Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

χαρακτηρίζει μέντοι γε αὐτὰ ταῦτα δηλῶν ὅτι τὸ ἀγαθὸν καὶ ὀφθῆναι κάλλιστόν ἐστι καὶ ἀπολαυσθῆναι· ἔνιαι γὰρ τῶν τεχνῶν θεωρητικαὶ μέν εἰσιν, οὐ πρακτικαὶ δέ, γεωμετρία ἀστρονομία, ἔνιαι δὲ πρακτικαὶ μέν, οὐ θεωρητικαὶ δέ, τεκτονικὴ χαλκευτικὴ καὶ ὅσαι βάναυσοι λέγονται· ἡ δὲ ἀρετὴ καὶ θεωρητική ἐστι καὶ πρακτική· καὶ γὰρ θεωρίαν ἔχει, ὁπότε καὶ ἡ ἐπ’ αὐτὴν ὁδὸς φιλοσοφία διὰ τῶν τριῶν αὐτῆς μερῶν, τοῦ λογικοῦ, τοῦ ἠθικοῦ, τοῦ φυσικοῦ, καὶ πράξεις· ὅλου γὰρ τοῦ βίου ἐστὶ τέχνη ἡ ἀρετή, ἐν ᾧ καὶ αἱ σύμπασαι πράξεις.

ἀλλὰ καίτοι θεωρίαν ἔχουσα καὶ πρᾶξιν, πάλιν ἐν ἑκατέρῳ ὑπερβάλλει κατὰ τὸ κρεῖττον· καὶ γὰρ ἡ θεωρία τῆς ἀρετῆς παγκάλη καὶ ἡ πρᾶξις καὶ ἡ χρῆσις περιμάχητος. διὸ καί φησιν ὅτι καὶ „εἰς ὅρασίν ἐστιν ὡραῖον“, ὅπερ ἦν τοῦ θεωρητικοῦ σύμβολον, καὶ "καλὸν εἰς βρῶσιν“, ὅπερ ἐστὶ τοῦ χρηστικοῦ καὶ πρακτικοῦ σημεῖον.

τὸ δὲ ξύλον τῆς ζωῆς ἐστιν ἡ γενικωτάτη ἀρετή, ἥν τινες ἀγαθότητα καλοῦσιν, ἀφ’ ἧς αἱ κατὰ μέρος ἀρεταὶ συνίστανται. τούτου χάριν καὶ μέσον ἵδρυται τοῦ παραδείσου, τὴν συνεκτικωτάτην χώραν ἔχον, ἵνα ὑπὸ τῶν ἑκατέρωθεν βασιλέως τρόπον δορυφορῆται. οἱ δὲ λέγουσι τὴν καρδίαν ξύλον εἰρῆσθαι ζωῆς, ἐπειδὴ αἰτία τε τοῦ ζῆν [*](3 ἐξαπέστειλεν FL κύριος ὁ θεὸς Arm 4. 5 τοῦ παραδείσου UFL 5 γνωστοῦ AP 6 φυτεύει] φύει UL 7 κατ’ αὐτὰς] κατὰ ταύτας UFL 8 ταὐτά F 9 αὐτὰ om. Arm 9. 10 δηλῶν ὅτι] δηλονότι APU 11 θεωρηματικαὶ UF 12 θεωρηματικαὶ UFL χαλκευτικὴ om. U 13 καὶ post ἀρετὴ om. AP θεωρηματική UFL Ι4 καὶ post ὁπότε om. L 15 αὑτῆς Wendl. 16 καὶ πράξεις Arm (Turn.): καὶ αἱ πράξεις UFL, καὶ πρᾶξιν MAP 17 ἔχουσαν AP ἐν] ἐφ’ UFL 19 ἡ bis om. UFL χρῆσις codd.: τήρησις Maug. 20 καὶ om. UFL ὡραίου AP ἦν om. UFL 21 ἐστὶ om. U τοῦ om. Mang. 22 ἡ γενικωτάτη] ἡγεμονικωτάτη NArm 24 ἱδρύεται UFLN 25 ἔχων AP 26 εἶναι εἰρῆσθαι (sic) N τε om. FL) [*](18—19 DR fol. 148r (Anton. Mel. I 7 Col. 793) Φίλωνος: ἡ 22—26 N fol. 162v τὸ δὲ—ξύλον εἶναι)

v.1.p.76
ἐστι καὶ τὴν μέσην τοῦ σώματος χώραν ἔλαχεν, ὡς ἂν κατ’ αὐτοὺς ἡγεμονικὸν ὑπάρχουσα. ἀλλ’ οὗτοι μὲν ἰατρικὴν δόξαν ἐκτιθέμενοι μᾶλλον ἢ φυσικὴν μὴ λανθανέτωσαν, ἡμεῖς δέ, ὡς καὶ πρότερον ἐλέχθη, τὴν γενικωτάτην ἀρετὴν ξύλον εἰρῆσθαι ζωῆς λέγομεν.

τοῦτο μὲν οὖν ῥητῶς φησιν ὅτι ἐστὶν ἐν μέσῳ τῷ παραδείσῳ· τὸ δὲ ἕτερον ξύλον, τὸ τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ δεδήλωκεν οὔτε εἰ ἐντὸς οὔτε εἰ ἐκτός ἐστι τοῦ παραδείσου, ἀλλ’ εἰπὼν οὕτως „καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ“ εὐθὺς ἡσύχασεν οὐ δηλώσας ὅπου τετύχηκεν ὄν, ἵνα μὴ ὁ φυσιολογίας ἀμύητος τὸν ὄντα τῆς ἐπιστήμης θαυμάζῃ. τί οὖν χρὴ λέγειν; ὅτι τὸ ξύλον τοῦτο καὶ ἐν τῷ παραδείσῳ ἐστὶ καὶ ἐκτὸς αὐτοῦ, οὐσίᾳ μὲν ἐν αὐτῷ, δυνάμει δὲ ἐκτός.

πῶς; τὸ ἡγεμονικὸν ἡμῶν πανδεχές ἐστι καὶ ἔοικε κηρῷ πάντας τύπους καλούς τε καὶ αἰσχροὺς δεχομένῳ· παρὸ καὶ ὁ πτερνιστὴς Ἰακὼβ ὁμολογεῖ φάσκων "Ἐπ’ ἐμὲ ἐγένετο πάντα ταῦτα“ (Gen. 42,36)· ἐπὶ γὰρ μίαν οὖσαν τὴν ψυχὴν αἱ ἀμύθητοι τυπώσεις ἁπάντων τῶν ἐν τῷ παντὶ ἀναφέρονται· ὅταν μὲν οὖν δέξηται τὸν τῆς τελείας ἀρετῆς χαρακτῆρα, γέγονε τὸ τῆς ζωῆς ξύλον, ὅταν δὲ τὸν τῆς κακίας, γέγονε τὸ τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ· ἡ δὲ κακία πεφυγάδευται θείου χοροῦ· τὸ δεδεγμένον οὖν αὐτὴν ἡγεμονικὸν ἐν τῷ παραδείσῳ ἐστὶ κατὰ τὴν οὐσίαν, ἐν αὐτῷ γάρ ἐστι καὶ ὁ τῆς ἀρετῆς χαρακτὴρ οἰκεῖος ὢν τῷ παραδείσῳ, δυνάμει δὲ πάλιν οὐκ ἔστιν ἐν αὐτῷ, ὅτι ὁ τύπος ὁ κακίας ἀλλότριός ἐστι θείων ἀνατολῶν.

ὃ δὲ λέγω, καὶ οὕτως ἄν τις καταμάθοι. νῦν ἐν τῷ σώματί μου τὸ ἡγεμονικόν ἐστι κατὰ τὴν οὐσίαν, δυνάμει δὲ ἐν Ἰταλίᾳ ἢ Σικελίᾳ, ὁπότε περὶ τῶν χωρῶν τούτων ἐπιλογίζεται, καὶ ἐν οὐρανῷ, ὁπότε περὶ οὐρανοῦ σκοπεῖ· παρὸ καὶ πολλάκις ἐν βεβήλοις ὄντες χωρίοις τινὲς κατὰ τὴν οὐσίαν ἐν ἱερωτάτοις ὑπάρχουσι φαντασιούμενοι τὰ ἀρετῆς, [*](2 ἐκτιθέμενοι δόξαν transp. AP ἐκτεθειμένοι UFL 4 τὴν ἡγεμονικωτάτην Arm 6 τὸ om. FL τὸ τοῦ γινώσκειν] τὸ γνωστὸν Arm 6. 7 οὐτ’—οὔτ’ UFL 7 ἀλλὰ MP 8 τοῦ] τὸ F γνωστοῦ AP 9 ὄν om. AP ὄντα corruptiun; γνόντα coni. Mang., μετέχοντα Creuzer; fortasse λαχόντα 10 ἐπιστήμης] φυσιολογίας Arm τὸ ξύλον om. FL τοῦτο τὸ ξύλον Mang. 12 ἐκτός. πῶς] ἐκτός πὼς· ὡσαύτως Arm 12. 13 πάντας τοὺς τύπους UFL 13 παρὸν F 14 ἐγένοντο UFL πάντα ταῦτα M: ταῦτα πάντα ceteri 15 ἐπὶ] ἐπεὶ APF αἱ om. UFL 16 τῷ om. FL ἀναγράφονται Arm 17 γέγονε] ἐγένετο FL 18 γέγονε] ἐγένετο UFL τὸ M: τῶ AP, om. UFL 19 χοροῦ] χώρου MAP τὸ δὲ AP 21 ὢν] ἐν U 22 ὁ post τύπος om. AP ἐντολῶν FL 23 οὕτω Γ’ 24 ἐν Σικελία F 25 χώρων MAP 26 σκοπεῖ MAP: σκοπεῖ τι Arm, σκοπεῖται UFL)

v.1.p.77
καὶ ἔμπαλιν ἐν τοῖς ἀδύτοις ὑπάρχοντες ἄλλοι τὴν διάνοιάν εἰσι βέβηλοι, τῷ τροπὰς πρὸς τὸ χεῖρον καὶ τύπους αὐτὴν λαμβάνειν φαύλους· ὥστε οὔτε ἐν τῷ παραδείσῳ ἡ κακία ἐστὶν οὔτε οὐχί ἐστι· δύναται μὲν γὰρ εἶναι κατ’ οὐσίαν, δυνάμει δὲ οὐ δύναται.

„Ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς. ὄνομα τῷ ἑνὶ Φεισών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐιλάτ, ἐκεῖ οὗ ἐστι τὸ χρυσίον· τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος. καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γηών· οὗτος κυκλοῖ πᾶσαν τὴν γῆν Αἰθιοπίας. καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις· οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων. ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτης“ (Gen. 2,10 —14). διὰ τούτων βούλεται τὰς κατὰ μέρος ἀρετὰς ὑπογράφειν· εἰσὶ δὲ τὸν ἀριθμὸν τέτταρες, φρόνησις σωφροσύνη ἀνδρεία δικαιοσύνη. ὁ μὲν δὴ μέγιστος ποταμός, οὗ αἱ τέτταρες ἀπόρροιαι γεγόνασιν, ἡ γενική ἐστιν ἀρετή, ἣν ἀγαθότητα ὠνομάσαμεν, αἱ δὲ τέτταρες ἀπόρροιαι αἱ ἰσάριθμοι ἀρεταί.

λαμβάνει μὲν οὖν τὰς ἀρχὰς ἡ γενικὴ ἀρετὴ ἀπὸ τῆς Ἐδέμ, τῆς τοῦ θεοῦ σοφίας, ἣ χαίρει καὶ γάνυται καὶ τρυφᾷ ἐπὶ μόνῳ τῷ πατρὶ αὐτῆς ἀγαλλομένη καὶ σεμνυνομένη θεῷ, αἱ δὲ ἐν εἴδει τέτταρες ἀπὸ τῆς γενικῆς, ἥτις ποταμοῦ δίκην ἄρδει τὰ κατορθώματα ἑκάσταις πολλῷ ῥεύματι καλῶν πράξεων.

ἴδωμεν δὲ καὶ τὰς λέξεις. „ποταμὸς δὲ„ φησίν „ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν [*](1 ἄλλοι om. UFL 2 τὰ χείρω UFL 3 οὕτ’ U κακία] καρδία Arm οὐτ’ U 4 κατὰ UFL δ’ U 5 τοῦ ποτίζειν UFL 6 τέτταρας UFL 6. 7 Φυσῶν L, Φυσῶν F 7 τὴν om. M οὑ MArm: οὖν AP, om. UFL 8 καὶ ante ἐκεῖ om. UFL 9 Γεῶν τῶ δευτέρω U Γηών M: Γεῶν 10 ὁ κυκλῶν Arm πᾶσαν om. UFL ὁ τρίτος om. F Τίγρης AP, ὁ Τίγρης FL 11 ὁ δὲ] καὶ ὁ UFL 11. 12 οὗτος Εὐφράτης UF, οὗτος ὁ Εὐφράτης L 13 τέσσαρες FL ἀνδρία APFL 14 τέσσαρες P 15 ἣν ἀγαθότητα ὠνομάσαμεν MAP; ἣν ἀγαθότητα ὀνομάζουσι Arm, ἥν τινες ἀγαθότητα ὠνόμασαν UFL 15. 16 τέσσαρες PU 16 αἱ ora. UFL 17 ἣ UL: ἧ ceteri 17. 18 γάννυται APUFL 19 ἐν εἴδει] ἔνιαι UF, ἔννοιαι L τέσσαρες P 20 ἑκάσταις codd.: ἑκάστῃ Arm, ἑκάστης Mang. 21 δὲ om. UFLArm τοῦ ποτίζειν UFL) [*](12 spp. Ambros. de Paradiso 3, 14 sed quemadmodum fons dicitur sapientia Dei . . . ita fons virtutum est ceterarum, quae nos ad aeternae cursum dirigunt vitae . . . quae sunt quattuor initia virtutum nisi unum prudentiae, aliud temperantiae, tertium fortitudinis, quartum iustitiae? . . . itaque sicut fons sapientiae (leg. sapientia), ita etiam flumina ista quattuor quaedam ex illo fonte manantia sunt fluenta virtutum.)

v.1.p.78
παράδεισον.“ ποταμὸς ἡ γενική ἐστιν ἀρετή, ἡ ἀγαθότης· αὕτη ἐκπορεύεται ἐκ τῆς Ἐδέμ, τῆς τοῦ θεοῦ σοφίας· ἡ δέ ἐστιν ὁ θεοῦ λόγος· κατὰ γὰρ τοῦτον πεποίηται ἡ γενικὴ ἀρετή. τὸν παράδεισον δὲ ποτίζει ἡ γενικὴ ἀρετή, τουτέστι τὰς κατὰ μέρος ἀρετὰς ἄρδει. „ἀρχὰς“ δὲ οὐ τὰς τοπικὰς λαμβάνει, ἀλλὰ τὰς ἡγεμονικάς· ἑκάστη γὰρ τῶν ἀρετῶν ἡγεμονὶς καὶ βασιλὶς ὡς ἀληθῶς ἐστι. τὸ δὲ „ἀφορίζεται“ ἴσον ἐστὶ τῷ ὅροις πεπεράτωται· ἡ μὲν φρόνησις περὶ τὰ ποιητέα ὅρους αὐτοῖς τιθεῖσα, ἡ δὲ ἀνδρεία τοῖς ὑπομενετέοις, ἡ δὲ σωφροσύνη τοῖς αἱρετέοις,

ἡ δὲ δικαιοσύνη τοῖς ἀπονεμητέοις. „ὄνομα τῷ ἑνὶ Φεισών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐιλάτ, ἐκεῖ οὗ ἐστι τὸ χρυσίον, τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος.“ τῶν τεττάρων ἀρετῶν ἓν εἶδός ἐστιν ἡ φρόνησις, ἣν Φεισὼν ὠνόμασε παρὰ τὸ φείδεσθαι καὶ φυλάττειν τὴν ψυχὴν ἀπὸ ἀδικημάτων. χορεύει δὲ καὶ κύκλῳ περίεισι τὴν γῆν Εὐιλάτ, τοῦτο δέ ἐστι, τὴν εὐμενῆ καὶ πραεῖαν καὶ ἵλεων κατάστασιν περιέπει· καθάπερ δὲ τῆς χυτῆς οὐσίας ἡ κρατίστη καὶ δοκιμωτάτη χρυσός ἐστιν, οὕτως καὶ ψυχῆς ἡ δοκιμωτάτη ἀρετὴ φρόνησις γέγονε.

τὸ δὲ „ἐκεῖ οὗ ἐστι τὸ χρυσίον“ οὐκ ἔστι τοπικὸν τοιοῦτον, ἐκεῖ ὅπου ἐστὶ τὸ χρυσίον, ἀλλ’ ἐκεῖ οὗ κτῆμά ἐστιν ἡ χρυσαυγὴς καὶ πεπυρωμένη καὶ τιμία φρόνησις· κτῆμα δὲ θεοῦ κάλλιστον ἥδε ἀνωμολόγηται. κατὰ δὲ τὸν τόπον τῆς φρονήσεως δύο εἰσὶ ποιοί, ὅ τε φρόνιμος καὶ ὁ φρονῶν, οὓς ἄνθρακι καὶ λίθῳ πρασίνῳ παραβέβληκεν.

„καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γηών· οὗτος κυκλοῖ πᾶσαν τὴν γῆν Αἰθιοπίας." συμβολικῶς ἐστιν ὁ ποταμὸς οὗτος ἡ ἀνδρεία· ἑρμηνευθὲν γὰρ τὸ Γηὼν [*](1 ἀρετή om. F, ἀρετή, ἡ om. L 2 τῆς Ἐδέμ om. L ὁ θεοῦ] ὁ θεὸς 3 πεποίηται] πεποίωται Arm (coni. Mang.) τὸν —ἀρετή om. P τὸν δὲ παράδεισον transp. UFL 4 ἡ ἀρετή F οὐ om. L 5 λάμβανε coni. Wendl. 6 δ’ AP 7 τῷ] τὸ AP αὐτῆς APU 8 ἀνδρία APL ὐπομενητέοις U ἡ δὲ σωφροσύνη—ἀπονεμητέοις om. P 9 Φυσῶν FL 10 τὴν om. M οὐ] οὖν AP, om. FL 11 καὶ ἐκεῖ] ἐκεῖ UFL, οὗ Mang. 13 Φυσῶν FL ὠνόμασεν U, ὠνόμακε M 14 καὶ om. Turn., post κύκλῳ transp. Mang. περίεισι] περιίησι F, περίησι L τὴν γῆν om. Arm 15 τοῦτο δ’ ἔστι U, τουτέστι FL ἵλεω AP 16 δὲ om. P 18 οὗ] οὖν AP οὐκ—χρυσίον om. L τοιοῦτο U, οἷον Arm 19 ἀλλὰ MAP ἡ om. MAP 20 ἥδε] ἤδη UFL ἄν ὡμολόγηται P 21 ποιοί] πότοι P, ποιότητες UF, τῆς ποιότητος L 22 λίθῳ om. UFL post παραβέβληκεν add. MAP: οὗτος κυκλοῖ πᾶσαν τὴν γῆν Εὐιλάτ 22. 23 καὶ ὄνομα τῷ ποταμῷ om. MAP 23 τῷ δευτέρῳ] ὁ δεύτερος MAP Γηών M: εἰ Γεῶν ceteri 24 συμβολικὸς F, συμβολικῆς Mang. ἀνδρία AP Γηὼν M: Γεῶν ceteri)

v.1.p.79
ὄνομά ἐστι στῆθος ἢ κερατίζων· ἑκάτερον δὲ ἀνδρείας μηνυτικόν· περί τε γὰρ τὰ στήθη, ὅπου καὶ ἡ καρδία, διατρίβει καὶ πρὸς ἄμυναν εὐτρέπισται· ἐπιστήμη γάρ ἐστιν ὑπομενετέων καὶ οὐχ ὑπομενετέων καὶ οὐδετέρων. περικυκλοῖ δὲ καὶ περικάθηται προσπολεμοῦσα τὴν Αἰθιοπίαν, ἧς ἐστιν ἑρμηνευθὲν τοὔνομα ταπείνωσις· ταπεινὸν δὲ ἡ δειλία, ἡ δὲ ἀνδρεία ταπεινώσει καὶ δειλίᾳ πολέμιον.

„καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις, οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων.“ τρίτη ἐστὶν ἀρετὴ σωφροσύνη, ἀντιστατοῦσα τῇ κατευθύνειν δοκούσῃ τὴν ἀνθρωπίνην ἀσθένειαν ἡδονῇ· Ἀσσύριοι γὰρ εὐθύνοντες Ἑλλάδι γλώττῃ καλοῦνται. τίγριδι δὲ τῷ ἀτιθασωτάτῳ ζῴῳ τὴν ἐπιθυμίαν εἴκασε, περὶ ἣν ἡ σωφροσύνη πραγματεύεται.

ἄξιον μέντοι ἀπορῆσαι, διὰ τί δευτέρα μὲν ἀνδρεία, τρίτη δὲ σωφροσύνη, πρώτη δὲ φρόνησις εἴρηται, καὶ οὐχ ἑτέραν τῶν ἀρετῶν τάξιν δεδήλωκε. νοητέον οὖν ὅτι ἐστὶν ἡμῶν τριμερὴς ἡ ψυχὴ καὶ ἔχει μέρος τὸ μὲν λογικόν, τὸ δὲ θυμικόν, τὸ δὲ ἐπιθυμητικόν. καὶ συμβέβηκε τοῦ μὲν λογικοῦ χωρίον εἶναι καὶ ἐνδιαίτημα τὴν κεφαλήν, τοῦ δὲ θυμικοῦ τὰ στέρνα, τοῦ δὲ ἐπιθυμητικοῦ τὸ ἦτρον, ἀρετὴν δὲ ἑκάστῳ τῶν μερῶν οἰκείαν προσηρμόσθαι, τῷ μὲν λογικῷ φρόνησιν, λογισμοῦ γάρ ἐστιν ἐπιστήμην ἔχειν ὧν τε δεῖ ποιεῖν καὶ ὧν μή, τῷ δὲ θυμικῷ ἀνδρείαν, τῷ δὲ ἐπιθυμητικῷ σωφροσύνην, σωφροσύνῃ γὰρ τὰς ἐπιθυμίας ἀκούμεθα καὶ ἰώμεθα.

ὥσπερ οὖν κεφαλὴ μὲν πρῶτον τοῦ ζῴου καὶ ἀνωτάτω μέρος ἐστί, δεύτερον δὲ στέρνα, τρίτον δὲ ἦτρον, καὶ πάλιν ψυχῆς πρῶτον μὲν τὸ λογικόν, δεύτερον δὲ τὸ θυμικόν, τρίτον δὲ τὸ ἐπιθυμητικόν, οὕτως καὶ τῶν ἀρετῶν πρώτη μὲν ἡ περὶ τὸ πρῶτον μέρος τῆς ψυχῆς, ὃ δὴ λογικόν ἐστι, καὶ [*](1 ἀνδρίας APL τε] που FL, τέ που Mang. 2. 3 ηὐτρέπισται UFL 3 ὑπομενετέον bis AP 3. 4 οὐδέτερον AP 6. 7 Τίγρης APFL 7 πορευόμενος] ποταμὸς FL, πορευόμενος post Ἀσσυρίων transp. Mang. 8 ἀντιστατοῦσαν AP 9 γλώσση MAP 10 ἀτιθασσοτάτω UFL ἡ om. UFL 11 μέντοι MAP: μὲν οὖν U, μὲν FL, γε μὴν Turn. 12 ἀνδρία PL 13 ἑτέρων FL τάξιν] πρᾶξιν FL 13. 14 τριμερὴς post ψυχὴ transp. FL 16 τὴν κεφαλήν Arm: τὴν om. codd. 17 ἦτρον U: ἶτρον FL, ἧπαρ MAP ἀρετὴ F τῶ μὲν γὰρ F 19 ἀνδρίαν L 20 ἀσκούμεθα MAP 21 ἀνωτάτω M: ἀνώτατον AP, ἀνωτάτου UFL μέρους UFL 22 ἦτρον] ἶτρον FL, ἧπαρ Mang. 23 δὲ post τρίτον om. MAP 24 μέρος om. UFL) [*](4 Ambros. de Paradiso 3, 16 . . . bene ergo Geon . . . circumire terram Aethiopicam dicitur; . . . Aethiopia enim abiecta et vilis Latina interpretatione signatur. 8 ibid. 3, 17 tertius est fluvius Tigris . . . quem incolunt Assyrii, hoc est dirigentes, hoc enim significat interpretatio.)

v.1.p.80
τοῦ σώματος διατρίβουσα κεφαλὴν φρόνησις, δευτέρα δὲ ἀνδρεία, ὅτι περὶ τὸ δεύτερον μέρος ψυχῆς μὲν θυμόν, σώματος δὲ τὰ στέρνα φωλεύει, τρίτη δὲ σωφροσύνη, ὅτι περὶ τὸ ἦτρον, ὃ δὴ τρίτον ἐστὶ τοῦ σώματος, καὶ περὶ τὸ ἐπιθυμητικόν, ὃ τρίτην εἴληχε χώραν ἐν ψυχῇ, πραγματεύεται.

"ὁ δὲ ποταμὸς“ φησίν "ὁ τέταρτος Εὐφράτης.“ καρποφορία καλεῖται ὁ Εὐφράτης, ἔστι δὲ συμβολικῶς ἀρετὴ τετάρτη, δικαιοσύνη, καρποφόρος τῷ ὄντι καὶ εὐφραίνουσα τὴν διάνοιαν. πότε οὖν γίνεται; ὅταν τὰ τρία μέρη τῆς ψυχῆς συμφωνίαν ἔχῃ· συμφωνία δὲ αὐτοῖς ἐστιν ἡ τοῦ κρείττονος ἡγεμονία, οἷον ὅταν τὰ δύο, τό τε θυμικὸν καὶ τὸ ἐπιθυμητικόν, ἡνιοχῶνται καθάπερ ἵπποι ὑπὸ τοῦ λογικοῦ, τότε γίνεται δικαιοσύνη· δίκαιον γὰρ τὸ μὲν κρεῖττον ἄρχειν ἀεὶ καὶ πανταχοῦ, τὸ δὲ χεῖρον ἄρχεσθαι· κρεῖττον μὲν δὴ τὸ λογικόν, χεῖρον δὲ τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμικόν.

ὅταν δὲ ἔμπαλιν ἀφηνιάσῃ καὶ ἀναχαιτίσῃ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία καὶ τὸν ἡνίοχον, λέγω δὲ τὸν λογισμόν, τῇ βίᾳ τῆς ὁρμῆς κατασύρῃ καὶ ὑποζεύξῃ, ἑκάτερον δὲ πάθος λάβηται τῶν ἡνιῶν, ἀδικία κρατεῖ· ἀνάγκη γὰρ ἀπειρίᾳ καὶ κακίᾳ τοῦ ἡνιόχου τὰ ὑπεζευγμένα κατὰ κρημνῶν φέρεσθαι καὶ βαράθρων, ὥσπερ

ἐμπειρίᾳ καὶ ἀρετῇ διασῴζεσθαι. ἔτι καὶ οὕτως ἴδωμεν τὸ προκείμενον. Φεισὼν ἑρμηνεύεται στόματος ἀλλοίωσις, Εὐιλὰτ δὲ ὠδίνουσα· καὶ διὰ τούτων ἡ φρόνησις ἐμφαίνεται. οἱ μὲν γὰρ πολλοὶ φρόνιμον νομίζουσι τὸν εὑρετὴν λόγων σοφιστικῶν καὶ δεινὸν ἑρμηνεῦσαι τὸ νοηθέν, Μωυσῆς δὲ λογοφίλην μὲν αὐτὸν οἶδε, φρόνιμον δὲ οὐδαμῶς. ἐν ἀλλοιώσει γὰρ τοῦ στόματος, τουτέστι τοῦ ἑρμηνευτικοῦ λόγου, ἡ φρόνησις θεωρεῖται· ὅπερ ἦν μὴ ἐν λόγῳ τὸ φρονεῖν, ἀλλ’ ἐν ἔργῳ θεωρεῖσθαι [*](3 FL 4 ἔλαχε AP 5 φασιν AP, φησίν om. Arm οὗτος Εὐφράτης UFLArm 6 καρποφορία — Εὐφράτης om. FL ὁ Εὐφράτης MArm: οὗτος ὁ Εὐφράτης U, ὁ Εὐφράτης om. AP 7 δικαιοσύνης F 8 τὰ om. MAP 10 om. MAPU καθάπερ ἵπποι om. UFL 13 τὸ alterum om. UFL 14 λέγω om. U 16 ἡνίων M ἀδικεῖ FL κρατεῖ] ἄκρα UFL καὶ ἀπειρίᾳ v τοῦ addidi (sic Arm) 17 τὰ om. FL τοὺς ὑποζευγμένους (sic) U 19 Φυσῶν FL 22 δ’ MA 24 τὸ om, Arm) [*](6 Amhros. de Paradtso 3 18 quartus est fluvius Euphrates qui latine fecunditas atque abundantia fructuum nuncupatur . . . plerique Eurhratem ἀπὸ τοῦ εὐφραίνεσθαι dictum putant . . . ubi autem iustitia, ibi concordia virtutum est ceterarum. 16—18 18 fol. 145r Floril. Par. No. 7 Anton. Mel. II 6 CoL 1032 Mel. Aug. fol. 106r (Max. Ecl. cap. 17) Φίλωνος: ἀνάγκη ἀπειρίᾳ — διασῴζεσθαι. 19 Ambros. de Paradiso 3, 15 . . . et bene primo loco hic fluvius positus est Phison, qui secundum Hebraeos Phison dicitur, hoc est oris mutatio.)

v.1.p.81
καὶ σπουδαίαις πράξεσι.

κύκλον δὲ περιτίθησι καὶ ὡσανεὶ τεῖχος ἡ φρόνησις τῇ Εὐιλὰτ τῇ ὠδινούσῃ ἀφροσύνῃ πρὸς πολιορκίαν αὐτῆς καὶ καθαίρεσιν· ἀφροσύνῃ δὲ κύριον ὄνομά ἐστιν ὠδίνουσα, ὅτι ὁ ἄφρων νοῦς ἀνεφίκτων ἐρῶν ἑκάστοτε ἐν ὠδῖσίν ἐστιν, ὅτε χρημάτων ἐρᾷ, [ὠδίνει,] ὅτε δόξης, ὅτε ἡδονῆς, ὅτε ἄλλου τινός.

ἐν ὠδῖσι δὲ ὢν οὐδέποτε τίκτει· οὐ γὰρ πέφυκε γόνιμον οὐδὲν τελεσφορεῖν ἡ τοῦ φαύλου ψυχή· ἃ δ’ ἂν καὶ δοκῇ προφέρειν, ἀμβλωθρίδια εὑρίσκεται καὶ ἐκτρώματα, κατεσθίοντα τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς, ἴσα θανάτῳ ψυχικῷ. παρὸ καὶ δεῖται ὁ ἱερὸς λόγος Ἀαρὼν τοῦ θεοφιλοῦς Μωυσέως ἰάσασθαι τὴν τροπὴν τῆς Μαριάμ, ἵνα μὴ γένηται ἐν ὠδῖνι κακῶν ἡ ψυχή, διὸ καί φησι· „μὴ γένηται ὡς ἴσον θανάτῳ, ὡς ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός, καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς“ (Num. 12, 12).