Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

τρία γὰρ εἶναι δεῖ, τὸ ἐμπνέον, τὸ δεχόμενον, τὸ ἐμπνεόμενον· τὸ μὲν οὖν ἐμπνέον ἐστὶν ὁ θεός, τὸ δὲ δεχόμενον ὁ νοῦς, τὸ δὲ ἐμπνεόμενον τὸ πνεῦμα. τί οὖν ἐκ τούτων συνάγεται; ἕνωσις γίνεται τῶν τριῶν, τείναντος τοῦ θεοῦ τὴν ἀφ’ ἑαυτοῦ δύναμιν διὰ τοῦ μέσου πνεύματος ἄχρι τοῦ ὑποκειμένου — τίνος ἕνεκα ἢ ὅπως ἔννοιαν αὐτοῦ λάβωμεν;

ἐπεὶ πῶς ἂν ἐνόησεν ἡ ψυχὴ θεόν, εἰ μὴ ἐνέπνευσε καὶ ἥψατο αὐτῆς κατὰ δύναμιν; οὐ γὰρ ἂν ἀπετόλμησε τοσοῦτον ἀναδραμεῖν ὁ ἀνθρώπινος νοῦς, ὡς ἀντιλαβέσθαι θεοῦ φύσεως, εἰ μὴ αὐτὸς ὁ θεὸς ἀνέσπασεν αὐτὸν πρὸς ἑαυτόν, ὡς ἐνῆν ἀνθρώπινον νοῦν ἀνασπασθῇναι, καὶ ἐτύπωσε κατὰ τὰς ἐφικτὰς νοηθῆναι δυνάμεις.

εἰς δὲ τὸ πρόσωπον ἐμπνεῖ καὶ φυσικῶς καὶ ἠθικῶς· φυσικῶς μέν, ὅτι ἐν προσώπῳ τὰς αἰσθήσεις ἐδημιούργει· τοῦτο γὰρ μάλιστα τοῦ σώματος τὸ μέρος ἐψύχωται [καὶ ἐμπέπνευσται]· ἠθικῶς δὲ οὕτως· ὥσπερ σώματος ἡγεμονικόν ἐστι τὸ πρόσωπον, οὕτως ψυχῆς ἡγεμονικόν ἐστιν ὁ νοῦς· τούτῳ μόνῳ ἐμπνεῖ ὁ θεός, τοῖς δ’ ἄλλοις μέρεσιν οὐκ ἀξιοῖ, ταῖς τε αἰσθήσεσι καὶ τῷ λόγῳ καὶ τῷ γονίμῳ· δεύτερα γάρ ἐστι τῇ δυνάμει.

ὑπὸ τίνος οὖν καὶ ταῦτα [*](1 ἀδύνατος ἡ χρῆσις transp. UFL εἰς χρῆσιν Arm ᾖ scripsi (sic Arm ut vid.): ἦν MAP, ἡ UFL αὐτοῦ] ἡ ὑπερβολὴ αὐτοῦ Arm 2 θέσει MAPArm: θεῖα UFL μὴ om. L 3 ἀλλὰ MP 3. 4 ἥμαρτεν UFL 4 ὡς] ἀνόμως UFL 5 περὶ Mang. (sic Arm): παρ’ codd. 6 μηδ’ UFL φήσει] φησὶ FArm, φύσει AP 6. 7 καὶ τὰ κατὰ UFL 7 λόγον ἔχειν transp. UFL 8 τῷ om. AP 10. 11 οὐ μόνον οὐκ UFLArm: οὐ μόνον, ἀλλ’ οὐδ’ MAP 11 δέ τι] δ’ ἔτι Α 12 ἐπιπνεόμενον UF 13 ἐπιπνεόμενον UFL 15 τείνοντος Mang. ἀφ’ om. Arm 16 τοῦ] του Arm ὑποκειμένου νοῦ coni. Mang. καταλάβωμεν UFL 18 UFL 22 καὶ ante φυσικῶς om. UFL 23 γὰρ Αrm: δὲ codd. ἐμψύχωται F 23. 24 καὶ ἐμπέπνευσται om. Arm, seclusi 24 δ’ U 26 τ’ U λόγῳ] ἀλόγω U)

v.1.p.71
ἐνεπνεύσθη; ὑπὸ τοῦ νοῦ δηλονότι· οὗ γὰρ μετέσχεν ὁ νοῦς παρὰ θεοῦ, τούτου μεταδίδωσι τῷ ἀλόγῳ μέρει τῆς ψυχῆς, ὥστε τὸν μὲν νοῦν ἐψυχῶσθαι ὑπὸ θεοῦ, τὸ δὲ ἄλογον ὑπὸ τοῦ νοῦ· ὡσανεὶ γὰρ θεός ἐστι τοῦ ἀλόγου ὁ νοῦς, παρὸ καὶ Μωυσῆν οὐκ ὤκνησεν εἰπεῖν „θεὸν τοῦ Φαραώ“ (Exod. 7, 1).

τῶν γὰρ γινομένων τὰ μὲν καὶ ὑπὸ θεοῦ γίνεται καὶ δι’ αὐτοῦ, τὰ δὲ ὑπὸ θεοῦ μέν, οὐ δι’ αὐτοῦ δέ· τὰ μὲν οὖν ἄριστα καὶ ὑπὸ θεοῦ γέγονε καὶ δι’ αὐτοῦ· προελθὼν γοῦν ἐρεῖ ὅτι „ἐφύτευσεν ὁ θεὸς παράδεισον“ (Gen. 2, 8)· τούτων καὶ ὁ νοῦς ἐστι· τὸ δὲ ἄλογον ὑπὸ θεοῦ μὲν γέγονεν, οὐ διὰ θεοῦ δέ, ἀλλὰ διὰ τοῦ λογικοῦ τοῦ ἄρχοντός τε καὶ βασιλεύοντος ἐν ψυχῇ. "πνοὴν" δέ, ἀλλ’ οὐ πνεῦμα, εἴρηκεν, ὡς διαφορᾶς οὔσης· τὸ μὲν γὰρ πνεῦμα νενόηται κατὰ τὴν ἰσχὺν καὶ εὐτονίαν καὶ δύναμιν, ἡ δὲ πνοὴ ὡς ἂν αὖρά τίς ἐστι καὶ ἀναθυμίασις ἠρεμαία καὶ πραεῖα.

ὁ μὲν οὖν κατὰ τὴν εἰκόνα γεγονὼς καὶ τὴν ἰδέαν νοῦς πνεύματος ἂν λέγοιτο κεκοινωνηκέναι — ῥώμην γὰρ ἔχει ὁ λογισμὸς αὐτοῦ —, ὁ δὲ ἐκ τῆς ὕλης τῆς κούφης καὶ ἐλαφροτέρας αὔρας ὡς ἂν ἀποφορᾶς τινος, ὁποῖαι γίνονται ἀπὸ τῶν ἀρωμάτων· φυλαττομένων γὰρ οὐδὲν ἧττον καὶ μὴ ἐκθυμιωμένων εὐωδία τις γίνεται.

„Καὶ ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς· καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασε“ (Gen. 2, 8.). τὴν μετάρσιον καὶ οὐράνιον σοφίαν πολλοῖς ὀνόμασι πολυώνυμον οὖσαν δεδήλωκε· καὶ γὰρ ἀρχὴν καὶ εἰκόνα καὶ ὅρασιν θεοῦ κέκληκε. ταύτης δ’ ὡς ἂν ἀρχετύπου μίμημα τὴν ἐπίγειον σοφίαν νυνὶ παρίστησι διὰ τῆς τοῦ παραδείσου φυτουργίας· μὴ γὰρ τοσαύτη κατάσχοι τὸν ἀνθρώπινον λογισμὸν ἀσέβεια, ὡς ὑπολαβεῖν ὅτι θεὸς γεωπονεῖ καὶ φυτεύει [*](1 ἐμπνευσθῆ UFL τοῦ θεοῦ UFL 3 ὑπὸ θεοῦ ἐψυχῶσθαι transp. MAP Arm ἐμψυχῶσθαι F 4 Μωσῆν MAP 5 γιγνομένων U καὶ ὑπὸ θεοῦ UFL: καὶ om. ceteri 6 γίγνεται UFL τὰ δὲ — δι’ αὐτοῦ (7) om. FL ἔ οὖν om. Mang. γοῦν] γὰρ FL 8 τούτων οὖν (vel δὴ) Arm 13 πραής AP 14 λέγοι F κεκοινωκέναι Mang. 16 élafrotqathw UF ἀπὸ φορᾶς M γίγνονται UF 18 γίγνεται F 20 ἔθηκεν UFL ὃν om. P τὴν om. MAP 21 μετάρσιον MAPArm: μὲν γὰρ θείαν UFL πολλοῖς ὠνόμασεν ὀνόμασι πολυώνυμον οὖσαν FL 22 γὰρ om. Arm θεοῦ om. Arm κέκληκε ταύτην MAPArm 23 δ’ om. MAPArm post μίμημα add. δὲ (vel δὴ) Arm 24 τοσαύτη om. Arm 24. 25 ἀνθρώπινον MAPArm: ἡμέτερον UFL 25 γεηπονεῖ AP) [*](24 Orig. de Princip. IV 16 (= Philocal. I 17 p. 24 Robinson) τίς δ’ οὕτως ἠλίθιος, ὡς οἰηθῆναι τρόπον ἀνθρώπου γεωργοῦ τὸν θεὸν πεφυτευκέναι παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς;)

v.1.p.72
παραδείσους, ἐπεὶ καὶ τίνος ἕνεκα εὐθὺς διαπορήσομεν· οὐ γὰρ ὅπως ἀναπαύλας εὐδιαγώγους καὶ ἡδονὰς ἑαυτῷ πορίζῃ — μηδὲ εἰς νοῦν ἔλθοι ποτὲ τὸν ἡμέτερον ἡ τοιαύτη μυθοποιΐα —·

θεοῦ γὰρ οὐδὲ ὁ σύμπας κόσμος ἄξιον ἂν εἴη χωρίον καὶ ἐνδιαίτημα, ἐπεὶ αὐτὸς ἑαυτοῦ τόπος καὶ αὐτὸς ἑαυτοῦ πλήρης καὶ ἱκανὸς αὐτὸς ἑαυτῷ ὁ θεός, τὰ μὲν ἄλλα ἐπιδεᾶ καὶ ἔρημα καὶ κενὰ ὄντα πληρῶν καὶ περιέχων, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἄλλου περιεχόμενος, ἅτε εἷς καὶ τὸ πᾶν αὐτὸς ὤν.

τὴν οὖν ἐπίγειον ἀρετὴν σπείρει καὶ φυτεύει τῷ θνητῷ γένει ὁ θεὸς μίμημα καὶ ἀπεικόνισμα οὖσαν τῆς οὐρανίου· ἐλεήσας γὰρ ἡμῶν τὸ γένος καὶ κατιδὼν ὅτι ἐξ ἀφθόνων καὶ πλουσίων κακῶν συνέστηκεν, ἐπίκουρον καὶ ἀρωγὸν τῶν ψυχῆς νόσων ἀρετὴν ἐπίγειον ἐρρίζου, μίμημα, ὡς ἔφην, τῆς οὐρανίου καὶ ἀρχετύπου, ἣν πολλοῖς ὀνόμασι καλεῖ. παράδεισος μὲν δὴ τροπικῶς εἴρηται ἡ ἀρετή, τόπος δὲ οἰκεῖος τῷ παραδείσῳ Ἐδέμ, τοῦτο δέ ἐστι τρυφή· ἀρετῇ δὲ ἁρμόττον εἰρήνη καὶ εὐπάθεια καὶ χαρά, ἐν οἷς τὸ τρυφᾶν ὡς ἀληθῶς ἐστι.

καὶ μὴν κατὰ ἀνατολάς ἐστιν ἡ φυτουργία τοῦ παραδείσου· οὐ γὰρ δύεται καὶ σβέννυται, ἀλλ’ ἀεὶ πέφυκεν ἀνατέλλειν ὁ ὀρθὸς λόγος, καὶ ὥσπερ, οἶμαι, ἀνατείλας ἥλιος τὸν ζόφον τοῦ ἀέρος φωτὸς ἐνέπλησεν, οὕτως καὶ ἀρετὴ ἀνατείλασα ἐν ψυχῇ τὴν ἀχλὺν αὐτῆς ἐναυγάζει καὶ τὸν πολὺν σκότον σκεδάννυσι.

„καὶ ἔθετο“ φησίν „ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν.“ ἀγαθὸς γὰρ ὢν ὁ θεὸς καὶ ἐπ’ ἀρετὴν ὡς οἰκειότατον ἔργον ἀσκῶν τὸ γένος ἡμῶν τὸν νοῦν τίθησιν ἐν τῇ ἀρετῇ, ἵνα δηλονότι μηδὲν ἄλλο [*](1 διαπορήσωμεν AP 2 πορίζει AP μηδ’ UF 3 ἔλθῃ F θεοῦ — ἐνδιαίτημα om. AP 4 καὶ add. Turn.: ἢ DR f. 162V, om. ceteri ἑαυτοῦ codd.: ἑαυτῷ v 5 ἑαυτῶ πλήρης FL αὐτὸς ἑαυτῷ om. UFL 6 ἐπιδεᾶ codd.: ἐπιδεῆ D (Mang.) 7 εἷς καὶ om. Arm 10 συνέστη UFL 11 ἀρρωγὸν U νόσον F ἐπίγειον om. Arm ἐρίζου U ἔφην] μορφὴν UFL 14 δ’ ἔστι U, δ’ ἦν M, δὴ (om. ἐστι) A, δὲ (om. ἐστι) P εὐστάθεια AP 17 αἰεὶ UFL ὁ ὀρθὸς λόγος] ὅρους αὐγῆς UFL, ὁ ῥοῦς αὐγῆς Turn. 18 ἀνέπλησεν FL 19 αὐγάζει FL, αὐγάζοι U 22 ἵνα om. U) [*](3—7 DC fol. 45v et 173v DR fol. 22v et 162v DL fol. 26v Φίλωνος) ἐκ τοῦ (sic) τῆς νόμων ἱερῶν ἀλληγορίας: οὐδὲ ὁ σύμπας κόσμος ἄξιον ἂν εἴη θεοῦ χωρίον ἐνδιαίτημα, ἐπεὶ — αὐτὸς ὤν. 14 Amhros. de Paradiso 1,4 Locus autem eius, in quo est plautatus (scil. paradisus), voluptas dicitur. 17 — 20 Cod. Vat. Regiu. 40 fol. 224 (Pitra Anal. Sacr. ΙΙ p. 311. Harris Fragments of Philo p. 103) Φίλωνος: ... ὥσπερ γὰρ ἀνατείλας ὁ ἥλιος τὸν ζόφον τοῦ ἀέρος φωτὸς ἐνέπλησεν, οὕτως καὶ ἀρετὴ ἀνατείλασα ἐν ψυχῇ τὴν ἀχλὺν αὐτῆς αὐγάζεται καὶ τὸ σκότος σκεδάννυσιν καὶ τὰ τῶν παθῶν θηρία κοιμίζει.)

v.1.p.73
ἢ ταύτην καθάπερ ἀγαθὸς γεωργὸς τημελῇ καὶ περιέπῃ.

ζητήσειε δ’ ἄν τις, διὰ τί, τοῦ μιμεῖσθαι θεοῦ τὰ ἔργα ὄντος ὁσίου, ἐμοὶ μὲν ἀπηγόρευται φυτεύειν ἄλσος παρὰ τῷ θυσιαστηρίῳ, τὸν δὲ παράδεισον ὁ θεὸς φυτεύει; φησὶ γάρ· „οὐ φυτεύσεις σεαυτῷ ἄλσος, πᾶν ξύλον παρὰ τὸ θυσιαστήριον κυρίου τοῦ θεοῦ σου οὐ ποιήσεις σεαυτῷ“ (Deuter. 16,21). τί οὖν λεκτέον; ὅτι πρέπει τῷ θεῷ φυτεύειν καὶ οἰκοδομεῖν ἐν ψυχῇ τὰς ἀρετάς.

φίλαυτος δὲ καὶ ἄθεος ὁ νοῦς οἰόμενος ἴσος εἶναι θεῷ καὶ ποιεῖν δοκῶν ἐν τῷ πάσχειν ἐξεταζόμενος· θεοῦ δὲ σπείροντος καὶ φυτεύοντος ἐν ψυχῇ τὰ καλά, ὁ λέγων νοῦς ὅτι „ἐγὼ φυτεύω“ ἀσεβεῖ. οὐ φυτεύσεις οὖν, ὅταν ὁ θεὸς φυτουργῇ· ἐὰν δὲ καὶ φυτὰ ἐν ψυχῇ καταβάλῃ, ὦ διάνοια, καρποτόκα φύτευε πάντα, ἀλλὰ μὴ ἄλσος, ἐν ἄλσει γὰρ καὶ ἀγρίας ὕλης ἐστὶ καὶ ἡμέρου δένδρα· κακίαν δὲ τὴν ἄγονον ἐν ψυχῇ μετὰ τῆς ἡμέρου καὶ καρποτόκου φυτεύειν ἀρετῆς λέπρας ἐστὶ τῆς διφυοῦς καὶ μιγάδος οἰκεῖον.

ἐὰν μέντοι γε τὰ ἄμικτα καὶ σύγκλυδα εἰς ταὐτὸν ἄγῃς, χώριζε καὶ διάκρινε τῆς καθαρᾶς καὶ ἀμιάντου φύσεως τῆς ἀναφερούσης τὰ ἄμωμα τῷ θεῷ, αὕτη δέ ἐστι τὸ θυσιαστήριον· τούτου γὰρ ἀλλότριον τὸ λέγειν ἔργον τι εἶναι ψυχῆς, ἐπὶ θεὸν πάντων λαμβανόντων τὴν ἀναφοράν, καὶ τὸ τὰ ἄκαρπα τοῖς καρποτόκοις ἀναμιγνύναι· μῶμος γὰρ τοῦτό γε, τὰ δὲ ἄμωμα τῷ θεῷ προσάγεται.

ἐὰν οὖν τι τούτων παραβῇς, ὦ ψυχή, σαυτὴν βλάψεις, οὐ θεόν· διὰ τοῦτό φησιν· „οὐ φυτεύσεις σεαυτῷ“· θεῷ γὰρ οὐδεὶς ἐργάζεται, καὶ μάλιστα τὰ φαῦλα· καὶ ἐπιφέρει πάλιν· „οὐ ποιήσεις σεαυτῷ.“ λέγει δὲ καὶ ἐν ἑτέροις· „οὐ ποιήσετε μετ’ ἐμοῦ θεοὺς ἀργυροῦς, καὶ θεοὺς χρυσοῦς οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς“ (Exod. 20, 23)· ὁ γὰρ ἢ ποιότητα οἰόμενος ἔχειν τὸν θεὸν ἢ μὴ ἕνα εἶναι ἢ μὴ ἀγένητον καὶ ἄφθαρτον ἢ μὴ ἄτρεπτον ἑαυτὸν ἀδικεῖ, οὐ θεόν· „ἑαυτοῖς“ γάρ φησιν „οὐ ποιήσετε“· δεῖ γὰρ ἡγεῖσθαι καὶ ἄποιον αὐτὸν καὶ ἕνα καὶ [*](1 ἀγαθὸς transp. UL τημελεῖ καὶ περιέπει AP 1. 2 ζητήσαι M, ζητῆσαι AP 2 θεοῦ τὰ ἔργα UFL: τὰ θεοῦ ἔργα MAP 4 σεαυτῷ F: ἑαυτῶ UL, σαυτῶ MAP 5 παρὰ τῶ θυσιαστηρίῳ UL, περὶ τῶ θυσιαστηρίῳ F κυρίω θεῶ UFL σου om. AP σαυτῶ MAP 6 πρέπον UFL 7 ὁ οἰόμενος Arm 8 καὶ om. UFL ante ἐν add. ὡς αὐτὸς Arm δὲ om P 11 καταβάλῃ codd.: καταβάλῃς v 12 δένδρου AP 15 καὶ σύγκλυδα add. 31, καὶ Arm: om. ceteri ταὐτὸ UFL ἀγάγῃς UL, ἀγάγοις F 18 πάντων om. Arm 19. 20 πρόσαγε UFL 21 οὐδεὶς ἐργάζεται] οὐδὲν ἁρμόζει Arm 22 τὰ om. UFL 23 ἑτέρω FL μετ’ ἐμὲ M, μετ’ ἐμοῦ om. Arm 24 θεοὺς om. MAPArm 25 τὸν θεὸν om. U ἀγένητον F: ἀγέννητον ceteri 26 ἑαυτοῖ—ἄτρεπτον (74,1) om. UFL 27 καὶ ἕνα codd.: εἷναι Mang. ἕνα καὶ ἀγένητον coni. Wendl.)

v.1.p.74
ἄφθαρτον καὶ ἄτρεπτον· ὁ δὲ μὴ οὕτως διανοούμενος ἑαυτοῦ τὴν ψυχὴν ψευδοῦς καὶ ἀθέου δόξης ἀναπίμπλησιν.

οὐχ ὁρᾷς ὅτι, κἂν εἰσαγάγῃ ἡμᾶς εἰς τὴν ἀρετὴν καὶ εἰσαχθέντες φυτεύσωμεν ἄκαρπον μὲν οὐδὲν „πᾶν δὲ ξύλον βρώσιμον“, κελεύει "περικαθαρίσαι τὴν ἀκαθαρσίαν αὐτοῦ“ (Lev. 19, 23) ; τοῦτο δ’ ἐστὶ τὸ δοκεῖν φυτεύειν· ἀποτεμεῖν οἴησιν γὰρ

ἐπαγγέλλεται, οἴησις δὲ ἀκάθαρτον φύσει. ὃν δὲ ἔπλασεν ἄνθρωπον τιθέναι φησὶν ἐν τῷ παραδείσῳ, νυνὶ μόνον· τίς οὖν ἐστιν, ἐφ’ οὗ ὕστερόν φησιν ὅτι „ἔλαβε κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἐποίησε καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν“ (Gen. 2, 15) ; μήποτ’ οὖν ἕτερός ἐστιν ἄνθρωπος οὗτος, ὁ κατὰ τὴν εἰκόνα καὶ τὴν ἰδέαν γεγονώς, ὥστε δύο ἀνθρώπους εἰς τὸν παράδεισον εἰσάγεσθαι, τὸν μὲν πεπλασμένον, τὸν δὲ κατ’ εἰκόνα.

ὁ μὲν οὖν κατὰ τὴν ἰδέαν γεγονὼς οὐ μόνον ἐν ταῖς φυτουργίαις τῶν ἀρετῶν ἐξετάζεται, ἀλλὰ καὶ ἐργάτης ἐστὶν αὐτῶν καὶ φύλαξ, τοῦτο δ’ ἐστὶ μνήμων ὧν ἤκουσε καὶ ἤσκησεν, ὁ δὲ πλαστὸς οὔτε ἐργάζεται τὰς ἀρετὰς οὔτε φυλάττει, ἀλλὰ μόνον εἰσάγεται εἰς τὰ δόγματα ἀφθονίᾳ θεοῦ, μέλλων αὐτίκα φυγὰς ἀρετῆς ἔσεσθαι.

διὰ τοῦτο ὃν μὲν μόνον τίθησιν ἐν τῷ παραδείσῳ, πλαστὸν καλεῖ, ὃν δὲ καὶ ἐργάτην καὶ φύλακα ἀποδείκνυσιν, οὐ πλαστόν, ἀλλὰ „ὃν ἐποίησε“· καὶ τοῦτον μὲν λαμβάνει, ἐκεῖνον δὲ ἐκβάλλει. ὃν δὲ λαμβάνει, τριῶν ἀξιοῖ, ἐξ ὧν συνέστηκεν ἡ εὐφυΐα, εὐθιξίας, ἐπιμονῆς, μνήμης· ἡ μὲν οὖν εὐθιξία θέσις ἐστὶν ἐν τῷ παραδείσῳ, ἡ δὲ ἐπιμονὴ πρᾶξις τῶν καλῶν [τὸ ἐργάζεσθαι τὰ καλά], ἡ δὲ μνήμη φυλακὴ καὶ διατήρησις τῶν ἁγίων δογμάτων. ὁ δὲ πλαστὸς νοῦς οὔτε μνημονεύει τὰ καλὰ οὔτε ἐργάζεται, μόνον δὲ εὔθικτός ἐστι· παρὸ [*](1. 2 ψεύδους AP 2 εἰσαγάγῃ MU: εἰσάγη ceteri 3 φυτεύωμεν Μ, φυτεύομεν Α, φυτεύημεν P 4 καθαρίσαι UFL ἀκαθαρσίαν] ἀκροβυστίαν UFL 5. 6 τοῦτο — φύσει] τοῦτο δ’ ἐστὶ τὸ ἀποτεμεῖν οἴησιν, οἴησις γὰρ ἀκάθαρτον φύσει Arm 5 ἐστὶ M: δ’ ἔστιU, δέ ἐστι ceteri γὰρ oin. UFL, γὰρ οἴησιν Mang. 7 τιθέναι] τίθεται UFL 8 ἐποίησεν U 9 φυλάττειν UFL 10 ἐστιν ἕτερος transp. UFL 13. 14 ἐξετάζονται ζονται P, ἐξετάζεται corr. ex ἐξετάζονται Α 14 αὐτῶν ἐστι trausp. UFL δέ ἐστι MAP 15 οὔτε — οὔτε] οὐδέ — οὐδὲ UFL 16 φυλάττει] φυτεύει Arm 18 καὶ ante ἐργάτην om. UFL 19 τοῦτο U 20. 21 ἡ εὐφυίας ἢ εὐθιξίας ἢ ἐπιμονῆς ἐπὶ μόνης F) μνήμης FL 21 εὺθεξίας AP, ἡ εὐθιξία U ἡ ἐπιμονῆς μνήμη U εὐθεξία AP 22 ἡ δὲ ἐπιμονὴ — καλά post δογμάτων (23) transp. UFL τὸ ἐργάζεσθαι τά καλά om. Arm, seclusi 23 ἡ φυλακὴ MAP, φυλακτικὴ UFL διατηρὶς U δογμάτων] πνευάτων Arm νοῦς] ἄνθρωπος coni. Mang. 24 οὔτε] οὐ Arm οὔτε ἐργάζεται om. Arm) [*](6 DK fol. 220v DR fol. 267v (DV p. 704) ἐκ τοῦ α' τῆς νόμων ἱερῶν ἀλληγορίας: οἴησις ἀκάθαρτον φύσει.)

v.1.p.75
καὶ τεθεὶς ἐν τῷ παραδείσῳ μικρὸν ὕστερον ἀποδιδράσκει καὶ ἐκβάλλεται.

„Καὶ ἐξανέτειλεν ὁ θεὸς ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τῷ παραδείσῳ, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ“ (Gen. 2, 9). ἃ φυτεύει ἐν τῇ ψυχῇ δένδρα ἀρετῆς, νῦν ὑπογράφει· ἔστι δὲ ταῦτα αἵ τε κατὰ μέρος ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι καὶ τὰ κατορθώματα καὶ τὰ λεγόμενα παρὰ τοῖς φιλοσοφοῦσι καθήκοντα, ταῦτά ἐστι τοῦ παραδείσου τὰ φυτά.