Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

[*](p. 87 M.)

„Καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου“ (Gen. 3, 8). δόγμα εἰσηγεῖται διδάσκον, ὅτι ὁ φαῦλος φυγάς ἐστιν. εἰ γὰρ πόλις οἰκεία τῶν σοφῶν ἡ ἀρετή, ταύτης ὁ μὴ δυνάμενος μετέχειν ἀπελήλαται πόλεως, ἧς ἀδυνατεῖ μετέχειν ὁ φαῦλος· ἀπελήλαται ἄρα καὶ πεφυγάδευται μόνος ὁ φαῦλος. ὁ δ’ ἀρετῆς φυγὰς εὐθὺς ἀποκέκρυπται θεόν· εἰ γὰρ καὶ ἐμφανεῖς οἱ σοφοὶ θεῷ, ἅτε ὄντες αὐτῷ φίλοι, δῆλον ὡς ἀποκρύπτονται καὶ καταδύονται πάντες οἱ φαῦλοι, ὡς ἂν ἐχθροὶ καὶ δυσμενεῖς ὄντες ὀρθῷ λόγῳ.

ὅτι μὲν οὖν ἄπολις καὶ ἄοικος ὁ φαῦλός ἐστι, μαρτυρεῖ ἐπὶ τοῦ δασέος καὶ ποικίλου τὴν κακίαν Ἠσαῦ, ὅτε φησίν· „ἦν δὲ Ἠσαῦ εἰδὼς κυνηγεῖν, ἀγροῖκος“ (Gen. 25, 27)· οὐ γὰρ πέφυκεν ἡ τῶν παθῶν θηρευτικὴ κακία τὴν ἀρετῆς πόλιν οἰκεῖν ἀγροικίαν καὶ ἀπαιδευσίαν μετὰ πολλῆς ἀγνωμοσύνης μεταδιώκουσα. ὁ δέ γε σοφίας μεστὸς Ἰακὼβ καὶ πολίτης ἐστὶ καὶ οἰκίαν τὴν ἀρετὴν κατοικεῖ· φησὶ γοῦν περὶ αὐτοῦ· „Ἰακὼβ δὲ ἄπλαστος ἄνθρωπος οἰκῶν οἰκίαν“ (ibid.).

παρὸ καὶ „αἱ μαῖαι, ἐπειδὴ ἐφοβοῦντο τὸν θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας“ (Exod. 1, 21)· αἱ γὰρ ζητητικαὶ τῶν ἀφανῶν θεοῦ μυστηρίων, ὅπερ ἐστὶ „ζῳογονεῖν τὰ ἄρσενα“, οἰκοδομοῦσι τὰ ἀρετῆς πράγματα, οἷς καὶ ἐνοικεῖν προῄρηνται. διὰ μὲν δὴ τούτων ἐπιδέδεικται, πῶς ὁ μὲν φαῦλος ἄπολίς τέ ἐστι καὶ ἄοικος, φυγὰς ἀρετῆς ὤν, ὁ δὲ σπουδαῖος καὶ πόλιν ἔχειν καὶ οἶκον σοφίαν κεκλήρωται.

ἴδωμεν δὲ ἑξῆς, πῶς [*](νόμων ἱερῶν ἀλληγορία δευτέρα AP, τοῦ αὐτοῦ φίλωνος νόμων ἱερῶν ἀλληγορία δευτέρα Β, τοῦ αὐτοῦ φίλωνος νόμων νόμων ἱερῶν ἀλληγορία δευτέρα H 1 ἐκρύβησαν LXX: ἐκρύβη codd. 3 εἰ codd. (ex ἡ corr. H): ἡ v 6 θεόν scripsi: θεοῦ codd. 7 καὶ om. H 10 ἐστίν H ὅτε Mang.: ὅτι codd. 12 παθῶν] ἡθῶν L θηρευτικὴ] θεραπευτικὴ L 13 διώκουσα H 14 οἰκίαν] οἰκείαν Η 14. 15 φησὶ γοῦν scripsi: φησὶν οὖν codd. 16 ἑαυτὰς H οἰκεΐας (sic) H 19 πῶς] πᾶς H, ὅτι πᾶς Turn. Philonis opera vol. I 8)

v.1.p.114
καὶ ἀποκρύπτεσθαί τις θεὸν λέγεται. εἰ δὲ μὴ ἀλληγορήσειέ τις, ἀδύνατον παραδέξασθαι τὸ προκείμενον· πάντα γὰρ πεπλήρωκεν ὁ θεὸς καὶ διὰ πάντων διελήλυθεν καὶ κενὸν οὐδὲν οὐδὲ ἔρημον ἀπολέλοιπεν ἑαυτοῦ. ποῖον δή τις τόπον ἐφέξει, ἐν ᾧ οὐχὶ θεός ἐστι; μαρτυρεῖ δὲ καὶ ἐν ἑτέροις λέγων· „ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ“ (Deut. 4, 39). καὶ πάλιν· „ὧδε ἕστηκα πρὸ τοῦ σέ“ (Exod. 17, 6)· πρὸ γὰρ παντὸς γενητοῦ ὁ θεός ἐστι, καὶ εὑρίσκεται πανταχοῦ, ὥστε οὐκ ἂν δύναιτό τις ἀποκρύπτεσθαι.

καὶ τί θαυμάζομεν; τῶν γὰρ γενομένων τὰ συνεκτικώτατα οὐδ’ ἄν, εἴ τι γένοιτο, ἐκφεύγειν καὶ ἀποκρύπτεσθαι δυνηθείημεν, οἷον γῆν φυγέτω τις ἢ ὕδωρ ἢ ἀέρα ἢ οὐρανὸν ἢ τὸν σύμπαντα κόσμον· ἀνάγκη γὰρ ἐν τούτοις περιέχεσθαι, οὐ γὰρ ἔξω γέ τις τοῦ κόσμου φεύγειν δυνήσεται.

εἶτα μὴ τὰ μέρη τοῦ κόσμου μηδὲ τὸν κόσμον αὐτὸν δυνάμενός τις ἀποκρύπτεσθαι τὸν θεὸν ἂν ἰσχύσαι λανθάνειν; οὐδαμῶς. τί οὖν τὸ „ἐκρύβησαν“; ὁ φαῦλος δοκεῖ εἶναι τὸν θεὸν ἐν τόπῳ, μὴ περιέχοντα, ἀλλὰ περιεχόμενον· οὗ χάριν καὶ οἴεται ἀποκρύπτεσθαι, ὡς κατ’ ἐκεῖνο τὸ

μέρος οὐκ ὄντος τοῦ αἰτίου, καθ’ ὃ φωλεύειν διέγνωκεν. ἔστι δὲ οὕτως ἐκδέξασθαι· ἐν τῷ φαύλῳ ἡ ἀληθὴς περὶ θεοῦ δόξα ἐπεσκίασται καὶ ἀποκρύπτεται, σκότους γὰρ πλήρης ἐστὶ μηδὲν ἔχων ἐναύγασμα θεῖον, ᾧ τὰ ὄντα περισκέψεται· ὁ δὲ τοιοῦτος πεφυγάδευται θείου χοροῦ, καθάπερ ὁ λεπρὸς καὶ γονορρυής, ὁ μὲν θεὸν καὶ γένεσιν, ἀντιπάλους φύσεις, δύο χρωμάτων ὄντων, ἀγαγὼν εἰς ταὐτὸ ὡς αἴτια, ἑνὸς ὄντος αἰτίου τοῦ δρῶντος, ὁ δὲ γονορρυὴς ἐκ κόσμου πάντα καὶ εἰς κόσμον ἀνάγων, ὑπὸ θεοῦ δὲ μηδὲν οἰόμενος γεγονέναι, Ἡρακλειτείου δόξης ἑταῖρος, κόρον καὶ χρησμοσύνην καὶ ἓν τὸ πᾶν καὶ πάντα ἀμοιβῇ

εἰσάγων. διό φησι καὶ ὁ θεῖος λόγος· „ἐξαποστειλάτωσαν ἐκ τῆς ἁγίου ψυχῆς πάντα λεπρὸν καὶ πάντα γονορρυῆ καὶ πάντα ἀκάθαρτον ἐν ψυχῇ, [*](1 θεὸν cocld. : θεοῦ V 2 ἐπλήρωσεν DC 3 διελήλυθεν corr. Turn.: διεληλύθει codd., διῆλθεν D 4 δή ABP: δέ Η, γάρ D (Mang.) οὐχ ὁ θεός DpDv ἐστι] ἐστι καὶ εὑρίσκεται πανταχοῦ D R 6 πάλιν· ὧδε] πάλιν ὧδε· v 7 παντὸς codd.: τοῦ παντὸς v γεννητοῦ codd. 8 εὑρίσκεται D: ἔσται codd. 13 μὴ addidi; εἶτα μήτε τὰ μέρη τοῦ κόσμου μήτε coni. Wendl. 14 scripsi: ἰσχύσῃ codd., ἰσχύσειε v 19 ἀποκρύπτεσθαι H 22 ὄντων] ὄντως coni. Mang. 25 κόρου H ἀμοιβὴν coni. Mang.) [*](2—4 Dc fol. 34r DP fol. 42v Dm fol. 45v Dl fol. 67v DR fol. 51r (Dv p. 301) ἐκ τοῦ γ' τῆς νόμων ἱερῶν ἀλληγορίας: πάντα πεπλήρωκεν — θεός ἐστι.) [*](7—8 ibid. πρὸ γὰρ— πανταχοῦ. 24 Heracl. frg. 1. 22. 24 Byw.)

v.1.p.115
ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ“ (Num. 5, 2), καὶ τοὺς θλαδίας καὶ ἀποκεκομμένους τὰ γεννητικὰ τῆς ψυχῆς καὶ πόρνους τὴν ἑνὸς ἀρχὴν ἀποδιδράσκοντας, οἷς ἄντικρυς ἀπείρηται εἰς ἐκκλησίαν θεοῦ φοιτᾶν (Deut. 23, 2).