Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ἀλλὰ γενήσεται ἐν τῇ χειρί, ἐν τῇ πράξει τοῦ σοφοῦ, ὃ δὴ καὶ ἀληθές ἐστι· λαβέσθαι δὲ καὶ περικρατῆσαι ἡδονῆς ἀδύνατον, εἰ μὴ πρότερον ἐκταθείη ἡ χείρ, τουτέστιν εἰ μὴ τὰς πράξεις καὶ προκοπὰς ἁπάσας ὁμολογήσειεν ἡ ψυχὴ κατὰ θεὸν εἶναι καὶ μηδὲν εἰς ἑαυτὴν ἀναγάγοι. τοῦτον μὲν δὴ τὸν ὄφιν ἀποδιδράσκειν ὁ βλέπων διέγνωκεν· ἕτερον δὲ τὸν σωφροσύνης λόγον κατασκευάζει, τὸν χαλκοῦν ἐκεῖνον, ἵνα ὁ δηχθεὶς ὑφ’ ἡδονῆς ἰδὼν σωφροσύνην ζήσῃ τὸν ἀληθῆ βίον.

τοιοῦτον ὄφιν εὔχεται ὁ Ἰακὼβ γενέσθαι τὸν Δὰν καί φησιν οὕτως· „Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαόν, ὡσεὶ καὶ μία φυλὴ Ἰσραήλ, καὶ γενέσθω Δὰν ὄφις ἐφ’ ὁδοῦ, ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω, τὴν σωτηρίαν περιμένων κυρίου“ (Gen. 49, 16 — 18). ἐκ μὲν τῆς Λείας πέμπτος υἱός ἐστιν Ἰσσάχαρ γνήσιος τοῦ Ἰακώβ, συγκαταριθμουμένων δὲ τῶν ἐκ τῆς Ζέλφας δυεῖν ἕβδομος, τοῦ δὲ Ἰακὼβ πέμπτος ἐστὶν ὁ Δὰν ἐκ τῆς Βάλλας τῆς παιδίσκης Ῥαχήλ. τὴν δὲ αἰτίαν ἐν τοῖς κατ’ ἰδίαν ἐξευρήσομεν. περὶ δὲ τοῦ Δὰν πάλιν κατανοητέον.

δύο γένη φορεῖ ἡ ψυχή, τὸ μὲν θεῖον, τὸ δὲ φθαρτόν· τὸ μὲν οὖν κρεῖττον κεκύηκεν ἤδη καὶ ἵσταται ἐπ’ αὐτοῦ· ὅτε γὰρ ἐξομολογήσασθαι τῷ θεῷ καὶ παραχωρῆσαι πάντα ἴσχυσεν ἡ ψυχή, κτῆμα κρεῖσσον λαβεῖν οὐκέτ’ εἶχε· διὰ τοῦτ’ ἔστη τοῦ τίκτειν τὸν Ἰούδαν, τὸν ἐξομολογητικὸν τρόπον, ἐνεγκοῦσα. τὸ δὲ θνητὸν γένος νῦν ἄρχεται διαπλάττειν.

ὑφέστηκε δὲ τὸ θνητὸν καταπόσει· θεμελίου γὰρ τρόπον ἡ γεῦσις, ἣ αἰτία τῆς τῶν ζῴων διαμονῆς ἐστι· Βάλλα δὲ ἑρμηνεύεται κατάποσις· ἐκ ταύτης οὖν γίνεται ὁ Δάν, ὃς ἑρμηνεύεται κρίσις· τοῦτο γὰρ τὸ γένος διακρίνει καὶ [*](4 ἀντίδικον om. M, κολακικὸν Arm 5 τιθασὸν Arm 7. 8 ἐν τῇ χειρί om. Arm 8 δὴ et ἐστι om. Arm 10 τουτἐστιν om. Arm 11 ἀναγάγοι Mang.: συναγάγοι codd. 13 ἐκεῖνον om. Arm 15 οὕτως om. Arm 16 — 18 ἐφ’ ὁδοῦ — κυρίου om. Arm 19 Ἰσάχαρ Α τοῦ Ἰακώβ M: τῶ Ἰακώβ Α, ἐξ Ἰακώβ Arm 20 Ζελφᾶς M δυεῖν codd.: δυοῖν v 21. 22 κατ’ ἰδίαν] ἄλλοις Arm 22 έξευρήσωμεν Α, ἐροῦμεν Arm; ἐξερευνήσομεν coni. Wendl., ἐρευνήσομεν Mang. πάλιν] νῦν Arm κατανοητέον] λεκτέον Arm 24 γὰρ om. Arm 25. 26 οὐκέτ’ εἶχε] οὐ κατεῖχε Α 26 τουτέστι (sic) M, τοῦτο ἔστι Α, ἔστη corr. Hoeschel (sic Arm) 30 ὁ Δάν, ὃς om. Arm κρίσις ἑρμηνεύσεως Arm)

v.1.p.110
χωρίζει τὰ ἀθάνατα ἀπὸ τῶν θνητῶν. εὔχεται οὖν αὐτὸν γενέσθαι σωφροσύνης ἐραστήν, τῷ δὲ Ἰούδᾳ οὐκ εὔξεται· ἔχει γὰρ ἤδη τὸ ἐξομολογεῖσθαι καὶ εὐαρεστεῖν θεῷ. „γενέσθω“ οὖν φησι „Δὰν ὄφις ἐφ’ ὁδοῦ“.

ὁδὸς ἡμῶν ἐστιν ἡ ψυχή· ὥσπερ γὰρ ἐν ταῖς ὁδοῖς ἔστιν ἰδεῖν διαφορὰν τῶν ὄντων, ἀψύχων ἐμψύχων, ἀλόγων λογικῶν, σπουδαίων φαύλων, δούλων ἐλευθέρων, νεωτέρων πρεσβυτέρων, ἀρρένων θηλειῶν, ξένων ἀστῶν, νοσούντων ὑγιαινόντων, λελωβημένων ὁλοκλήρων, οὕτως καὶ ἐν ψυχῇ καὶ ἄψυχα καὶ ἀτελῆ καὶ νοσώδη καὶ δοῦλα καὶ θήλεα καὶ μυρία ἄλλα κηρῶν μεστὰ κινήματά ἐστι, καὶ ἔμπαλιν ἔμψυχα ὁλόκληρα ἄρρενα ἐλεύθερα ὑγιᾶ πρεσβύτερα σπουδαῖα γνήσια καὶ ἀστὰ ὄντως.

γενέσθω οὖν ὁ σωφροσύνης λόγος ὄφις ἐπὶ τῆς ψυχῆς τῆς ὁδευούσης διὰ πάντων τῶν ἐν τῷ βίῳ πραγμάτων καὶ ἐγκαθισάτω ἐπὶ τρίβου. τί δὲ τοῦτ’ ἐστίν; ἄτριπτος μὲν ὁ ἀρετῆς χῶρος, ὀλίγοι γὰρ βαίνουσιν αὐτόν, τέτριπται δὲ ὁ κακίας· ἐγκαθίσαι δὴ καὶ ἐνεδρεῦσαι καὶ λοχῆσαι παραινεῖ τὴν τετριμμένην ὁδόν, τὸ πάθος καὶ τὴν κακίαν, ἐν οἷς κατατρίβονται τὸν

βίον οἱ φυγάδες ἀρετῆς λογισμοί. „δάκνων πτέρναν ἵππου.“ ἐχομένως πτερνιστής ἐστιν ὁ τὴν στάσιν τοῦ γενητοῦ καὶ φθαρτοῦ διασείων τρόπος. τὰ πάθη δὲ ἵππῳ ἀπεικάσθη· τετρασκελὲς | γὰρ καὶ τὸ πάθος ὡς ἵππος καὶ ὁρμητικὸν καὶ αὐθαδείας γέμον καὶ σκιρτητικὸν φύσει. ὁ δὲ σωφροσύνης λόγος δάκνειν καὶ τιτρώσκειν φιλεῖ καὶ ἀναιρεῖν τὸ πάθος· πτερνισθέντος δὲ τοῦ πάθους καὶ ὀκλάσαντος „πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω“. ἱππέα νοητέον τὸν ἐπιβεβηκότα τοῖς πάθεσι νοῦν, ὃς ἀποπίπτει τῶν παθῶν, ὅταν αὐτὰ συλλογισθῇ καὶ πτερνισθῇ.

εὖ δ’ ὅτι εἰς τοὔμπροσθεν οὐ πίπτει ἡ ψυχή· μὴ γὰρ προερχέσθω τῶν παθῶν, ἀλλ’ ὑστεριζέτω τούτων, καὶ σωφρονισθήσεται. καὶ δογματικόν ἐστιν ὃ λέγει· ἐὰν γὰρ ὁρμήσας ὁ νοῦς ἀδικῆσαι ὑστερήσῃ καὶ πέσῃ εἰς τὰ ὀπίσω, οὐκ ἀδικήσει· ἐὰν δὲ ἐπὶ πάθος κινηθεὶς ἄλογον μὴ ἐπεκδράμῃ, ἀλλὰ κατόπιν μείνῃ, ἀπάθειαν, τὸ κάλλιστον, καρπώσεται.