Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

τοῦτον οὖν τὸν καθαρὸν νοῦν λαμβάνει ὁ θεός, οὐκ ἐῶν ἐκτὸς ἑαυτοῦ βαίνειν, καὶ λαβὼν τίθησιν ἐν ταῖς ἐρριζωμέναις καὶ βλαστανούσαις ἀρεταῖς, ἵνα ἐργάζηται αὐτὰς καὶ φυλάττῃ. πολλοὶ γὰρ ἀσκηταὶ γενόμενοι τῆς ἀρετῆς ἐπὶ τοῦ τέλους μετέβαλον· ᾧ δὲ παρέχει ὁ θεὸς ἐπιστήμην βεβαίαν, τούτῳ δίδωσιν ἀμφότερα, ἐργάζεσθαί τε τὰς ἀρετὰς καὶ μηδέποτε αὐτῶν ἀφίστασθαι, ἀλλ’ ἀεὶ ταμιεύειν καὶ φυλάττειν ἑκάστην. τὸ μὲν οὖν „ἐργάζεσθαι“ ἀντὶ τοῦ πράττειν, τὸ δὲ „φυλάττειν“ ἀντὶ τοῦ μνημονεύειν.

„Καὶ ἐνετείλατο κύριος ὁ θεὸς τῷ Ἀδὰμ λέγων· ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε“ (Gen. 2, 16. 17). ποίῳ Ἀδὰμ ἐντέλλεται καὶ τίς ἐστιν οὗτος, διαπορητέον· οὐ γὰρ μέμνηται πρότερον αὐτοῦ, νυνὶ δὲ πρῶτον ὠνόμακεν αὐτόν. μήποτ’ οὖν βούλεταί σοι τοῦ πλαστοῦ ἀνθρώπου παραστῆσαι τοὔνομα. κάλει δή, φησίν, [*](2 διὰ τί om. Arm 3 ἡ δικαιοσύνη om. UFL 4 οὔτε κατὰ τὸν ἀπολογούμενον om. FL 5 τινα U προείρηται AF 6 δ’ UFL βραβεύει] βαρύνει L 7 οὕτως καὶ UFL τό] τὰ FL 9 καὶ prius om. FL 10 φυλάττειν FL 13 ἀϋλώτερος FL 14 λαμβάνει UFLArm: λαμβάνει τε MAP 15 αὐτοῦ U τίθησιν ἐντὸς Arm 17 γὰρ om. FL μετέλαβον U ᾦ δὲ] ὧδε F 18 ἐργάζεσθαί τε codd.: τε om. Arm, τὸ ἐργάζεσθαι v 19 αἰεὶ UFL 23 βρώσει om. UFL φαγῇ (sic) MAP: φάγεσαι UFL 24 γινώσκειν καλὸν καὶ πονηρὸν MAPArm: εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ UFL φάγεσαι UFL ἀπ’ αὐτοῦ om. UFL ᾗ δ’ ἄν ἡμέρᾳ] ὅτι ἐν ἡμέρα ἡ UFL 25 φάγητε MAP: φάγῃ UFL 26 καὶ om. Arm 27 πρῶτον] πρότερον AP ὠνόμασεν FL 27. 28 βεβούληται MAP 28 κάλει scripsi: καλεῖ codtl. δή M: δέ ceteri)

v.1.p.85
αὐτὸν γῆν· τοῦτο γὰρ Ἀδὰμ ἑρμηνεύεται, ὥστε ὅταν ἀκούῃς Ἀδάμ, γήϊνον καὶ φθαρτὸν νοῦν εἶναι νόμιζε· ὁ γὰρ κατ’ εἰκόνα οὐ γήϊνος, ἀλλ’ οὐράνιος.

ζητητέον δέ, διὰ τί πᾶσιν ἐπιτιθεὶς τοῖς ἄλλοις τὰ ὀνόματα οὐκ ἐπιτέθεικεν ἑαυτῷ. τί οὖν λεκτέον; ὁ νοῦς ὁ ἐν ἑκάστῳ ἡμῶν τὰ μὲν ἄλλα δύναται καταλαβεῖν, ἑαυτὸν δὲ γνωρίσαι ἀδυνάτως ἔχει· ὥσπερ γὰρ ὁ ὀφθαλμὸς τὰ μὲν ἄλλα ὁρᾷ, ἑαυτὸν δὲ οὐχ ὁρᾷ, οὕτως καὶ ὁ νοῦς τὰ μὲν ἄλλα νοεῖ, ἑαυτὸν δὲ οὐ καταλαμβάνει· εἰπάτω γάρ, τίς τέ ἐστι καὶ ποταπός, πνεῦμα ἢ αἷμα ἢ πῦρ ἢ ἀὴρ ἢ ἕτερόν τι [σῶμα], ἢ τοσοῦτόν γε ὅτι σῶμά ἐστιν ἢ πάλιν ἀσώματον. εἶτ’ οὐκ εὐήθεις οἱ περὶ θεοῦ σκεπτόμενοι οὐσίας; οἳ γὰρ τῆς ἰδίας ψυχῆς τὴν οὐσίαν οὐκ ἴσασι, πῶς ἂν περὶ τῆς τῶν ὅλων ψυχῆς ἀκριβώσαιεν; ἡ γὰρ τῶν ὅλων ψυχὴ ὁ θεός ἐστι κατὰ ἔννοιαν.

εἰκότως οὖν ὁ Ἀδάμ, τουτέστιν ὁ νοῦς, τὰ ἄλλα ὀνομάζων καὶ καταλαμβάνων ἑαυτῷ ὄνομα οὐκ ἐπιτίθησιν, ὅτι ἑαυτὸν ἀγνοεῖ καὶ τὴν ἰδίαν φύσιν. ἐντέλλεται δὲ τούτῳ καὶ οὐχὶ τῷ κατ’ εἰκόνα καὶ κατὰ τὴν ἰδέαν γεγονότι· ἐκεῖνος μὲν γὰρ καὶ δίχα προτροπῆς ἔχει τὴν ἀρετὴν αὐτομαθῶς, οὗτος δ’ ἄνευ διδασκαλίας οὐκ ἂν φρονήσεως ἐπιλάχοι.

διαφέρει δὲ τρία ταῦτα· πρόσταξις, ἀπαγόρευσις, ἐντολὴ καὶ παραίνεσις· ἡ μὲν γὰρ ἀπαγόρευσις περὶ ἁμαρτημάτων γίνεται καὶ πρὸς φαῦλον, ἡ δὲ πρόσταξις περὶ κατορθωμάτων, ἡ δὲ παραίνεσις πρὸς τὸν μέσον, τὸν μήτε φαῦλον μήτε σπουδαῖον· οὔτε γὰρ ἁμαρτάνει, ὡς ἀπαγορεύειν ἄν τινα αὐτῷ, οὔτε κατορθοῖ κατὰ τὴν τοῦ ὀρθοῦ λόγου πρόσταξιν, ἀλλὰ χρείαν ἔχει παραινέσεως τῆς ἀνέχειν μὲν τῶν φαύλων διδασκούσης, [*](1 οὖν UFL, ὥστε νῦν Turn. ὅταν ἀκούῃς] εἴ τι ἀκούσεις UFL 2 νοῦν om. MFL νόμισον U 3 ἐπιθεὶς UFL 4 καὶ ante ἑαυτῷ add. UFL ὁ aute ἐν om. D 6 οὐχ ὁρᾶ] οὐ βλέπει FL 7 τὰ μὲν ἄλλα νοεῖ om. D δὲ] μὲν DPDM, om. DR γάρ τις DArm 8 τίς τέ codd.: τίς DRArm, τί DPDM πνεῦμα ἢ ἀὴρ ἡ πῦρ ἡ αἷμα Arm ἕτερόν τι DArm: τι ἕτερον MUFL, τί ἕτερον AP σῶμα om. D, seclusi 9 ὅτι] ἡ ὅτι UFL πάλιν ἣ transp. UFL ἀσώματος DR εἶτα UFL 10 οἲ] οἱ P, εἰ Arm 12 ὁ bis om, UFL 13 ὀνομάζων] νομίζων UL 14 καὶ om. Arm 15 καὶ οὐχὶ MAPArm: ἀλλ’ οὐχὶ UFL κατὰ om. FL 16 τὴν ἀρετὴν ἔχει transp. FL 18 ἐντολὴ καὶ om. Mang. ἐντολὴ — ἀπαγόρευσις om. AP 19 περὶ om. UFLArm ἣ γίνεται ULArm, ἢ γίνεται F 20 περὶ addidi κατορθωμάτων πρὸς σπουδαῖον coni. Mang., πρὸς τὸν αὐτὸν 20.21 μήτε σπουδαῖον μήτε φαῦλον Arm 21 τινα] τι Arm 22 αὐτὸν AP κατὰ τοῦ τὴν (sic) F 23 ἀνέχειν AP: ἀνέχεσθαι M, ἀπέχειν UFL(Arm ut vid.)) [*](2 Ambros de Paradiso 2, 11 . . . quidam Adam νοῦν terrenum interpretati sunt. 4—9 DP fol. 376r DM fol. 282r DR fol. 279v τοῦ αὐτοῦ (scil. Φίλωνος) ἐκ τῶν Μωυσέως (sic): ὁ νοῦς — ἀσώματον.)

v.1.p.86
προτρεπούσης δὲ ἐφίεσθαι τῶν ἀστείων.

τῷ μὲν οὖν τελείῳ τῷ κατ’ εἰκόνα προστάττειν ἢ ἀπαγορεύειν ἢ παραινεῖν οὐχὶ δεῖ, οὐδενὸς γὰρ τούτων ὁ τέλειος δεῖται, τῷ δὲ φαύλῳ προστάξεως καὶ ἀπαγορεύσεως χρεία, τῷ δὲ νηπίῳ παραινέσεως καὶ διδασκαλίας, ὥσπερ τῷ τελείῳ γραμματικῷ ἢ μουσικῷ οὐδενὸς δεῖ παραγγέλματος τῶν εἰς τὰς τέχνας, τῷ δὲ σφαλλομένῳ περὶ τὰ θεωρήματα ὡσανεί τινων νόμων προστάξεις καὶ ἀπαγορεύσεις ἐχόντων, τῷ δὲ ἄρτι μανθάνοντι διδασκαλίας.

εἰκότως οὖν τῷ γηίνῳ νῷ μήτε φαύλῳ ὄντι μήτε σπουδαίῳ ἀλλὰ μέσῳ τὰ νῦν ἐντέλλεται καὶ παραινεῖ. ἡ δὲ παραίνεσις γίνεται δι’ ἀμφοτέρων τῶν κλήσεων καὶ τοῦ κυρίου καὶ τοῦ θεοῦ, „ἐνετείλατο“ γὰρ „κύριος ὁ θεός“, ἵνα, εἰ μὲν πείθοιτο ταῖς παραινέσεσιν, ὑπὸ τοῦ θεοῦ εὐεργεσιῶν ἀξιωθείη, εἰ δὲ ἀφηνιάζοι, ὑπὸ τοῦ κυρίου ὡς δεσπότου καὶ ἐξουσίαν ἔχοντος σκορακίζοιτο.

διόπερ καὶ ὅτε ἐκβάλλεται τοῦ παραδείσου, τὰς αὐτὰς κλήσεις παρείληφε, λέγει γάρ· „καὶ ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη“ (Gen. 3, 23), ἵνα, ἐπεὶ καὶ ὡς δεσπότης ὁ κύριος καὶ ὡς εὐεργέτης ὁ θεὸς ἐνετέλλετο, πάλιν ὡς ἀμφότερα ὢν τὸν παρακούσαντα τιμωρῆται· δι’ ὧν γὰρ προὔτρεπε δυνάμεων, διὰ τούτων τὸν ἀπειθοῦντα ἀποπέμπεται.

Ἃ δὲ παραινεῖ, ταῦτά ἐστιν· „ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ“ (Gen. 2, 16). προτρέπει τὴν τοῦ ἀνθρώπου ψυχὴν μὴ ἀφ’ ἑνὸς ξύλου μηδ’ ἀπὸ μιᾶς ἀρετῆς ἀλλ’ ἀπὸ πασῶν τῶν ἀρετῶν ὠφελεῖσθαι· τὸ γὰρ φαγεῖν σύμβολόν ἐστι τροφῆς ψυχικῆς· τρέφεται δὲ ἡ ψυχὴ ἀναλήψει τῶν καλῶν καὶ πράξει τῶν κατορθωμάτων.

μὴ μόνον δέ φησι „φάγῃ“, ἀλλὰ καὶ „βρώσει“, τουτέστι καταλέσας καὶ ἐπιλεάνας μὴ ἰδιώτου ἀλλ’ ἀθλητοῦ τρόπον τὴν τροφήν, ἵνα ἰσχὺν καὶ δύναμιν περιποιήσῃ· καὶ γὰρ τοῖς ἀθληταῖς οἱ ἀλεῖπται παραγγέλλουσι μὴ κάπτειν, ἀλλὰ κατὰ σχολὴν λεαίνειν, ἵνα πρὸς ἰσχὺν [*](1 ἐφικέσθαι UFL τελείω τῶ MAPArm: τελείω καὶ UFL 2 ἢ παραινεῖν om. FL 2. 3 τούτων om. FL 3 ἐστι post προστάξεως add. FL, post ἀπαγορεύσεως UArm 5 δεῖ] δεῖται F τῶν om. Arm 5. 6 ἐσφαλμένῳ UFL 6 περὶ] παρὰ UFL 8 γηίνων (om. νῷ) P νῷ] νοΐ UFL, τῷ Arm 13 αὐτὰς] αὐτῶν L, αὐτὰς ταύτας Arm 16 ἐπεὶ FL: εἴπῃ MAPU, ἐπίῃ Arm 17 ἐνετέλλετο, πάλιν om. Arm, tum pergit: ὡς δι’ ἀμφοτέρων τ. π. τιμωρεῖσθαι ὢν] ὧν AP τιμωρῆται U: τιμωρεῖται ceteri 18 προὔτρεπε] προὔπεμπε FL τὸν ἀπειθοῦντα om. Arm ἀποπέμψεται Arm 19 ταῦτ’ U 19. 20 τοὐ παραδείσου Arm 20 φαγῇ codd. προυτρέπει F 20. 21 τοῦ ἀνθρώπου om. UFLArm 21 post ψυχὴν add. μὲν UFL μηδὲ UFL 23 ἀντιλήψει Mang. 24 δέ om. Arm φάγῃς MARFL, φαγῆς U καὶ om. MAP 25 ἀλλὰ MAP ἶνα om. UFL 27 κάπτειν Wendl. (Arm ut vid.): κόπτειν codd.)

v.1.p.87
ἐπιδιδῶσιν· ἑτέρως γὰρ ἐγὼ καὶ ὁ ἀθλητὴς τρεφόμεθα, ἐγὼ μὲν γὰρ ἕνεκα τοῦ ζῆν μόνον, ὁ δὲ ἀθλητὴς καὶ ἕνεκα τοῦ πιαίνεσθαι καὶ ῥώννυσθαι, παρὸ καὶ ἕν τι τῶν ἀσκητικῶν ἐστι τὸ λεαίνεσθαι τροφήν. τὸ „βρώσει φαγεῖν“ ἐστι τοιοῦτον. ἔτι δὲ ἀκριβέστερον διατυπώσωμεν αὐτό.

τὸ τιμᾶν τοὺς γονεῖς ἐδώδιμον καὶ τρόφιμόν ἐστιν· ἀλλ’ ἑτέρως οἱ ἀγαθοὶ καὶ οἱ φαῦλοι τιμῶσιν, οἱ μὲν γὰρ διὰ τὸ ἔθος, οἵτινες οὐ βρώσει ἐσθίουσιν, ἀλλὰ μόνον ἐσθίουσι· πότε οὖν καὶ βρώσει; ὅταν ἀναπτύξαντες καὶ τὰς αἰτίας ἐρευνήσαντες κρίνωσιν ἑκουσίως, ὅτι καλὸν τοῦτ’ ἐστίν· αἱ δὲ αἰτίαι τοιαῦται· ἐγέννησαν ἡμᾶς, ἔθρεψαν, ἐπαίδευσαν, πάντων αἴτιοι γεγόνασιν ἀγαθῶν. πάλιν ἐδώδιμον τὸ τὸν ὄντα τιμᾶσθαι· τότε δὲ „βρώσει“, ὅταν καὶ μετὰ τῆς τοῦ κεφαλαίου ἀναπτύξεως καὶ τῆς τῶν αἰτιῶν ἀποδόσεως.

„ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ“ (Gen. 2, 17). οὐκοῦν οὐκ ἔστιν ἐν τῷ παραδείσῳ τὸ ξύλον τοῦτο· εἰ γὰρ ἀπὸ παντὸς ἐσθίειν παραγγέλλει τῶν ἐν τῷ παραδείσῳ, ἀπὸ δὲ τούτου μὴ φαγεῖν, δῆλον ὅτι οὐκ ἔστιν ἐν τῷ παραδείσῳ· καὶ φυσικῶς· ἔστι γάρ, ὡς ἔφην, οὐσίᾳ καὶ οὐκ ἔστι δυνάμει. ὥσπερ γὰρ ἐν τῷ κηρῷ δυνάμει μέν εἰσι πᾶσαι αἱ σφραγῖδες, ἐντελεχείᾳ δὲ μόνη ἡ τετυπωμένη, οὕτως καὶ ἐν τῇ ψυχῇ κηροειδεῖ ὑπαρχούσῃ πάντες οἱ τύποι περιέχονται δυνάμει, οὐκ ἀποτελέσματι, κρατεῖ δὲ ὁ εἷς χαραχθεὶς ἐν αὐτῇ, ἕως μὴ ἀπαλήλιπται ὑφ’ ἑτέρου ἐναργέστερον καὶ ἐκδήλως μᾶλλον ἐπιχαράξαντος.

ἑξῆς κἀκεῖνο διαπορητέον· ὅτε μὲν παραινεῖ ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου ἐσθίειν, ἕνα προτρέπει, ὅτε δὲ ἀπαγορεύει χρῆσθαι τῷ πονηροῦ καὶ καλοῦ αἰτίῳ, πλείοσι διαλέγεται· ἐκεῖ μὲν γάρ φησιν „ἀπὸ παντὸς φάγῃ“, ἐνταῦθα δὲ „οὐ φάγεσθε“ καὶ „ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε“, οὐχὶ φάγῃς, καὶ [*](1 MU 3 λεαίνεσθαι] ἀνελέσθαι UFL τὸ alt.] τὸ δὲ MAP 4 τοιοῦτο U 5 τὸ om. Mang. 7 ἀλλὰ μόνον ἐσθίουσι om. Arra ὅταν] ὅτε FL τὸ κεφάλαιον ἀναπτύξαντες coni. Mang. 8 κρίνουσιν UFL 10 τὸ add. Wendl. τότε τὸ codd. 12 αἰτιῶν M: αἰτίων ceteri καὶ] ἡ MAP 13 ἀπ’] ἐξ UFL οὔκουν F 14 εἰ γὰρ codd.: εἴπερ v 15 τῶν] τὸν AP ἀπὸ — παραδείσῳ om. FL δηλονότι codd. 16. 17 ἐν τῷ π. φυσικῶς, ἀλλὰ δυνάμει· ἔστι δὲ οὐσίᾳ καὶ οὑ δυνάμει Arm 16 ἐστι FL: ἔστι τε ceteri ὡς ἔφην post οὐσίᾳ transp. UFL 18 ἐνδελεχεία FL ἐντετυπωμένη Arm 19 οὐκ om. FL 19. 20 ἀποτελέσματι δὲ κρατεῖ (om. οὐκ) v 20 εἷς] ἀεὶ Arm αὐτὴ MArm: αὐτῶ ceteri ἕως] ὡς MAP ἀπαλήλιπται MArm: ἀπ’ cum lacuna AP, ἀπήλειπται UF, ἀπολείπηται L, ἀπαλείφηται Turn. Mang. 21 ἐνεργέστερον UFLArm ἐπιχαραχθέντος coni. Creuzer ἑξῆς] ἐξ ἧς APF 22 ὅτε] ὅτι AP τοῦ παραδείσου MArm: τοῦ ἐν τῶ παραδείσω APU, ἐν τῶ παραδείσω FL 22. 23 ἑνὶ προτρέπει UFL, ἓν ἀποτρέπει M 23 τῷ ξύλῳ (nec plura) Arm 24 ὡς πλείοσι UFL φησιν om. Arm φάγῃ MAP: φάγῃς FL, φαγῆς U 2.5 οὐχὶ] οὐ U φαγῆς P, φαγῇ Mang. ἀποθανεῖσθαι U)

v.1.p.88
„ἀποθανεῖσθε“, οὐχὶ ἀποθανῇ.

λεκτέον οὖν τάδε, ὅτι πρῶτον μὲν σπάνιόν ἐστι τἀγαθόν, τὸ δὲ κακὸν πολύχουν· διὰ τοῦτο σοφὸν μὲν εὑρεῖν ἕνα μόνον ἔργον, φαύλων δὲ πλῆθος ἀναρίθμητον· εἰκότως οὖν ἑνὶ παραγγέλλει ταῖς ἀρεταῖς ἐντρέφεσθαι, πολλοῖς δὲ περὶ τοῦ πανουργίας ἀπέχεσθαι, ταύτῃ γὰρ μυρίοι χρῶνται.

δεύτερον δέ, εἰς ἀρετῆς ἀνάληψίν τε καὶ χρῆσιν ἑνὸς μόνου δεῖ τοῦ λογισμοῦ· τὸ δὲ σῶμα οὐχ οἷον οὐ συνεργεῖ πρὸς τοῦτο, ἀλλὰ καὶ κωλυσιεργεῖ· σχεδὸν γὰρ σοφίας ἔργον τοῦτ’ ἐστίν, ἀλλοτριοῦσθαι πρὸς τὸ σῶμα καὶ τὰς ἐπιθυμίας αὐτοῦ· εἰς δὲ ἀπόλαυσιν κακίας οὐ μόνον δεῖ πως ἔχειν τὸν νοῦν, ἀλλὰ καὶ τὴν αἴσθησιν καὶ τὸν λόγον καὶ τὸ σῶμα·

ὁ γὰρ φαῦλος δεῖται τούτων ἁπάντων πρὸς ἐκπλήρωσιν τῆς ἰδίας κακίας· ἐπεὶ πῶς ἐκλαλήσει μυστήρια φωνητήριον οὐκ ἔχων ὄργανον; πῶς δὲ ταῖς ἡδοναῖς χρήσεται γαστρὸς καὶ τῶν αἰσθητηρίων στερόμενος; δεόντως οὖν ἑνὶ μὲν τῷ λογισμῷ διαλέγεται περὶ κτήσεως ἀρετῆς, μόνου γάρ, ὡς ἔφην, ἐστὶν αὐτοῦ χρεία πρὸς τὴν ἀνάληψιν αὐτῆς, περὶ δὲ κακίας πλείοσι, ψυχῇ, λόγῳ, αἰσθήσεσι, σώματι, διὰ πάντων γὰρ τούτων ἐμφαίνεται.

λέγει γε μήν· „ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε“ (Gen. 2, 17). καὶ φαγόντες οὐχ οἷον οὐκ ἀποθνῄσκουσιν, ἀλλὰ καὶ παιδοποιοῦνται καὶ ἑτέροις τοῦ ζῆν αἴτιοι καθίστανται. τί οὖν λεκτέον; ὅτι διττός ἐστι θάνατος, ὁ μὲν ἀνθρώπου, ὁ δὲ ψυχῆς ἴδιος· ὁ μὲν οὖν ἀνθρώπου χωρισμός ἐστι ψυχῆς ἀπὸ σώματος, ὁ δὲ ψυχῆς θάνατος ἀρετῆς μὲν φθορά ἐστι, κακίας δὲ ἀνάληψις.

παρὸ καί φησιν οὐκ ἀποθανεῖν αὐτὸ μόνον ἀλλὰ „θανάτῳ ἀποθανεῖν“, δηλῶν οὐ τὸν κοινὸν ἀλλὰ τὸν ἴδιον καὶ κατ’ ἐξοχὴν θάνατον, ὅς ἐστι ψυχῆς ἐντυμβευομένης πάθεσι καὶ κακίαις ἁπάσαις. καὶ σχεδὸν οὗτος ὁ θάνατος μάχεται ἐκείνῳ· ἐκεῖνος μὲν γὰρ διάκρισίς ἐστι τῶν συγκριθέντων σώματός τε καὶ ψυχῆς, οὗτος δὲ τοὐναντίον σύνοδος ἀμφοῖν, [*](1 M: ἀποθάνης UFL, ἀποθανεῖν AP τόδε πρῶτον ὅτι Arm 2 τὸ UFLD σοφῶν AP σοφὸν μὲν καὶ πιστὸν D (Mang.) 3 μόνον om. ἔργον om. FL τὸ πλῆθος MAP ἀνάριθμον AP, ἀνήριθμον M 4 περὶ τοῦ MUFLArra: τοῦ (om. περὶ) AP, περιττοῦ v 5 δεύτερον δέ Arm: δέ om. codd. 6 δεῖ] δεῖται FL οὐχ om. Arm 8 ἔργον om. Arm ἐστὶ τοῦτο Arm 9 πῶς MP, om. Arm 10 post λόγον add. ὡς UFL φαῦλος] λόγος Arm 13 αἰσθητικῶν UFL στερόμενος MUF: στερούμενος APL ἑνὶ μὲν] ἐν μόνω UFL 14 ὡς ἔφην om. MAP 15 πρὸς τὴν ἀνάληψιν αὐτῆς om. U 16 αἰσθήσει coni. Mang. σώματι Arm (coni. Mang.): σώματος codd. 18 καὶ] καὶ μὴν Arm 20 διττῶς AP 22 ἐστι om. Arm 23 οὐκ] οὐχὶ τὸ Arm ἀλλὰ τὸ Arm 24 ἴδιον] ἀίδιον UFL 25 ἀπάσαις om. Arm) [*](1—3 DP fol. 268r Διδύμου) DR fol. 230v Φίλωνος: σπάνιον μέν ἐστι—ἀναρίθμητον.)

v.1.p.89
κρατοῦντος μὲν τοῦ χείρονος σώματος, κρατουμένου δὲ τοῦ κρείττονος ψυχῆς.

ὅπου δ’ ἂν λέγῃ „θανάτῳ ἀποθανεῖν“, παρατήρει ὅτι θάνατον τὸν ἐπὶ τιμωρίᾳ παραλαμβάνει, οὐ τὸν φύσει γινόμενον· φύσει μὲν οὖν ἐστι, καθ’ ὃν χωρίζεται ψυχὴ ἀπὸ σώματος, ὁ δὲ ἐπὶ τιμωρίᾳ συνίσταται, ὅταν ἡ ψυχὴ τὸν ἀρετῆς βίον θνῄσκῃ, τὸν δὲ κακίας ζῇ

μόνον. εὖ καὶ ὁ Ἡράκλειτος κατὰ τοῦτο Μωυσέως ἀκολουθήσας τῷ δόγματι, φησὶ γάρ· „Ζῶμεν τὸν ἐκείνων θάνατον, τεθνήκαμεν δὲ τὸν ἐκείνων βίον," ὡς νῦν μέν, ὅτε ζῶμεν, τεθνηκυίας τῆς ψυχῆς καὶ ὡς ἂν ἐν σήματι τῷ σώματι ἐντετυμβευμένης, εἰ δὲ ἀποθάνοιμεν, τῆς ψυχῆς ζώσης τὸν ἴδιον βίον καὶ ἀπηλλαγμένης κακοῦ καὶ νεκροῦ συνδέτου τοῦ σώματος.

[*](1 κρατουμένης FL 1. 2 τῆς ψυχῆς τοῦ κρείττονος FL 2 δ’ ἄν οὑν FL 3 λαμβάνει UFL 4 καθ' ὃν UFL: καθὸ MAP δ’ UFL 6 εὖ] οὗ L Μωϋσέος MAPF 7 γὰρ om. MAP 8 ὅτε ζῶμεν MAPArm: ὅτι ἐνζῶμεν UFL 10. 11 κακοῦ — σώματος] κακῶν καὶ μακρῶν νόσων Arm 11 τοῦ συνδέτου tiansp. UFL subscriptio in UF: νόμων ἱερῶν ἀλληγορίας δεύτερον: — φίλωνος εἰς τὸ ποιήσωμεν βοηθὸν κατ’ αὐτόν M, φίλωνος τὴν (sic) μετὰ τὴν ἑξαήμερον Α, tit. om. PArm 4 μόνον alterum om. AP καὶ om. Arm 6 καὶ MArm: ὁ AP, ὃ V αὐτὸν μόνον Arm ἄν εἴη] ἀνύει AP τὸ ante εἶναι om. Arm 8 καὶ om. Arm 10 ἥδε om. AP 12 ψυχὴ καὶ σῶμα Arm ψυχῆς om. Arm ἄλογον MArm λόγον AP καὶ λογικόν Arm σώματος] σῶμα Arm 14 ἄλλῳ om. Arm ὃ] ἄλλο Arm ἄν] ἐὰν Arm 15 ἐστιν] ἔσται coni. Wendl. αὐτῷ om. Arm ἴσον τι Arm 16 προκρίνεται AP 18 δὲ MArm: δὲ καὶ AP)[*](6 Heracl. frg. 67 Byw.)