ θεοῦ καὶ ἑαυτῷ ἐπιγράφων ὑπὸ τῆς ἑαυτοῦ ἀθεότητός τε καὶ οἰήσεως αἰκίζεται.

εἴθε μέντοι πληχθεὶς ἀποθάνοι, τουτέστιν ἄπρακτος διατελέσειεν· ἧττον γὰρ ἁμαρτάνειν δόξει. τῆς γὰρ κακίας ἡ μὲν ἐν σχέσει θεωρεῖται, ἡ δὲ ἐν κινήσει θεωρεῖται· νεύει δὲ πρὸς τὰς τῶν ἀποτελεσμάτων ἐκπληρώσεις ἡ ἐν τῷ κινεῖσθαι, διὸ καὶ χείρων τῆς κατὰ σχέσιν ἐστίν.

ἐὰν οὖν ἡ διάνοια ἀποθάνῃ ἡ δοξάζουσα αὑτὴν αἰτίαν τῶν γινομένων, ἀλλὰ μὴ θεόν, τουτέστιν ἠρεμήσῃ καὶ συσταλῇ, οὐκ ἔστιν αὐτῇ φόνος· οὐκ ἀνῄρηκε τελέως τὸ ἔμψυχον δόγμα τὸ θεῷ τὰς ἁπάσας δυνάμεις ἐπιγράφον· ἐὰν δὲ ἀνατείλῃ ὁ ἥλιος, τουτέστιν ὁ φαινόμενος λαμπρὸς νοῦς ἐν ἡμῖν, καὶ δόξῃ πάντα διορᾶν καὶ πάντα βραβεύειν καὶ μηδὲν ἐκφεύγειν ἑαυτόν, ἔνοχός ἐστιν, ἀνταποθανεῖται τοῦ ἐμψύχου δόγματος ὃ ἀνεῖλε, καθ’ ὃ μόνος αἴτιός ἐστιν ὁ θεός, εὑρισκόμενος ἄπρακτος καὶ νεκρὸς ὄντως αὐτός, ἀψύχου καὶ θνητοῦ καὶ πλημμελοῦς

δόγματος εἰσηγητὴς γεγενημένος. παρὸ καὶ καταρᾶται ὁ ἱερὸς λόγος τιθέντι ἐν ἀποκρύφῳ γλυπτὸν ἢ χωνευτόν, ἔργον χειρῶν [*](1 ἀγέννητον codd. 2 ὄντως] δεόντως coni. Mang. 4 Μώσης codd. ἐν om. codd. 8 τὸ scripsi: τῶ codd., τὰ v 9 τετρημένῳ Mang.: τετρωμένω codd. 15 κτείνων — κτείνεται coni. Mang. 16 ἐνδέχεται coni. Mang. 17 ἑαυτοῦ AP: αὐτοῦ BH 20 θεωρεῖται prius om. Mang. 22 αὐτὴν P 24 τὸ θεῶ codd.: τῷ θεῷ Mang. 25 ἐπιγράφον Mang.: ἐπιγράφειν codd. 27 μηδὲν Mang.: μηδὲ codd. 28 καθ’ ὃ] καθὸ ΒΗ, καθὸ ὁ AP)

v.1.p.121
τεχνίτου (Deut. 27, 15). τί γὰρ τὰς φαύλας δόξας, ὅτι ποιός ἐστιν ὁ θεὸς ὡς καὶ τὰ γλυπτὰ ὁ ἄποιος, ὅτι φθαρτὸς ὡς τὰ χωνευτὰ ὁ ἄφθαρτος, ταμιεύεις καὶ θησαυρίζεις, ὦ διάνοια, ἐν σαυτῇ, ἀλλ’ οὐκ εἰς μέσον προφέρεις, ἵν’ ὑπὸ τῶν ἀσκητῶν τῆς ἀληθείας ἃ χρὴ διδαχθῇς; οἴει μὲν γὰρ τεχνική τις εἶναι, ὅτι κατὰ τῆς ἀληθείας ἀμούσους πιθανότητας μεμελέτηκας, ἄτεχνος δὲ ἀνευρίσκῃ νόσον χαλεπὴν ψυχῆς ἀμαθίαν οὐκ ἐθέλουσα θεραπεύεσθαι.

ὅτι δὲ ὁ φαῦλος εἰς τὸν σποράδα νοῦν ἑαυτοῦ καταδύεται φεύγων τὸν ὄντα, μαρτυρήσει Μωυσῆς ὁ „πατάξας τὸν Αἰγύπτιον καὶ κρύψας ἐν τῇ ἄμμῳ“ (Exod. 2, 12), ὅπερ ἦν, συλλογισάμενος τὸν προστατεῖν λέγοντα τὰ τοῦ σώματος καὶ μηδὲν τὰ ψυχῆς νομίζοντα καὶ τέλος ἡγούμενον τὰς ἡδονάς·

κατανοήσας γὰρ τὸν πόνον τοῦ τὸν θεὸν ὁρῶντος, ὃν ἐπιτίθησιν αὐτῷ ὁ βασιλεὺς τῆς Αἰγύπτου, ἡ τῶν παθῶν ἡγεμονὶς κακία, ὁρᾷ τὸν Αἰγύπτιον ἄνθρωπον, τὸ ἀνθρώπειον καὶ ἐπίκηρον πάθος, τύπτοντα καὶ αἰκιζόμενον τὸν ὁρῶντα, περιβλεψάμενος δὲ τὴν ὅλην ψυχὴν ὧδε κἀκεῖσε καὶ μηδένα ἰδὼν ἑστῶτα, ὅτι μὴ τὸν ὄντα θεόν, τὰ δ’ ἄλλα κλονούμενα καὶ σαλευόμενα, πατάξας καὶ συλλογισάμενος τὸν φιλήδονον κρύπτει ἐν τῷ σποράδι καὶ πεφορημένῳ νῷ, ὃς συμφυΐας καὶ ἑνώσεως τῆς πρὸς τὸ καλὸν ἐστέρηται.

οὗτος μὲν οὖν ἀποκέκρυπται εἰς αὑτόν· ὁ δὲ ἐναντίος τούτῳ φεύγει μὲν ἀφ’ ἑαυτοῦ, καταφεύγει δ’ ἐπὶ τὸν τῶν ὄντων θεόν. διὸ καί φησιν· „ἐξήγαγεν αὐτὸν ἔξω καὶ εἶπεν Ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας“ (Gen. 15, 5), οὓς ἐβουλόμεθα μὲν περιλαβεῖν καὶ περιαθρῆσαι ἄπληστοι τῶν ἀρετῆς ὄντες ἐρώτων, ἀδυνατοῦμεν δὲ πλοῦτον ἀναμετρῆσαι θεοῦ.

ἀλλ’ ὅμως χάρις τῷ φιλοδώρῳ, ὅτι οὕτω σπέρματα ἐν ψυχῇ βαλέσθαι φησὶ τηλαυγῆ καὶ λαμπρὰ καὶ δι’ ὅλων νοερὰ ὡς τοὺς ἀστέρας ἐν οὐρανῷ. οὐ παρέργως δὲ πρόσκειται τῷ „ἐξήγαγεν αὐτὸν“ τὸ „ἔξω“; τίς γὰρ ἔνδον ἐξάγεται; ἀλλὰ μήποτε ὃ λέγει τοιοῦτόν ἐστιν· ἐξήγαγεν αὐτὸν εἰς τὸ ἐξωτάτω χωρίον, οὐκ εἴς τι τῶν ἐκτός, ὃ δύναται ὑπ’ ἄλλων περιέχεσθαι· ὥσπερ γὰρ ἐν ταῖς οἰκίαις τοῦ θαλάμου ἐκτὸς μέν ἐστιν ὁ ἀνδρών, ἐντὸς δὲ ὁ αὐλών, καὶ ἡ αὔλειος [*](4. 5 ἃ χρὴ—ἀληθείας om. L 5 ἀμούσους ABP: ἀμούσας H 8 τὸν ὄντα AP: τὰ ὄντα BH μαρτυρήσει codd.: μαρτυρεῖ Mang. Μώσης codd. 10 τὰ addidi 14 ἐπίκηρον Mang.: ἐπίκαιρον codd. τύπτοντα scripsi: τύπτον codd. 17 τὸν codd.: τὴν V κρύπτειν H συμπεφορημέωῳ coni. Mang. 18 ἑνώσεως Mang.: γνώσεως codd. 18. 19 μὲν οὑν ABP: οὖν om. H 19 αὐτόν codd., corr. Mang. 23 περιαθροῖσαι L 25 νοερὰ scripsi: νεαρὰ codd. 26 τῳ] τὸ H 30 ἐντὸς δὲ Mang.: ἐκτὸς δὲ codd. αὐλών] κοιτών coni. L. Dindorf in Steph. Thes.)

v.1.p.122
ἐκτὸς μὲν τῆς αὐλῆς, εἴσω δὲ τοῦ πυλῶνος, οὕτως καὶ ἐπὶ ψυχῆς δύναται τὸ ἐκτός τινος ἐντὸς εἶναι [τοῦ] ἑτέρου.