De Opificio Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.
οὐ μὴν διὰ τοῦθ’ ἡσυχαστέον, ἀλλ’ ἕνεκα τοῦ θεοφιλοῦς καὶ ὑπὲρ δύναμιν ἐπιτολμητέον λέγειν, οἴκοθεν μὲν οὐδέν, ὀλίγα δ’ ἀντὶ πολλῶν, ἐφ’ ἃ τὴν ἀνθρωπίνην διάνοιαν φθάνειν εἰκὸς ἔρωτι καὶ πόθῳ σοφίας κατεσχημένην.
ὡς γὰρ τῶν κολοσσιαίων μεγεθῶν τὰς ἐμφάσεις καὶ ἡ βραχυτάτη σφραγὶς τυπωθεῖσα δέχεται, οὕτως τάχα που καὶ τὰ τῆς ἀναγραφείσης ἐν τοῖς νόμοις κοσμοποιίας ὑπερβάλλοντα κάλλη καὶ ταῖς μαρμαρυγαῖς τὰς τῶν ἐντυγχανόντων ψυχὰς ἐπισκιάζοντα βραχυτέροις παραδηλωθήσεται χαρακτῆρσιν, ἐπειδὰν ἐκεῖνο μηνυθῇ πρότερον, ὅπερ οὐκ ἄξιον ἀποσιωπῆσαι.
Τινὲς γὰρ τὸν κόσμον μᾶλλον ἢ τὸν κοσμοποιὸν θαυμάσαντες τὸν μὲν ἀγένητόν τε καὶ ἀίδιον ἀπεφήναντο, τοῦ δὲ θεοῦ πολλὴν ἀπραξίαν ἀνάγνως κατεψεύσαντο, δέον ἔμπαλιν τοῦ μὲν τὰς δυνάμεις ὡς ποιητοῦ καὶ πατρὸς καταπλαγῆναι, τὸν δὲ μὴ πλέον ἀποσεμνῦναι τοῦ μετρίου.
Μωυσῆς δὲ καὶ φιλοσοφίας ἐπ’ αὐτὴν φθάσας ἀκρότητα καὶ χρησμοῖς τὰ πολλὰ καὶ συνεκτικώτατα τῶν τῆς φύσεως ἀναδιδαχθεὶς ἔγνω δή, ὅτι ἀναγκαιότατόν ἐστιν ἐν τοῖς οὖσι τὸ μὲν εἶναι δραστήριον αἴτιον, τὸ δὲ παθητόν, καὶ ὅτι τὸ μὲν δραστήριον ὁ τῶν ὅλων νοῦς ἐστιν εἱλικρινέστατος καὶ ἀκραιφνέστατος, κρείττων ἢ ἀρετὴ καὶ κρείττων [*](1 ἀνυμνῆσαι VFGH, ἐρεῖ R δύναιτο om. R, δύναται F 2 θνητοῦ] γενητοῦ MABP ὀργάνῳ HR, ὀργάνου FG 3 τοῦτ’ V, ταῦτα R, ταύτης οὔθ’ M ἀλλὰ VR 4 δὲ R 6 κατησχημένων V, κατισχημένην AP, κατεσχημένον Β ἴε αἰ κολοσιέων M, κολοσσαίων Α, κολοσσιέων Β, κολοσσιαιέων R 7 τυπωθείσας Christophorson Mang. οὕτως V: οὕτω ceteri 9 σκιάζοντα V 10 παραδοθήσεται ABP ἐπειδὰν δ’ ἐκεῖνο V μυνηθῇ M 11 παρασιωπῆσαι Β, ὑποσιωπῆσαι N 13 τοῦ θεοῦ δὲ FGH, δὲ om. V Eus 14 ἀνάγνως V Eus: ἐναγῶς F1H, ἐναργῶς F2GR, οὐκ εὐαγῶς MABP καταψευσάμενοι V Eus τοῦ μὲν] τούτου V Eus 15 τοῦ μετρίου ἀποσεμνῦναι H 16 Μώσης codd. συνεκτικοτάτων τῆς φύσεως V 18 δή, ὅτι] διότι VM Eus δραστήριον ὡς αἴτιον MABP 19 αἴτιον—δραστήριον om. Eus 20 κρείττων ἡ ἀρετὴ V, κρείττω τε ἡ ἀρετὴ M, κρεῖττον τε ἡ ἀρετὴ AB, κρείττων τε ἡ ἀρετὴ ceteri, κρείττων ἢ ἀρετὴ ω καὶ om. Eus καὶ κρεῖττον M, καὶ κρεῖττον AB) [*](6—11 ὡς—ὑποσιωπῆσαι N fol. 160v 12—3,19 Τινὲς—θεολογήσας Euseb. VIII 13)
τὸ δὲ παθητὸν ἄψυχον καὶ ἀκίνητον ἐξ ἑαυτοῦ, κινηθὲν δὲ καὶ σχηματισθὲν καὶ ψυχωθὲν ὑπὸ τοῦ νοῦ μετέβαλεν εἰς τὸ τελειότατον ἔργον, τόνδε τὸν κόσμον· ὃν οἱ φάσκοντες ὡς ἔστιν ἀγένητος λελήθασι τὸ ὠφελιμώτατον καὶ ἀναγκαιότατον τῶν εἰς εὐσέβειαν ὑποτεμνόμενοι τὴν πρόνοιαν.
τοῦ μὲν γὰρ γεγονότος ἐπιμελεῖσθαι τὸν πατέρα καὶ ποιητὴν αἱρεῖ λόγος· καὶ γὰρ πατὴρ ἐκγόνων καὶ δημιουργὸς τῶν δημιουργηθέντων στοχάζεται τῆς διαμονῆς καὶ ὅσα μὲν ἐπιζήμια καὶ βλαβερὰ μηχανῇ πάσῃ διωθεῖται, τὰ δὲ ὅσα ὠφέλιμα καὶ λυσιτελῆ κατὰ πάντα τρόπον ἐκπορίζειν ἐπιποθεῖ·
πρὸς δὲ τὸ μὴ γεγονὸς οἰκείωσις οὐδεμία τῷ μὴ πεποιηκότι. ἀπεριμάχητον δὲ δόγμα καὶ ἀνωφελὲς ἀναρχίαν ὡς ἐν πόλει κατασκευάζον τῷδε τῷ κόσμῳ τὸν ἔφορον ἢ βραβευτὴν ἢ δικαστὴν οὐκ ἔχοντι, ὑφ’ οὗ πάντ’ οἰκονομεῖσθαι καὶ πρυτανεύεσθαι θέμις.
ἀλλ’ ὅ γε μέγας Μωυσῆς ἀλλοτριώτατον τοῦ ὁρατοῦ νομίσας εἶναι τὸ ἀγένητον — πᾶν γὰρ τὸ αἰσθητὸν ἐν γενέσει καὶ μεταβολαῖς οὐδέποτε κατὰ ταὐτὰ ὄν — τῷ μὲν ἀοράτῳ καὶ νοητῷ προσένειμεν ὡς ἀδελφὸν καὶ συγγενὲς ἀιδιότητα, τῷ δ’ αἰσθητῷ γένεσιν οἰκεῖον ὄνομα ἐπεφήμισεν. ἐπεὶ οὖν ὁρατός τε καὶ αἰσθητὸς ὅδε ὁ κόσμος, ἀναγκαίως ἂν εἴη καὶ γενητός· ὅθεν οὐκ ἀπὸ σκοποῦ καὶ τὴν γένεσιν ἀνέγραψεν αὐτοῦ μάλα σεμνῶς θεολογήσας.
[*](1 ἡ ἐπιστήμη VM καὶ κρεῖττον M, καὶ κρεῖττον ΑΒ αὑτὸ τὸ καλὸν καὶ αὐτὸ τὸ ἀγαθόν Β τἀγαθὸν Α 2 παθητικὸν V Eus κεινηθὲν V 3. 4 τόνδε τὸν κόσμον] τὸν δὲ κόσμον FGHR 4 ὃν οἱ φάσκοντες V Eus: ὃν om. ceteri ἀγέννητον (om. ὡς ἔστιν) R Eus 5 τῶν εἰς εὐσέβειαν ἡκόντων FGHR ἀποτεμνόμενοι R ἑ 6 ποιητὴν καὶ πατέρα R αἱρεῖ (sic) V, αἱρεῖ M, ἐρεῖ G, ἱστορεῖ Η, οἶδεν R γ ὁ λόγος R 7 ὁ γὰρ R ἐκγόνων M καὶ ὅ R 8 καὶ βλαβερὰ om. Eus 9 τὰ δ’ ὅσα MFGHR, τὰ δ’ ὅσ’ ABP, ὅσα δὲ Eus κατὰ π. τ. V: κατὰ om. ceteri 10 γεγονὼς F οἰκίωσις V, ὁμοίωσις M 10. 11 ἀπεριμάχητον FGH: περιμάχητον ceteri 11 κατασκευάζον (ον ex ων corr.) V: ἐστὶ MABP, κατασκευάζειν FGH Eus τῶνδε V, τῶ δὲ M 12 ὡς τὸν ἔφορον V, sed ὡς rursus deletum ἔφορον] φόβον Eus 13 πάντ’ V Eus: τὰ πάντ’ M, τὰ πάντα ceteri γε om. Eus Μωυσῆς VF: Μώσης ceteri 15 τὰ αὐτὰ codd. ὃν] ὄντα M 15. 16 κατὰ ταῦτα ὄντων μὲν ἀοράτων καὶ νοητῶν V 16 συγγενῆ Eus 17 γένεσιν om. Eus καὶ οἰκεῖον Η, τὸ οἰκεῖον V εἴτ’ ἐφήμισεν V ἀόρατός V 18 ἀναγκαῖος VR καὶ οὐ γενητὸς V 18. 19 οὐκ ἀπὸ σκοποῦ om. Eus. codd. plerique αὐτοῦ ἀνεγράψατο μάλα θεολογῶν Eus. codd. plerique)[*](4—10 τὸν δὲ κόσμον—πεποιηκότι R fol. 89r 17—4,5 ἐπεὶ—ἕξ R ibid. 1*)Ἓξ δὲ ἡμέραις δημιουργηθῆναί φησι τὸν κόσμον, οὐκ ἐπειδὴ προσεδεῖτο χρόνων μήκους ὁ ποιῶν — ἅμα γὰρ πάντα δρᾶν εἰκὸς θεόν, οὐ προστάττοντα μόνον ἀλλὰ καὶ διανοούμενον —, ἀλλ’ ἐπειδὴ τοῖς γινομένοις ἔδει τάξεως. τάξει δὲ ἀριθμὸς οἰκεῖον, ἀριθμῶν δὲ φύσεως νόμοις γεννητικώτατος ὁ ἕξ· τῶν τε γὰρ ἀπὸ μονάδος πρῶτος τέλειός ἐστιν ἰσούμενος τοῖς ἑαυτοῦ μέρεσι καὶ συμπληρούμενος ἐξ αὐτῶν, ἡμίσους μὲν τριάδος, τρίτου δὲ δυάδος, ἕκτου δὲ μονάδος, καὶ ὡς ἔπος εἰπεῖν ἄρρην τε καὶ θῆλυς εἶναι πέφυκε κἀκ τῆς ἑκατέρου δυνάμεως ἥρμοσται· ἄρρεν μὲν γὰρ ἐν τοῖς οὖσι τὸ περιττόν, τὸ δ’ ἄρτιον θῆλυ· περιττῶν μὲν οὖν ἀριθμῶν ἀρχὴ τριάς, δυὰς δ’ ἀρτίων, ἡ δ’ ἀμφοῖν δύναμις ἑξάς.
ἔδει γὰρ τὸν κόσμον τελειότατον μὲν ὄντα τῶν γεγονότων κατ’ ἀριθμὸν τέλειον παγῆναι τὸν ἕξ, ἐν ἑαυτῷ δ’ ἔχειν μέλλοντα τὰς ἐκ συνδυασμοῦ γενέσεις πρὸς μικτὸν ἀριθμὸν τὸν πρῶτον ἀρτιοπέριττον τυπωθῆναι, περιέξοντα καὶ τὴν τοῦ σπείροντος ἄρρενος καὶ τὴν τοῦ ὑποδεχομένου τὰς γονὰς θήλεος ἰδέαν.
ἑκάστῃ δὲ τῶν ἡμερῶν ἀπένειμεν ἔνια τῶν τοῦ παντὸς τμημάτων τὴν πρώτην ὑπεξελόμενος, ἣν αὐτὸς οὐδὲ πρώτην, ἵνα μὴ ταῖς ἄλλαις συγκαταριθμῆται, καλεῖ, μίαν δ’ ὀνομάσας ὀνόματι εὐθυβόλῳ προσαγορεύει, τὴν μονάδος φύσιν καὶ πρόσρησιν ἐνιδών τε καὶ ἐπιφημίσας αὐτῇ. λεκτέον δὲ ὅσα οἷόν τέ ἐστι τῶν ἐμπεριεχομένων, ἐπειδὴ πάντα ἀμήχανον· περιέχει γὰρ τὸν νοητὸν κόσμον ἐξαίρετον, ὡς ὁ περὶ αὐτῆς λόγος μηνύει.
προλαβὼν γὰρ ὁ [*](1 δὲ om. V, δ’ FGH φησὶ δημιουργηθῆναι ABP 2 χρόνον V, τοῦ χρόνων M, τοῦ τῶν χρόνων ABP θεὸν εἰκὸς E 3 οὐ π. ἀλλὰ κ. δ. μόνον coni. Wendl. 4 γιγνομένοις V τάξει] τάξεως M δὲ VHR: δ’ ceteri 5 ὁ πρῶτος MABP 6 αὐτοῦ VMABP μέρεσιν V ἡμηΐσους V 7 τριάδος] τριῶν ABP 8 ἄρρεν M πέφυκεν V κἀκ FGH: καὶ ἐκ ceteri 9 οὖσι] δυσὶ MABP ἀρτίον V περιττον (sic) V 10 δυὰς δ’ ἀρτίων] δύο δ’ ἄρτιον V ἀμφοῖν] ἐπ’ ἀμφ’ οἶν FGH 11 ἑξάς] ἕξ FGH δεῖ FGHR γὰρ] δὲ R μὲν ὄντα] μένοντα V, μὲν om. BR 12 ἑαυτῷ FGH: αὐτῷ ABP, αὐτῷ VM 12. 13 τὰ ἐξ ἐνδοιασμοῦ M 13 γενέσεις om. M πρόσμικτον V ἀρτίου περιττὸν V 14 περὶ ἓξ ὄντα M σπείραντος M 15 εἰδέαν V, ἰδέας Β ἑκάστην M 15. 16 ἀπένιμεν V 16 ἔνια] ἑνὶ M 18 ὀνόματι εὐθυβόλῳ scripsi: ὀνόματι εὐθυβόλως V, εὐθυβόλως (om. ὀνόματι) ceteri πρὸς αγορευθῆναι (sic) V φύσιν τε καὶ ΜΑΒP 19 αὐτήν codd., αὐτῇ corr. Turn. δὲ ὅσα] δ’ ὡς MABP τ’ ἔστι ABP 20 περιεχομένων M 21 μηνύσει FGH λάβ’ προιδὼν Α, προιδὼν BP2) [*](11—12 δεῖ—ἕξ R fol. 89v 17 τὴν δὲ πρώτην οὐ καλεῖ πρώτην, ἶνα μὴ ταῖς συγκαταριθμῆται R ibid. 21—5,3 προλαβὼν—ἀπεικονίσθη R ibid.; tum pergit: εἶτα λέγει τὸν ὁρατόν τοῦτον κόσμον πρὸς ἀόρατον ἀρχέτυπον γενέσθαι, καὶ χρῆται παραδείγματι τοιούτῳ· ἐπειδὰν πόλις κτλ. (9) 4, 21 sqq. Chalcid. in Plat. Tim. cap. 218 Quod ergo illud caelum prius quam cetera deus condidit quamve terram? Philo carentes corpore atque intellegibiles essentias esse censet, ideas et exemplaria tam siccae istius terrae quam soliditatis. 9—6,5 ἐπειδὰν—αὐτῆς R ibid. 12 cf. Plat, Tim. 24 C)