Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

διὸ καὶ τὸ κατόπιν πτῶμα ἀποδεχόμενος τῶν κακιῶν ἐπιφέρει· „τὴν σωτηρίαν περιμένων κυρίου“· ὄντως γὰρ ὑπὸ θεοῦ σῴζεται ὁ ἀποπίπτων τῶν [*](1 om. Arm 2 ἐραστήν Arm (coni. Wendl.): ἐργάτην codd. 3 οὑν] γὰρ Arm 4 γὰρ om. Arm 6 ἀρρένων] παρθένων Α 8 δοῦλα] ἄρρενα Arm 9 μεστὰ κινήματά MArm: μετακινήματα Α ἐστι om. Arm ἄρρενα om. Α 13 μὲν] μὲν γὰρ AArm χῶρος] ὁδός Arm 14 δὴ] δὲ Mang., om. Arm 16 ἀρετῆς] ἀρετοὶ Α 17 γεννητοῦ Α 19 καὶ ante ὁρμητικὸν om. Arm 21 δὲ M: γὰρ Arm, om. Α 22 εἰς τὰ] εἶτα Α τὸν addidi (sic Arm) 26 ἐὰν γὰρ MArm: γὰρ om. Α 27 ἐκδράμῃ Α 29 τῶν κακιῶν om. Arm) [*](30—111,3 Cod. Urbin. 125 fol. 304 (Pitra Anal. Sacr. II p.311) Φίλωνος: ὄντως θεοῦ — εὐδαιμονήσῃ.)

v.1.p.111
παθῶν καὶ ὑστερίζων τῆς ἐνεργείας αὐτῶν. πέσοι τοιοῦτόν μου πτῶμα ἡ ψυχὴ καὶ μηδέποτε ἀνασταίη ἐπὶ τὸ ἵππειον καὶ σκιρτητικὸν πάθος, ἵνα θεοῦ σωτηρίαν περιμείνασα εὐδαιμονήσῃ.

διὰ τοῦτο καὶ Μωυσῆς ἐν τῷ ᾄσματι ὑμνεῖ τὸν θεόν, ὅτι „ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν“ (Exod. 15, 1), τὰ τέσσαρα πάθη καὶ τὸν ἐποχούμενον αὐτοῖς ἄθλιον νοῦν εἰς τὴν φθορὰν τῶν πραγμάτων καὶ τὸν ἀνήνυτον βυθόν· καὶ σχεδὸν τοῦ ᾄσματος ὅλου τὸ κεφάλαιον τοῦτ’ ἐστίν, ἐφ’ ὃ τὰ ἄλλα πάντα ἀναφέρεται, καὶ οὕτως ἔχει· ἐὰν γὰρ ἀπάθεια κατάσχῃ τὴν ψυχήν, τελέως εὐδαιμονήσει.

ζητητέον δέ, τίνος ἕνεκα ὁ μὲν Ἰακώβ φησιν, ὅτι „πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω“ (Gen. 49, 17), Μωυσῆς δὲ ᾄδει, ὅτι ἵππος καὶ ἀναβάτης κατεποντώθησαν. λεκτέον οὖν ὅτι ὁ μὲν καταποντούμενος ὁ Αἰγύπτιός ἐστι τρόπος, ὅς, κἂν φεύγῃ, ὑπὸ τὸ ὕδωρ τουτέστιν ὑπὸ τὴν φορὰν τῶν παθῶν φεύγει, ὁ δὲ πίπτων ἱππεὺς εἰς τὰ ὀπίσθια οὐκ ἔστι τῶν φιλοπαθῶν· τεκμήριον δέ, ὅτι οὗτος μέν ἐστιν ἱππεύς, ἐκεῖνος δὲ ἀναβάτης·

ἱππέως μὲν οὖν ἔργον δαμάζειν τὸν ἵππον καὶ ἀφηνιάζοντα ἐπιστομίζειν, ἀναβάτου δὲ φέρεσθαι ᾗ ἂν τὸ ζῷον ἄγῃ· καὶ ἐν θαλάττῃ τοῦ μὲν κυβερνήτου ἔργον ἄγειν τὸ σκάφος καὶ εὐθύνειν καὶ ὀρθοῦν, τοῦ δὲ ἐπιβάτου πάσχειν ὅσα ἂν ἡ ναῦς ὑπομένῃ. παρὸ καὶ ὁ δαμάζων τὰ πάθη ἱππεὺς οὐ καταποντοῦται, ἀλλὰ ἀποβὰς αὐτῶν τὴν σωτηρίαν περιμένει τοῦ δεσπότου.

παραινεῖ μέντοι ὁ ἱερὸς λόγος ἐν Λευιτικῷ „ἀπὸ τῶν ἑρπετῶν, ἃ πορεύεται ἐπὶ τεσσάρων, ἃ ἔχει σκέλη ἀνώτερον τῶν ποδῶν, ὥστε πηδᾶν ἐν αὐτοῖς“ σιτεῖσθαι (Lev. 11, 21), ὧν ἐστιν ὁ βροῦχος καὶ ὁ ἀττακὸς καὶ ἀκρὶς καὶ τέταρτον ὁ ὀφιομάχης· καὶ δεόντως· εἰ γὰρ ἄτροφον καὶ βλαβερὸν πρᾶγμα ὀφιώδης ἡδονή, τροφιμώτατον ἂν καὶ σωτήριον γένοιτο ἡ πρὸς ἡδονὴν διαμαχομένη φύσις· αὕτη δὲ ἡ σωφροσύνη ἐστί.

μάχου δὴ καὶ σύ, ὦ διάνοια, πρὸς πᾶν πάθος καὶ διαφερόντως πρὸς ἡδονήν, καὶ γὰρ „φρονιμώτατός ἐστιν ὁ ὄφις πάντων θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε κύριος ὁ θεός“ (Gen. 3, 1)· τῶν γὰρ πάντων πανουργότατόν ἐστιν ἡδονή· διὰ τί;

ὅτι πάντα ἡδονῆς δοῦλα καὶ ὁ βίος ὁ τῶν [*](1 μὴ πέσοι Urb. πτῶμά μου Urb. 6 φθορὰν] φορὰν coni. Mang. 7 ἐφ’ ὧ Α 8 ἀναφαίρεται Α 14 ὅτι om. Arm οὗτος om. Α 15 ὁ ἱππεὺς et ὁ ἀναβάτης Arm 16 ἐπιστομίζειν Wendl.: επιστοματίζειν codd. ᾖ] ἢ Α 18 καὶ ὀρθοῦν om. Arm 19 ὑπομείνῃ Mang. καὶ codd. et Arm: δὴ Mang. 23 ἀττακὸς M: ἄττακος Α 24 ὀφιομάχος Α 28. 29 ὧν — θεός om. Arm) [*](8 ibid. ἐὰν ἀπάθεια — εὐδαιμονήσει.)

v.1.p.112
φαύλων δεσπόζεται ὑφ’ ἡδονῆς· τὰ γοῦν ποιητικὰ αὐτῆς εὑρίσκεται διὰ πανουργίας πάσης, χρυσὸς ἄργυρος δόξα τιμαὶ ἀρχαί, αἱ ὗλαι τῶν αἰσθητῶν καὶ τέχναι αἱ βάναυσοι καὶ ὅσαι ἄλλαι κατασκευαστικαὶ ἡδονῆς πάνυ ποικίλαι, καὶ ἀδικοῦμεν δι’ ἡδονήν, τὰ δὲ ἀδικήματα οὐκ ἄνευ πανουργίας τῆς ἐσχάτης ἐστίν.

τὴν ὀφιομάχον οὖν γνώμην ἀντίταττε καὶ κάλλιστον ἀγῶνα τοῦτον διάθλησον καὶ σπούδασον στεφανωθῆναι κατὰ τῆς τοὺς ἄλλους ἅπαντας νικώσης ἡδονῆς καλὸν καὶ εὐκλεᾶ στέφανον, ὃν οὐδεμία πανήγυρις ἀνθρώπων ἐχορήγησεν.

[*](2 ἀρχαί] ἀρχαῖαι Α 3 αἰσθητῶν] ἐσθήτων coni. Mang. 4 ἀδικοῦμεν δι’ ἡδονήν Arm: ἀδικούμεναι ἡδονήν MA, ἀδικοῦσαι τὴν ψυχήν v (Hoeschel) 6 τοῦτον om. Arm 8 ἐχορήγησεν Creuzer: ἐχώρησεν codd., ἐχαρίσατο coni. Mang.)