Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

οὕτως οὖν ἀκουστέον· τὸν νοῦν εἰς τὸ ἐξώτατον ἐξήγαγε. τί γὰρ ὄφελος ἦν καταλιπεῖν αὐτὸν τὸ σῶμα, καταφυγεῖν δὲ ἐπ’ αἴσθησιν; τί δὲ αἰσθήσει μὲν ἀποτάξασθαι, λόγῳ δὲ ὑποστεῖλαι τῷ γεγωνῷ; χρὴ γὰρ τὸν μέλλοντα νοῦν ἐξάγεσθαι καὶ ἐν ἐλευθερίᾳ ἀφίεσθαι πάντων ὑπεκστῆναι, σωματικῶν ἀναγκῶν, αἰσθητικῶν ὀργάνων, [κατα]λόγων σοφιστικῶν, πιθανοτήτων, τὰ τελευταῖα

καὶ ἑαυτοῦ. διὸ καὶ ἐν ἑτέροις αὐχεῖ λέγων· „κύριος ὁ θεὸς τοῦ οὐρανοῦ καὶ ὁ θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου“ (Gen. 24, 7)· οὐ γάρ ἐστι τὸν κατοικοῦντα ἐν σώματι καὶ τῷ θνητῷ γένει δυνατὸν θεῷ συγγενέσθαι, ἀλλὰ τὸν ὃν ἐκ τοῦ δεσμωτηρίου θεὸς διαρρύεται.

οὗ ἕνεκα καὶ ἡ τῆς ψυχῆς χαρὰ Ἰσαάκ, ὅταν ἀδολεσχῇ καὶ ἰδιάζῃ θεῷ, ἐξέρχεται ἀπολείπων ἑαυτὸν καὶ τὸν ἴδιον νοῦν· „ἐξῆλθε“ γάρ φησιν „Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης“ (Gen. 24, 63). καὶ Μωυσῆς δὲ ὁ προφητικὸς λόγος φησίν· „ὅταν ἐξέλθω τὴν πόλιν“, τὴν ψυχήν — πόλις γάρ ἐστι καὶ αὕτη τοῦ ζῴου νόμους διδοῦσα καὶ ἔθη — „ἐκπετάσω τὰς χεῖρας“ (Exod. 9, 29), καὶ ἀναπετάσω καὶ ἐξαπλώσω πάσας τὰς πράξεις θεῷ μάρτυρα καλῶν καὶ ἐπίσκοπον ἑκάστης, ὃν κακία κρύπτεσθαι οὐ πέφυκεν, ἐξαπλοῦσθαι δὲ καὶ φανερῶς ὁρᾶσθαι.

ὅταν μέντοι διὰ πάντων ἡ ψυχὴ καὶ λόγων καὶ ἔργων ἐξαπλωθῇ καὶ ἐκθειασθῇ, παύονται τῶν αἰσθήσεων αἱ φωναὶ καὶ πάντες οἱ ὀχληροὶ καὶ δυσώνυμοι ἦχοι· φωνεῖ γὰρ καὶ καλεῖ τὸ μὲν ὁρατὸν τὴν ὅρασιν ἐφ’ ἑαυτό, ἡ δὲ φωνὴ τὴν ἀκοήν, ὁ δὲ ἀτμὸς τὴν ὄσφρησιν, καὶ συνόλως τὸ αἰσθητὸν τὴν αἴσθησιν ἐφ’ ἑαυτὸ προσκαλεῖται· ταῦτα δὲ πάντα παύεται, ὅταν ἐξελθοῦσα τὴν ψυχῆς πόλιν ἡ

διάνοια θεῷ τὰς ἑαυτῆς πράξεις καὶ διανοήσεις ἀνάψῃ. καὶ γάρ εἰσιν „αἱ χεῖρες Μωυσεῖ βαρεῖαι“ (Exod. 17, 12)· ἐπειδὴ γὰρ αἱ τοῦ φαύλου πράξεις ἀνεμιαῖοί τε καὶ κοῦφαι, γένοιντ’ ἂν αἱ τοῦ σοφοῦ βαρεῖαι καὶ ἀκίνητοι οὐδ’ εὐσάλευτοι· παρὸ καὶ στηρίζονται ὑπό τε Ἀαρών, τοῦ [*](1 οὕτω Η 2 τοῦ seclusi, εἶναί του coni. Wendl. 5 τῷ γεγωνῷ Markland: τὸ γεγονός codd. 7 καταλόγων codd., κάτα seclusi, εὐλόγων καὶ coni. Mang., παραλόγων καὶ Jacobs, καταληπτικῶν λόγων Diels 8 δι’ ὃ Turn.: δι’ ὃν codd. 9 τοῦ οἴκου om. L 10 τὸν addidi 11 ὃν addidi; ἀλλ’ ὃν coni. Mang. 13 ἰδιάζῃ] ἰάζη L 1.5 Μώσης codd, 19 ὃν scripsi: οὗ codd. οὐ πέφυκεν] ἐκπέφυκεν H 23 αὑτό Α 26 ἀνάψῃ] ἀναπλώσῃ vel ἀναπετάσῃ coni. Mang. 27 Μωσεῖ codd. 28 ἀνεμιαῖοι scripsi: ἄνεμοι ΑΒΡΗ, ἄναιμοι L, ἀνέμιοι Turn. Mang. κοῦφαι scripsi: κοῦφοι codd. 29 ἀσάλευτοι L)

v.1.p.123
λόγου, καὶ Ὤρ, ὅ ἐστι φῶς· οὐδὲν δὲ τῶν πραγμάτων φῶς ἐναργέστερόν ἐστιν ἀληθείας· βούλεται οὖν διὰ συμβόλων σοι παραστῆσαι, ὅτι αἱ τοῦ σοφοῦ πράξεις στηρίζονται ὑπὸ τῶν ἀναγκαιοτάτων λόγου τε καὶ ἀληθείας. διὸ καὶ Ἀαρὼν ὅταν τελευτᾷ, τουτέστιν ὅταν τελειωθῇ, εἰς Ὤρ, ὅ ἐστι φῶς, ἀνέρχεται (Num. 20, 25)· τὸ γὰρ τέλος τοῦ λόγου ἀλήθειά ἐστιν ἡ φωτὸς τηλαυγεστέρα, εἰς ἣν σπουδάζει ὁ λόγος ἐλθεῖν.

οὐχ ὁρᾷς ὅτι καὶ τὴν παρὰ τοῦ θεοῦ σκηνὴν (Exod. 33, 7) λαβών, τουτέστι σοφίαν, ἐν ᾗ κατασκηνοῖ καὶ ἐνοικεῖ ὁ σοφός, ἔπηξε καὶ ἐβεβαιώσατο καὶ κραταιῶς ἱδρύσατο, οὐκ ἐν τῷ σώματι, ἀλλ’ ἔξω τούτου; παρεμβολῇ γὰρ αὐτὸ ἀπεικάζει, στρατοπέδῳ πολέμων καὶ κακῶν ὅσα πόλεμος ἐργάζεται πλήρει, μετουσίαν εἰρήνης οὐκ ἔχοντι. „καὶ ἐκλήθη ἡ σκηνὴ μαρτυρίου“, σοφία μαρτυρουμένη ὑπὸ θεοῦ· καὶ γὰρ „πᾶς ὁ ζητῶν κύριον ἐξεπορεύετο“, παγκάλως·

εἰ γὰρ ζητεῖς θεόν, ὦ διάνοια, ἐξελθοῦσα ἀπὸ σαυτῆς ἀναζήτει, μένουσα δὲ ἐν τοῖς σωματικοῖς ὄγκοις ἢ ταῖς κατὰ νοῦν οἰήσεσιν ἀζητήτως ἔχεις τῶν θείων, κἂν ἐπιμορφάζῃς ὅτι ζητεῖς· εἰ δὲ ζητοῦσα εὑρήσεις θεόν, ἄδηλον, πολλοῖς γὰρ οὐκ ἐφανέρωσεν ἑαυτόν, ἀλλ’ ἀτελῆ τὴν σπουδὴν ἄχρι παντὸς ἔσχον· ἐξαρκεῖ μέντοι πρὸς μετουσίαν ἀγαθῶν καὶ ψιλὸν τὸ ζητεῖν μόνον, ἀεὶ γὰρ αἱ ἐπὶ τὰ καλὰ ὁρμαί, κἂν τοῦ τέλους ἀτυχῶσι, τοὺς χρωμένους προευφραίνουσιν.

οὕτως ὁ μὲν φαῦλος ἀρετήν γε φεύγων καὶ θεὸν ἀποκρυπτόμενος ἐπ’ ἀσθενῆ βοηθὸν καταφεύγει τὸν ἴδιον νοῦν, ὁ δὲ σπουδαῖος ἔμπαλιν ἑαυτὸν ἀποδιδράσκων ἀναστρέφει πρὸς τὴν τοῦ ἑνὸς ἐπίγνωσιν, καλὸν δρόμον καὶ πάντων ἄριστον ἀγώνισμα τοῦτο νικῶν.

„Καὶ ἐκάλεσε κύριος ὁ θεὸς τὸν Ἀδὰμ καὶ εἶπεν αὐτῷ Ποῦ εἶ“ (Gen. 3, 9) ; διὰ τί μόνος καλεῖται ὁ Ἀδάμ, συγκεκρυμμένης αὐτῷ καὶ τῆς γυναικός; λεκτέον οὖν πρῶτον, ὅτι καλεῖται ὁ νοῦς ὅπου ἦν, ὅταν ἔλεγχον λαμβάνῃ καὶ ἐπίστασιν τῆς τροπῆς· οὐ μόνον δ’ [*](1 δὲ add. Wendl., γὰρ Mang. 11 πλήρη codd., corr. Mang. 13 ὦ διάνοια add. D: om. codd. 15 ἢ—οἰήσεσιν om. D ἀζήτως Η ἐπιμορφάζῃ Dc 16 ὅτε DR ζητῇς H ζητοῦσα D: ζητῶν codd. 16. 17 ἐφανέρωσεν D: ἐγνώρισεν codd. 17 ἀτελῆ D: ἀπλῆν ABP, ἁ πλὴν Η τὴν om. L μέχρι D 18 μέντοι] γὰρ D ἀεὶ om. D αἱ γὰρ D 19 ἀτυχῶσι τοῦ τέλους transp. D 27 ἐπίστασιν scripsi: ἐπίσπασιν codd. δ’ addidi) [*](13—14 DP fol. 45v DM fol. 47v DL fol. 71r et 168v Dv p. 304 Φίλωνος: ἀναζήτει. 13—19 D C fol. 44r DR fol. 55v Φίλωνος ἐκ τοῦ γ΄ τῆς νόμων εἰ ζητεῖς—προευφραίνουσιν.)

v.1.p.124
αὐτὸς καλεῖται, ἀλλὰ καὶ αἱ δυνάμεις αὐτοῦ πᾶσαι, ἄνευ γὰρ τῶν δυνάμεων ὁ νοῦς καθ’ ἑαυτὸν γυμνὸς καὶ οὐδὲ ὢν εὑρίσκεται· μία δὲ τῶν δυνάμεων καὶ ἡ αἴσθησις, ἥτις ἐστὶ γυνή.

συγκέκληται οὖν τῷ Ἀδὰμ τῷ νῷ καὶ ἡ γυνὴ αἴσθησις· ἰδίᾳ δ’ αὐτὴν οὐ καλεῖ· διὰ τί; ὅτι ἄλογος οὖσα ἔλεγχον ἐξ ἑαυτῆς λαμβάνειν οὐ δύναται· οὔτε γὰρ ἡ ὅρασις οὔθ’ ἡ ἀκοὴ οὔτε τις τῶν ἄλλων αἰσθήσεων διδακτή, ὥστε οὐ δύναται κατάληψιν πραγμάτων ποιήσασθαι· μόνων γὰρ σωμάτων διακριτικὴν εἰργάσατο αὐτὴν ὁ ἐργασάμενος· ὁ δὲ νοῦς ὁ διδασκόμενός ἐστιν, οὗ χάριν αὐτὸν

ἀλλ’ οὐ τὴν αἴσθησιν προκέκληται. τὸ δὲ „ποῦ εἶ“ πολλαχῶς ἔστιν ἀποδοῦναι· ἅπαξ μὲν οὐ τὸ πευστικόν, ἀλλὰ τὸ ἀποφαντικὸν τὸ ἴσον τῷ „ἐν τόπῳ ὑπάρχεις“ βαρυτονουμένου τοῦ „ποὺ εἶ“· ἐπειδὴ γὰρ ᾠήθης τὸν θεὸν ἐν τῷ παραδείσῳ περιπατεῖν καὶ ὑπὸ τούτου περιέχεσθαι, μάθε ὅτι οὐκ εὖ τοῦτο πέπονθας, καὶ ἄκουσον παρὰ τοῦ ἐπισταμένου θεοῦ ῥῆσιν ἀληθεστάτην, ὅτι ὁ μὲν θεὸς οὐχί που — οὐ γὰρ περιέχεται ἀλλὰ περιέχει τὸ πᾶν —, τὸ δὲ γενόμενον ἐν τόπῳ, περιέχεσθαι γὰρ αὐτὸ ἀλλ’ οὐ περιέχειν ἀναγκαῖον.

δεύτερον δὲ τὸ λεγόμενον ἴσον ἐστὶ τούτῳ· ποῦ γέγονας, ὦ ψυχή; ἀνθ’ οἵων ἀγαθῶν οἷα ᾕρησαι κακά; καλέσαντός σε τοῦ θεοῦ πρὸς μετουσίαν ἀρετῆς κακίαν μετέρχῃ, καὶ τὸ τῆς ζωῆς ξύλον, τουτέστι σοφίας ᾗ δυνήσῃ ζῆν, παρασχόντος εἰς ἀπόλαυσιν ἀμαθίας καὶ φθορᾶς ἐνεφορήθης, κακοδαιμονίαν τὸν ψυχῆς θάνατον εὐδαιμονίας τῆς ἀληθινῆς ζωῆς προκρίνασα;

τρίτον ἐστὶ τὸ πευστικόν, πρὸς ὃ δύο γένοιντ’ ἂν ἀποκρίσεις· μία μὲν πυνθανομένῳ „ποῦ εἶ“ ἡ „οὐδαμοῦ“, τόπον γὰρ οὐδένα ἔχει ἡ τοῦ φαύλου ψυχή, ᾧ ἐπιβήσεται ἢ ἐφ’ οὗ ἱδρυθήσεται, παρὸ καὶ ἄτοπος λέγεται εἶναι ὁ φαῦλος — ἄτοπον δέ ἐστι κακὸν δύσθετον —· τοιοῦτος δ’ ὁ μὴ ἀστεῖος, σαλεύων καὶ κλονούμενος ἀεὶ καὶ πνεύματος τρόπον ἀστάτου διαφερόμενος, βεβαίου τὸ παράπαν οὐδεμιᾶς γνώμης ἑταῖρος ὤν·

ἑτέρα δὲ γένοιτ’ ἂν ἀπόκρισις τοιάδε, ᾗ κέχρηται καὶ ὁ Ἀδάμ· ποῦ εἰμι ἄκουε· ὅπου οἱ τὸν θεὸν ἰδεῖν ἀδυνατοῦντες, ὅπου οἱ θεοῦ οὐκ ἀκούοντες, ὅπου οἱ τὸ αἴτιον ἀποκρυπτόμενοι, ὅπου οἱ φεύγοντες ἀρετήν, ὅπου [*](2 οὐδὲ] οὐδὲν L 3 ἥτις—αἴσθησις (4) om. P γυνή corr. Turn.: γυμνή codd. 4 νῷ scripsi: νοΐ codd. (corr. ex νωΐ Α) 9 προσκέκληται coni. Mang. 10 ἀποφαντικὸν Diels: ἀπόφαντόν codd. 11 τοῦ] τὸ Η 13 οὐκ add. Mang. εὖ τοῦτο codd.: τοῦτο εὖ V 14 ποῦ HP 16 αὐτὸν codd., corr. Turn. 19 ζῆν om. Η 19. 20 παρασχεῖν Η 22 γένοιτ’ ΒΗ 23 οὐδαμοῦ scripsi: οὐδαμῶς codd. τόπον] τύπον H 24 ἱδρυνθήσεται codd. 25 τοιοῦτο ΒΗ 27 ἑταῖρος corr. Turn.: ἑτέρας codd. 30 ἀποκρυπτόμενοι Mang.: ἐπικρυπτόμενοι codd.)

v.1.p.125
οἱ γυμνοὶ σοφίας, ὅπου οἱ φοβούμενοι καὶ τρέμοντες ὑπ’ ἀνανδρίας καὶ δειλίας ψυχικῆς· ὅταν γὰρ λέγῃ „τῆς φωνῆς σου ἤκουσα ἐν τῷ παραδείσῳ καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην“ (Gen. 3, 10), πάντα τὰ εἰρημένα παρίστησιν, ὡς καὶ ἐν τοῖς προτέροις διὰ μακροτέρων λόγων ἀπεδείξαμεν.

καίτοι γυμνὸς οὐκ ἔστι νῦν ὁ Ἀδάμ· „ἐποίησαν ἑαυτοῖς περιζώματα“ ὀλίγῳ πρότερον εἴρηται· ἀλλὰ καὶ διὰ τούτου βούλεταί σε διδάξαι, ὅτι γυμνότητα οὐ τὴν τοῦ σώματος παραλαμβάνει, ἀλλὰ καθ’ ἣν ὁ νοῦς ἄμοιρος καὶ γυμνὸς ἀρετῆς ἀνευρίσκεται.

"Ἡ γυνὴ“ φησίν „ἣν ἔδωκας μετ’ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον“ (Gen. 3, 12). εὖ τὸ μὴ φάναι, ἡ γυνὴ ἣν ἔδωκας ἐμοί, ἀλλὰ „μετ’ ἐμοῦ“· οὐ γὰρ ἐμοὶ ὡς κτῆμα τὴν αἴσθησιν ἔδωκας, ἀλλὰ καὶ αὐτὴν ἀφῆκας ἄνετον καὶ ἐλευθέραν, κατά τινα τρόπον οὐχ ὑπείκουσαν τοῖς τῆς ἐμῆς διανοίας ἐπιτάγμασιν· ἐὰν γοῦν βουληθῇ ὁ νοῦς προστάξαι τῇ ὁράσει μὴ ἰδεῖν, οὐδὲν ἧττον αὕτη τὸ ὑποκείμενον ὄψεται· καὶ ἡ ἀκοὴ μέντοι προσπεσούσης φωνῆς ἀντιλήψεται πάντως, κἂν ὁ νοῦς φιλονεικῶν διακελεύηται αὐτῇ μὴ ἀκούειν· καὶ μὴν ἥ γε ὄσφρησις ἀτμῶν χωρησάντων εἰς αὐτὴν ὀσφρήσεται, κἂν ὁ νοῦς ἀπαγορεύῃ μὴ ἀντιλαβέσθαι.

διὰ τοῦτο ὁ θεὸς οὐκ ἔδωκεν αἴσθησιν τῷ ζῴῳ, ἀλλὰ μετὰ τοῦ ζῴου· τὸ δὲ τοῦτ’ ἐστίν· ἅπαντα αἴσθησις μετὰ τοῦ ἡμετέρου νοῦ γνωρίζει καὶ ἅμα αὐτῷ· οἷον ἡ ὅρασις ἅμα τῷ νῷ ἐπιβάλλει τῷ ὁρατῷ· εἶδέ τε γὰρ ὁ ὀφθαλμὸς τὸ σῶμα καὶ εὐθὺς ὁ νοῦς κατέλαβε τὸ ὁραθέν, ὅτι μέλαν ἢ λευκὸν ἢ ὠχρὸν ἢ φοινικοῦν ἢ τρίγωνον ἢ τετράγωνον ἢ στρογγύλον ἢ τὰ ἄλλα χρώματά τε καὶ σχήματα· καὶ πάλιν ἡ ἀκοὴ ἐπλήχθη ὑπὸ τῆς φωνῆς καὶ μετ’ αὐτῆς ὁ νοῦς· τεκμήριον δέ, ἔκρινεν εὐθὺς τὴν φωνήν, ὅτι λεπτὴ ἢ μέγεθος ἔχουσα ἢ ἐμμελὴς καὶ εὔρυθμος καὶ πάλιν εἰ ἐκμελής τε καὶ οὐκ ἐναρμόνιος·

καὶ ταὐτὸν ἐπὶ τῶν ἄλλων αἰσθήσεων εὑρίσκεται. πάνυ δὲ καλῶς καὶ τὸ προσθεῖναι τὸ „αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου“· τὸν γὰρ ξύλινον καὶ αἰσθητὸν ὄγκον τῷ νῷ οὐδεὶς δίδωσιν, ὅτι μὴ αἴσθησις· τίς γὰρ ἔδωκε τῇ διανοίᾳ γνωρίσαι τὸ σῶμα ἢ τὸ λευκόν; οὐχ ἡ ὄψις; τίς δὲ τὴν φωνήν; οὐχ ἡ ἀκοή; τίς δὲ τὸν ἀτμόν; οὐχ ἡ ὄσφρησις; τίς δὲ τὸν χυλόν; οὐχ ἡ γεῦσις; τίς δὲ τὸ τραχὺ καὶ μαλακόν; οὐχ ἡ ἁφή; ὀρθῶς οὖν καὶ πάνυ ἀληθῶς εἴρηται ὑπὸ τοῦ νοῦ, ὅτι τὰς τῶν σωμάτων ἀντιλήψεις δίδωσί μοι μόνη ἡ αἴσθησις.

[*](13 ὑπείκου (sic) H, ὑπήκοον Turn. 22 κατέλαβε scripsi: ἀντελάβετο ABP, ἀντέλαβε Η; ἀντελάβετο τοῦ ὁραθέντος coni. Wendl. 26 εὔρυθμος ABPH: ῥάθυμος L, ἔρρυθμος v 28 γὰρ codd.: δὲ Mang. 29 ὄγκον scripsi: οἶκον codd. οὐδὲ εἶς ABP 32 τὸ om. H)
v.1.p.126

„Καὶ εἶπεν ὁ θεὸς τῇ γυναικί Τί τοῦτο ἐποίησας; καὶ εἶπεν Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον“ (Gen. 3, 13). ἄλλο μὲν πυνθάνεται τῆς αἰσθήσεως ὁ θεός, ἄλλο δὲ αὐτὴ ἀποκρίνεται· πυνθάνεται μὲν γάρ τι περὶ τοῦ ἀνδρός, ἡ δὲ οὐ περὶ τούτου φησίν, ἀλλά τι περὶ ἑαυτῆς, λέγουσα ὅτι ἔφαγον, οὐχ ὅτι ἔδωκα.

μήποτ’ οὖν ἀλληγοροῦντες λύσομεν τὸ ἀπορηθὲν καὶ δείξομεν τὴν γυναῖκα εὐθυβόλως πρὸς τὸ πύσμα ἀποκρινομένην. ἀνάγκη γάρ ἐστιν αὐτῆς φαγούσης καὶ τὸν ἄνδρα φαγεῖν· ὅταν γὰρ ἡ αἴσθησις ἐπιβάλλουσα τῷ αἰσθητῷ πληρωθῇ τῆς αὐτοῦ φαντασίας, εὐθὺς καὶ ὁ νοῦς συμβέβληκε καὶ ἀντελάβετο καὶ τρόπον τινὰ τροφῆς τῆς ἀπ’ ἐκείνου πεπλήρωται. τοῦτ’ οὖν φησιν· ἄκουσα δέδωκα τῷ ἀνδρί· προσβαλούσης γάρ μου τῷ ὑποκειμένῳ, ὀξυκίνητος ὢν αὐτὸς