Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

„καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις, οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων.“ τρίτη ἐστὶν ἀρετὴ σωφροσύνη, ἀντιστατοῦσα τῇ κατευθύνειν δοκούσῃ τὴν ἀνθρωπίνην ἀσθένειαν ἡδονῇ· Ἀσσύριοι γὰρ εὐθύνοντες Ἑλλάδι γλώττῃ καλοῦνται. τίγριδι δὲ τῷ ἀτιθασωτάτῳ ζῴῳ τὴν ἐπιθυμίαν εἴκασε, περὶ ἣν ἡ σωφροσύνη πραγματεύεται.

ἄξιον μέντοι ἀπορῆσαι, διὰ τί δευτέρα μὲν ἀνδρεία, τρίτη δὲ σωφροσύνη, πρώτη δὲ φρόνησις εἴρηται, καὶ οὐχ ἑτέραν τῶν ἀρετῶν τάξιν δεδήλωκε. νοητέον οὖν ὅτι ἐστὶν ἡμῶν τριμερὴς ἡ ψυχὴ καὶ ἔχει μέρος τὸ μὲν λογικόν, τὸ δὲ θυμικόν, τὸ δὲ ἐπιθυμητικόν. καὶ συμβέβηκε τοῦ μὲν λογικοῦ χωρίον εἶναι καὶ ἐνδιαίτημα τὴν κεφαλήν, τοῦ δὲ θυμικοῦ τὰ στέρνα, τοῦ δὲ ἐπιθυμητικοῦ τὸ ἦτρον, ἀρετὴν δὲ ἑκάστῳ τῶν μερῶν οἰκείαν προσηρμόσθαι, τῷ μὲν λογικῷ φρόνησιν, λογισμοῦ γάρ ἐστιν ἐπιστήμην ἔχειν ὧν τε δεῖ ποιεῖν καὶ ὧν μή, τῷ δὲ θυμικῷ ἀνδρείαν, τῷ δὲ ἐπιθυμητικῷ σωφροσύνην, σωφροσύνῃ γὰρ τὰς ἐπιθυμίας ἀκούμεθα καὶ ἰώμεθα.

ὥσπερ οὖν κεφαλὴ μὲν πρῶτον τοῦ ζῴου καὶ ἀνωτάτω μέρος ἐστί, δεύτερον δὲ στέρνα, τρίτον δὲ ἦτρον, καὶ πάλιν ψυχῆς πρῶτον μὲν τὸ λογικόν, δεύτερον δὲ τὸ θυμικόν, τρίτον δὲ τὸ ἐπιθυμητικόν, οὕτως καὶ τῶν ἀρετῶν πρώτη μὲν ἡ περὶ τὸ πρῶτον μέρος τῆς ψυχῆς, ὃ δὴ λογικόν ἐστι, καὶ [*](1 ἀνδρίας APL τε] που FL, τέ που Mang. 2. 3 ηὐτρέπισται UFL 3 ὑπομενετέον bis AP 3. 4 οὐδέτερον AP 6. 7 Τίγρης APFL 7 πορευόμενος] ποταμὸς FL, πορευόμενος post Ἀσσυρίων transp. Mang. 8 ἀντιστατοῦσαν AP 9 γλώσση MAP 10 ἀτιθασσοτάτω UFL ἡ om. UFL 11 μέντοι MAP: μὲν οὖν U, μὲν FL, γε μὴν Turn. 12 ἀνδρία PL 13 ἑτέρων FL τάξιν] πρᾶξιν FL 13. 14 τριμερὴς post ψυχὴ transp. FL 16 τὴν κεφαλήν Arm: τὴν om. codd. 17 ἦτρον U: ἶτρον FL, ἧπαρ MAP ἀρετὴ F τῶ μὲν γὰρ F 19 ἀνδρίαν L 20 ἀσκούμεθα MAP 21 ἀνωτάτω M: ἀνώτατον AP, ἀνωτάτου UFL μέρους UFL 22 ἦτρον] ἶτρον FL, ἧπαρ Mang. 23 δὲ post τρίτον om. MAP 24 μέρος om. UFL) [*](4 Ambros. de Paradiso 3, 16 . . . bene ergo Geon . . . circumire terram Aethiopicam dicitur; . . . Aethiopia enim abiecta et vilis Latina interpretatione signatur. 8 ibid. 3, 17 tertius est fluvius Tigris . . . quem incolunt Assyrii, hoc est dirigentes, hoc enim significat interpretatio.)

v.1.p.80
τοῦ σώματος διατρίβουσα κεφαλὴν φρόνησις, δευτέρα δὲ ἀνδρεία, ὅτι περὶ τὸ δεύτερον μέρος ψυχῆς μὲν θυμόν, σώματος δὲ τὰ στέρνα φωλεύει, τρίτη δὲ σωφροσύνη, ὅτι περὶ τὸ ἦτρον, ὃ δὴ τρίτον ἐστὶ τοῦ σώματος, καὶ περὶ τὸ ἐπιθυμητικόν, ὃ τρίτην εἴληχε χώραν ἐν ψυχῇ, πραγματεύεται.

"ὁ δὲ ποταμὸς“ φησίν "ὁ τέταρτος Εὐφράτης.“ καρποφορία καλεῖται ὁ Εὐφράτης, ἔστι δὲ συμβολικῶς ἀρετὴ τετάρτη, δικαιοσύνη, καρποφόρος τῷ ὄντι καὶ εὐφραίνουσα τὴν διάνοιαν. πότε οὖν γίνεται; ὅταν τὰ τρία μέρη τῆς ψυχῆς συμφωνίαν ἔχῃ· συμφωνία δὲ αὐτοῖς ἐστιν ἡ τοῦ κρείττονος ἡγεμονία, οἷον ὅταν τὰ δύο, τό τε θυμικὸν καὶ τὸ ἐπιθυμητικόν, ἡνιοχῶνται καθάπερ ἵπποι ὑπὸ τοῦ λογικοῦ, τότε γίνεται δικαιοσύνη· δίκαιον γὰρ τὸ μὲν κρεῖττον ἄρχειν ἀεὶ καὶ πανταχοῦ, τὸ δὲ χεῖρον ἄρχεσθαι· κρεῖττον μὲν δὴ τὸ λογικόν, χεῖρον δὲ τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμικόν.

ὅταν δὲ ἔμπαλιν ἀφηνιάσῃ καὶ ἀναχαιτίσῃ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία καὶ τὸν ἡνίοχον, λέγω δὲ τὸν λογισμόν, τῇ βίᾳ τῆς ὁρμῆς κατασύρῃ καὶ ὑποζεύξῃ, ἑκάτερον δὲ πάθος λάβηται τῶν ἡνιῶν, ἀδικία κρατεῖ· ἀνάγκη γὰρ ἀπειρίᾳ καὶ κακίᾳ τοῦ ἡνιόχου τὰ ὑπεζευγμένα κατὰ κρημνῶν φέρεσθαι καὶ βαράθρων, ὥσπερ

ἐμπειρίᾳ καὶ ἀρετῇ διασῴζεσθαι. ἔτι καὶ οὕτως ἴδωμεν τὸ προκείμενον. Φεισὼν ἑρμηνεύεται στόματος ἀλλοίωσις, Εὐιλὰτ δὲ ὠδίνουσα· καὶ διὰ τούτων ἡ φρόνησις ἐμφαίνεται. οἱ μὲν γὰρ πολλοὶ φρόνιμον νομίζουσι τὸν εὑρετὴν λόγων σοφιστικῶν καὶ δεινὸν ἑρμηνεῦσαι τὸ νοηθέν, Μωυσῆς δὲ λογοφίλην μὲν αὐτὸν οἶδε, φρόνιμον δὲ οὐδαμῶς. ἐν ἀλλοιώσει γὰρ τοῦ στόματος, τουτέστι τοῦ ἑρμηνευτικοῦ λόγου, ἡ φρόνησις θεωρεῖται· ὅπερ ἦν μὴ ἐν λόγῳ τὸ φρονεῖν, ἀλλ’ ἐν ἔργῳ θεωρεῖσθαι [*](3 FL 4 ἔλαχε AP 5 φασιν AP, φησίν om. Arm οὗτος Εὐφράτης UFLArm 6 καρποφορία — Εὐφράτης om. FL ὁ Εὐφράτης MArm: οὗτος ὁ Εὐφράτης U, ὁ Εὐφράτης om. AP 7 δικαιοσύνης F 8 τὰ om. MAP 10 om. MAPU καθάπερ ἵπποι om. UFL 13 τὸ alterum om. UFL 14 λέγω om. U 16 ἡνίων M ἀδικεῖ FL κρατεῖ] ἄκρα UFL καὶ ἀπειρίᾳ v τοῦ addidi (sic Arm) 17 τὰ om. FL τοὺς ὑποζευγμένους (sic) U 19 Φυσῶν FL 22 δ’ MA 24 τὸ om, Arm) [*](6 Amhros. de Paradtso 3 18 quartus est fluvius Euphrates qui latine fecunditas atque abundantia fructuum nuncupatur . . . plerique Eurhratem ἀπὸ τοῦ εὐφραίνεσθαι dictum putant . . . ubi autem iustitia, ibi concordia virtutum est ceterarum. 16—18 18 fol. 145r Floril. Par. No. 7 Anton. Mel. II 6 CoL 1032 Mel. Aug. fol. 106r (Max. Ecl. cap. 17) Φίλωνος: ἀνάγκη ἀπειρίᾳ — διασῴζεσθαι. 19 Ambros. de Paradiso 3, 15 . . . et bene primo loco hic fluvius positus est Phison, qui secundum Hebraeos Phison dicitur, hoc est oris mutatio.)

v.1.p.81
καὶ σπουδαίαις πράξεσι.

κύκλον δὲ περιτίθησι καὶ ὡσανεὶ τεῖχος ἡ φρόνησις τῇ Εὐιλὰτ τῇ ὠδινούσῃ ἀφροσύνῃ πρὸς πολιορκίαν αὐτῆς καὶ καθαίρεσιν· ἀφροσύνῃ δὲ κύριον ὄνομά ἐστιν ὠδίνουσα, ὅτι ὁ ἄφρων νοῦς ἀνεφίκτων ἐρῶν ἑκάστοτε ἐν ὠδῖσίν ἐστιν, ὅτε χρημάτων ἐρᾷ, [ὠδίνει,] ὅτε δόξης, ὅτε ἡδονῆς, ὅτε ἄλλου τινός.

ἐν ὠδῖσι δὲ ὢν οὐδέποτε τίκτει· οὐ γὰρ πέφυκε γόνιμον οὐδὲν τελεσφορεῖν ἡ τοῦ φαύλου ψυχή· ἃ δ’ ἂν καὶ δοκῇ προφέρειν, ἀμβλωθρίδια εὑρίσκεται καὶ ἐκτρώματα, κατεσθίοντα τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς, ἴσα θανάτῳ ψυχικῷ. παρὸ καὶ δεῖται ὁ ἱερὸς λόγος Ἀαρὼν τοῦ θεοφιλοῦς Μωυσέως ἰάσασθαι τὴν τροπὴν τῆς Μαριάμ, ἵνα μὴ γένηται ἐν ὠδῖνι κακῶν ἡ ψυχή, διὸ καί φησι· „μὴ γένηται ὡς ἴσον θανάτῳ, ὡς ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός, καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς“ (Num. 12, 12).

"Ἐκεῖ" οὖν φησιν „οὗ ἐστι τὸ χρυσίον“ (Gen. 2, 11). οὐ λέγει ἐκεῖ εἶναι τὸ χρυσίον μόνον, ἀλλὰ "ἐκεῖ οὗ ἐστιν.“ ἡ γὰρ φρόνησις, ἣν εἴκασε χρυσίῳ, ἀδόλῳ καὶ καθαρᾷ καὶ πεπυρωμένῃ καὶ δεδοκιμασμένῃ καὶ τιμίᾳ φύσει, ἐκεῖ μέν ἐστιν ἐν τῇ τοῦ θεοῦ σοφίᾳ, ἐκεῖ δὲ οὖσα οὐκ ἔστι τῆς σοφίας κτῆμα, ἀλλὰ οὗ καὶ ἡ σοφία ἐστὶν αὐτή, τοῦ δημιουργοῦ καὶ κτωμένου θεοῦ.

„τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν“ (Gen. 2, 12). οὐκοῦν ἐστιν ἕτερον χρυσίον οὐχὶ καλόν; πάνυ γε· διττὸν γὰρ φρονήσεως γένος, τὸ μὲν καθόλου, τὸ δὲ ἐπὶ μέρους· ἡ μὲν οὖν ἐν ἐμοὶ φρόνησις ἐκ μέρους οὖσα οὐ καλή, φθαρέντος γάρ μου συμφθείρεται· ἡ δὲ καθόλου φρόνησις ἡ οἰκοῦσα τὴν τοῦ θεοῦ σοφίαν καὶ τὸν οἶκον αὐτοῦ καλή, ἄφθαρτος γὰρ ἐν ἀφθάρτῳ οἴκῳ διαμένει.

"καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος“ (ibid.), οἱ [*](1 σπουδαίως AF 2 τεῖχος] τέλος UFL ἡ φρόνησις om. UFL τὴν Εὐιλὰτ FL ἀφροσύνῃ] εὐφροσύνη UL πολυορκίαν Α 3 ἐστι ante κύριον ὄνομα Iransp. FL 4 νοῦς] ἄνθρωπος coni. Mang. τῶν ἀνεφίκτων Arm ἀνεφίκτων ἐρῶν] ἀνεπείκτων ἔργων UFL ὠδῖσιν] ὠδινήσει FL ὅτε] ὅταν UFL 5 ὠδίνει om. Arm, seclusi ὠδῖσι] ὠδινήσει FL 6 οὐ γὰρ] ὅθεν οὐ UL, ὅθε οὐ F 7 ὄι δ’ ἄν MAArm: ἄν δὲ UFL καὶ om. Mang. προφέρειν MArm: προσφέρειν ceteri 8 τῶ ἡμίσει UF 9 ψυχικῷ om. MA δεῖται] λέγεται Α ἱερεὺς Α 9. 10 Μωϋσέος F, Μώσεως MA 10 Μάριας MA ὠδῖσι UFArra 11 γένοιτο Α ἴσον] ἐννεὸν Α 12 ἐκ om. UFL κατεσθίῃ Mang. 14 οὗ om. A 15 ἐκεῖ post λέγει om. FL οὐ] οὖν Α 16 ἀδόλῳ χρυσίῳ Arm καὶ ante καθαρᾷ om. MA καθαρὰ M 18 ἀλλ’ M οὗ om. Α αὐτή MAArm: αὕτη UFL 19 κτωμένου MAArm: κεκτημένου UFL 20 οὐκ οὖν UFL 22 ἐκ MA: ἐπὶ UFL καλή] ἄφθαρτος Arm 23 φθείρεται UFL τοῦ om. UFL Philonis opera vol. I 6)

v.1.p.82
δύο ποιοί, ὅ τε φρόνιμος καὶ ὁ φρονῶν, ὁ μὲν συνιστάμενος κατὰ τὴν φρόνησιν, ὁ δὲ φρονῶν κατὰ τὸ φρονεῖν· τούτων γὰρ ἕνεκα τῶν ποιῶν ἔσπειρεν ὁ θεὸς ἐν τῷ γηγενεῖ φρόνησίν τε καὶ ἀρετήν· τί γὰρ ὄφελος ἦν αὐτῆς, εἰ μὴ οἱ δεξόμενοι λογισμοὶ ὑπῆρχον καὶ τοὺς τύπους αὐτῆς ἐναπομαξόμενοι; ὥστ’ εἰκότως ἐκεῖ ἐστιν, ὅπου ἡ φρόνησις, ὅ τε φρόνιμος καὶ ὁ φρονῶν, οἱ δύο λίθοι.

μήποτε δὲ ὁ Ἰούδας ἐστὶ καὶ ὁ Ἰσσάχαρ· ὁ γὰρ τῆς τοῦ θεοῦ φρονήσεως ἀσκητὴς ἐξομολογεῖται εὐχαριστικῶς τῷ τὸ ἀγαθὸν ἀφθόνως δωρησαμένῳ, ὁ δὲ καὶ τὰ καλὰ καὶ σπουδαῖα ἐργάζεται· τοῦ μὲν οὖν ἐξομολογουμένου ὁ Ἰούδας σύμβολον, ἐφ’ οὗ καὶ ἵσταται τίκτουσα ἡ Λεία (Gen. 29, 35), τοῦ δὲ ἐργαζομένου τὰ καλὰ ὁ Ἰσσάχαρ, „ὑπέθηκε γὰρ τὸν ὦμον εἰς τὸ πονεῖν καὶ ἐγένετο ἀνὴρ γεωργός“ (Gen. 49, 15), ἐφ’ οὗ φησι Μωυσῆς σπαρέντος καὶ φυτευθέντος ἐν ψυχῇ „ἔστι μισθός“ (Gen. 30, 18), ὅπερ ἦν οὐκ ἀτελὴς ὁ πόνος ἀλλὰ στεφανούμενος ὑπὸ θεοῦ καὶ μισθοδοτούμενος.

ὅτι δὲ τούτων ποιεῖται μνήμην, δι’ ἑτέρων δηλοῖ, ὅταν ἐπὶ τοῦ ποδήρους φῇ· „καὶ συνυφανεῖς ἐν αὐτῷ λίθον τετράστιχον· στίχος λίθων ἔσται, σάρδιον τοπάζιον σμάραγδος ὁ στίχος ὁ εἷς“ — Ῥουβὴν Συμεὼν Λευί—· „καὶ ὁ στίχος“ φησίν "ὁ δεύτερος ἄνθραξ καὶ σάπφειρος„ (Exod. 28,17. 18) · ὁ δὲ σάπφειρος πράσινος λίθος ἐστίν. ἐγγέγλυπται δὲ τῷ μὲν ἄνθρακι ὁ Ἰούδας, τέταρτος γάρ, τῷ δὲ σαπφείρῳ ὁ Ἰσσάχαρ.

διὰ τί οὖν οὐχ ὥσπερ λίθον πράσινον εἴρηκεν, οὕτως καὶ λίθον ἀνθράκινον; ὅτι ὁ μὲν Ἰούδας ὁ ἐξομολογητικὸς τρόπος ἄυλός ἐστι καὶ ἀσώματος· καὶ γὰρ αὐτὸ τοὔνομα τὸ τῆς ἐξομολογήσεως ἐμφαίνει τὴν ἐκτὸς ἑαυτοῦ ὁμολογίαν· ὅταν γὰρ ἐκβῇ ὁ νοῦς ἑαυτοῦ καὶ ἑαυτὸν ἀνενέγκῃ θεῷ, ὥσπερ ὁ γέλως Ἰσαάκ, τηνικαῦτα ὁμολογίαν τὴν πρὸς τὸν ὄντα ποιεῖται· ἕως δὲ ἑαυτὸν ὑποτίθεται ὡς αἴτιόν τινος, μακρὰν ἀφέστηκε τοῦ παραχωρεῖν θεῷ καὶ ὁμολογεῖν αὐτῷ· καὶ αὐτὸ γὰρ τοῦτο τὸ ἐξομολογεῖσθαι [*](3 coni. Mang. ἐν add. Arm: om. codd. 4 αὐτοῖς Α δεξάμενοι UFL καὶ] οἱ Arm 5 ἐστιν codd.: εἰσιν Mang. 6 ὁ ante Ἰούδας om. FL ἐστί post Ἰσσάχαρ transp. UFL, om. Mang. 7 ’Iσάχαρ Α, Ἰσαχάρ U 8 ὁ δὲ ora. MAArm 9 ἐργάζεται ὁ Ἰσσάχαρ Arm 11 ὁ om. MAUArm Ἰσάχαρ AU 12 Μώσης MAArm 14 ὁ om. UFL 16 συνυφαν(??)εἰς Α στίχος λίθων UFArm: λίθων στίχος MAL 17 καὶ σμάραγδος UFL ὁ ante στίχος om. Α ‘Pουβὴν M: Ῥουβεὶμ Α, ‘Pουβὶμ UFL 18 καὶ om. Arm φησίν om. Arm ὁ ἄνθραξ καὶ ὁ σάπφειρος A 19 ὁ δὲ σάπφειρος om. U δὲ alterum om. UFL 20 ὁ prius om. Arm ut vid. ὁ alterum om. MAArm Ἰσάχαρ AU. διὰ τί] διότι F 22 ὁ μὲν] μὲν ὁ U, μὲν οὑν ὁ F, μὲν L ὁ ἐξομολογητικὸς MArm: ὁ om. ceteri 23 τὸ om. UFL ἐντὸς MA 24 ἑαυτοῦ FL: ἑαυτὸν MAU, om. Arm 26 αὐτὸν UFL ὑποτιθῆται Mang. 27 καὶ αὐτὸ γὰρ codd.: καὶ γὰρ αὐτὸ v τὸ om. UL)

v.1.p.83
νοητέον ὅτι ἔργον ἐστὶν οὐχὶ τῆς ψυχῆς, ἀλλὰ τοῦ φαίνοντος αὐτῇ

θεοῦ τὸ εὐχάριστον. ἄυλος μὲν δὴ ὁ ἐξομολογούμενος Ἰούδας. τῷ δὲ ἐκ πόνου προεληλυθότι Ἰσσάχαρ δεῖ καὶ ὕλης σωματικῆς· ἐπεὶ πῶς ἀναγνώσεται χωρὶς ὀμμάτων ὁ ἀσκητής; πῶς δὲ ἀκούσεται τῶν προτρεπτικῶν λόγων χωρὶς ἀκοῆς; πῶς δὲ σιτίων καὶ ποτῶν ἐφίξεται δίχα γαστρὸς καὶ τῆς περὶ αὐτὴν τερατουργίας; διὰ τοῦτο λίθῳ ἀπεικάσθη.

καὶ τὰ χρώματα μέντοι διάφορα· τῷ μὲν γὰρ ἐξομολογητικῷ οἰκεία χροιὰ ἡ τοῦ ἄνθρακος, πεπύρωται γὰρ ἐν εὐχαριστίᾳ θεοῦ καὶ μεθύει τὴν νήφουσαν μέθην, τῷ δὲ ἔτι πονοῦντι ἡ τοῦ πρασίνου λίθου, ὠχροὶ γὰρ οἱ ἐν ἀσκήσει διά τε τὸν τρύχοντα πόνον καὶ διὰ δέος τοῦ μὴ τυχεῖν ἂν ἴσως τοῦ κατ’ εὐχὴν τέλους.

Ἄξιον δὲ διαπορῆσαι, διὰ τί οἱ μὲν δύο ποταμοὶ ὁ Φεισὼν καὶ ὁ Γηὼν κυκλοῦσι χώρας, ὁ μὲν τὴν Εὐιλάτ, ὁ δὲ τὴν Αἰθιοπίαν, τῶν δὲ λοιπῶν οὐδέτερος, ἀλλ’ ὁ μὲν Τίγρις κατέναντι Ἀσσυρίων λέγεται εἶναι, ὁ δὲ Εὐφράτης οὐδενός· καίτοι γε πρὸς τὸ ἀληθὲς ὁ Εὐφράτης καὶ περιρρεῖ τινας χώρας καὶ ἀντικρὺς ἔχει πολλάς. ἀλλ’ οὐκ ἔστι περὶ τοῦ ποταμοῦ ὁ λόγος, ἀλλὰ περὶ ἤθους ἐπανορθώσεως.

λεκτέον οὖν ὅτι ἡ μὲν φρόνησις καὶ ἡ ἀνδρεία δύνανται κύκλον καὶ τεῖχος βαλέσθαι κατὰ τῶν ἐναντίων κακιῶν, ἀφροσύνης τε καὶ δειλίας, καὶ ἑλεῖν αὐτάς· ἀσθενεῖς γὰρ καὶ εὐάλωτοι ἀμφότεραι, καὶ γὰρ ὁ ἄφρων εὔληπτος τῷ φρονίμῳ καὶ ὁ δειλὸς ὑποπέπτωκε τῷ ἀνδρείῳ· ἡ δὲ σωφροσύνη ἀδυνατεῖ κυκλώσασθαι τὴν ἐπιθυμίαν καὶ ἡδονήν· χαλεπαὶ γὰρ ἀντίπαλοι καὶ δυσκαθαίρετοι. οὐχ ὁρᾷς ὅτι καὶ οἱ ἐγκρατέστατοι ἀνάγκῃ τοῦ θνητοῦ παραγίνονται ἐπὶ σιτία καὶ ποτά, ἐξ ὧν αἱ γαστρὸς ἡδοναὶ συνεστᾶσιν; ἀγαπητὸν οὖν ἐστιν ἀντιβῆναι καὶ μαχέσασθαι τῷ γένει τῆς ἐπιθυμίας. διὸ καὶ κατέναντι Ἀσσυρίων ἐστὶν ὁ Τίγρις ποταμός, ἡ σωφροσύνη τῆς [*](1 φαίνοντος] ἐνυφαίνοντος vel συνυφαίνοντος coni. Mang. 2 ἀχάριστον FL ὁ om. Α 3 δ’ UFL προσεληλυθότι UFL Ἰσάχαρ AU 5 σιτίον καὶ ποτὸν Α ἐφέξεται Α 6 λίθῳ πρασίνῳ coni. Mang. ἀπεικάσθαι Α 8 χροὰ M, χρόα Α ἡ om. U θεῶ FL 9 δ’ FL 11 ἄν ἴσως FLArm: ἀνίσως M, ἄνισος U, ἀνίας Α 12 Φυσῶν FL 13 Γηὼν M: Γεῶν ceteri χώρας τινάς UFL, χώρας om. Arm τὴν post μὲν] τῆς Α, τὴν γῆν Arm 14 Τίγρης AFL ἀπέναντι M 15 εἶναι] ἰέναι Arm 16 καὶ prius om. Arm ἀντικρὺ Α, ἄντικρυς FL 17 τοῦ om. UFL περὶ ἐπανορθώσεως ἤθους transp. UFL 18 ἡ alterum om. UL δύναται FL τεῖχος καὶ κύκλον transp. UFLArm βάλλεσθαι UFL 20 ἀμφότεροι U 20. 21 τῶν φρονίμων Α 21 ὁ om. UFL 22 χαλεποὶ coni. Wendl. καὶ ἀντίπαλοι UL 24 συνεστᾶσιν (sic) M: συνίστανται Α, παρεστᾶσιν U, παράστασιν FL 26 καὶ om. UFL ἐστὶν Ἀσσυρίων trausp. U Τίγρης AFL 6*)

v.1.p.84
ἡδονῆς.

ἡ δέ γε δικαιοσύνη, καθ’ ἣν ὁ Εὐφράτης ποταμὸς συνίσταται, οὔτε πολιορκεῖ καὶ περιτειχίζει τινὰ οὔτε ἀντιστατεῖ· διὰ τί; ὅτι ἀπονεμητικὴ τῶν κατ’ ἀξίαν ἐστὶν ἡ δικαιοσύνη καὶ τέτακται οὔτε κατὰ τὸν κατήγορον οὔτε κατὰ τὸν ἀπολογούμενον, ἀλλὰ κατὰ τὸν δικαστήν. ὥσπερ οὖν ὁ δικαστὴς οὔτε νικῆσαί τινας προῄρηται οὔτε πολεμῆσαί τισι καὶ ἐναντιωθῆναι, γνώμην δὲ ἀποφηνάμενος βραβεύει τὸ δίκαιον, οὕτως ἡ δικαιοσύνη οὐδενὸς οὖσα ἀντίδικος ἀπονέμει τὸ κατ’ ἀξίαν ἑκάστῳ πράγματι.

„Καὶ ἔλαβε κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἐποίησε καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν“ (Gen. 2, 15). τοῦ πλασθέντος διαφέρει ὃν ἐποίησεν ὁ θεὸς ἄνθρωπον, ὡς εἶπον· ὁ μὲν γὰρ πλασθεὶς νοῦς ἐστι γεωδέστερος, ὁ δὲ ποιηθεὶς ἀυλότερος, φθαρτῆς ὕλης ἀμέτοχος, καθαρωτέρας καὶ εἱλικρινεστέρας τετυχηκὼς συστάσεως.