De Opificio Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.
Τὸν δ’ ἐκ τῶν ἰδεῶν συνεστῶτα κόσμον ἐν τόπῳ τινὶ λέγειν ἢ ὑπονοεῖν οὐ θεμιτόν· ᾗ δὲ συνέστηκεν, εἰσόμεθα παρακολουθήσαντες εἰκόνι τινὶ τῶν παρ’ ἡμῖν. ἐπειδὰν πόλις κτίζηται κατὰ πολλὴν φιλοτιμίαν βασιλέως ἤ τινος ἡγεμόνος αὐτοκρατοῦς ἐξουσίας μεταποιουμένου καὶ ἅμα τὸ φρόνημα λαμπροῦ τὴν εὐτυχίαν συνεπικοσμοῦντος, παρελθὼν ἔστιν ὅτε τις τῶν ἀπὸ παιδείας ἀνὴρ ἀρχιτεκτονικὸς καὶ τὴν εὐκρασίαν καὶ εὐκαιρίαν τοῦ τόπου θεασάμενος διαγράφει πρῶτον ἐν ἑαυτῷ τὰ τῆς μελλούσης ἀποτελεῖσθαι πόλεως μέρη σχεδὸν ἅπαντα, ἱερὰ γυμνάσια πρυτανεῖα ἀγορὰς λιμένας νεωσοίκους στενωπούς, τειχῶν κατασκευάς, ἱδρύσεις οἰκιῶν καὶ δημοσίων ἄλλων οἰκοδομημάτων·
εἶθ’ ὥσπερ ἐν κηρῷ τῇ ἑαυτοῦ ψυχῇ τοὺς ἑκάστων δεξάμενος τύπους ἀγαλματοφορεῖ νοητὴν πόλιν, ἧς ἀνακινήσας τὰ εἴδωλα μνήμῃ τῇ συμφύτῳ καὶ τοὺς [*](1 ὅ,τίμημα corr. ex ὅτιμημα Α μείμημα V καλὸν] καλῶν M δίχα καλοῦ VM: καλοῦ δίχα ceteri 2 ἄν ὑπαίτιον V 3 εἰδέαν V, ἰδέαν om. B ἀπηκονίσθη V βουληθεὶς γὰρ V τουτονὶ κόσμον GH 4 πρὸς ἐξετύπου V 5 σωματικὸν τοῦτον MABP 5. 6 ἀπεικονίσματος M 6 τοσαῦτα] αὐτὰ ω MABP περιέξον τὰ V, περιέχον τὰ M, περιέχον τὰ ABP τὰ ὅσαπερ V ἐν om. Β 7 δὲ FGH εἰδέων V λέγειν om. Β 8 ᾗ FGL, ἡ V: εἰ ceteri (H in ras.) συνέστηκεν V: ὑφέστηκεν ceteri 9 πόλις τις MABP 10 ἡγεμόνος] ἄρχοντος R 11 τὴν εὐτυχίαν συνεπικοσμοῦντος om. R 12 παιπαιδείας δείας] εὐσεβείας M, εὐσεβείας Α, παιδείας P in ras., εὐπαιδείας Β 12. 13 εὐκρασίαν καὶ om. VFGHR 13 πρῶτον] πάλιν ΑΒ 14 πόλεως ἀποτελεῖσθαι GH ἱερὰ om. V 15 αἱμένας V, λιμένας τἆλλα (νεωσοίκους— (νεωσοίκους— οἰκοδομημάτων om.) νεωσοίκους GH, νεωσήκους F: νεώς· οἴκους ceteri 16 εἰδρύσεις V οἰκιῶν ἱδρύσεις ABP καὶ δημοσίων καὶ ἄλλων ABP καὶ δημοσίων καὶ ἰδίων ἄλλων coni. Wendl. κηρῷ τινι Β 17 αὐτοῦ M ἑκάστου ABP 18 ἀνακεινήσας V)
τὰ παραπλήσια δὴ καὶ περὶ θεοῦ δοξαστέον, ὡς ἄρα τὴν μεγαλόπολιν κτίζειν διανοηθεὶς ἐνενόησε πρότερον τοὺς τύπους αὐτῆς, ἐξ ὧν κόσμον νοητὸν συστησάμενος ἀπετέλει καὶ τὸν αἰσθητὸν παραδείγματι χρώμενος ἐκείνῳ.
καθάπερ οὖν ἡ ἐν τῷ ἀρχιτεκτονικῷ προδιατυπωθεῖσα πόλις χώραν ἐκτὸς οὐκ εἶχεν, ἀλλ’ ἐνεσφράγιστο τῇ τοῦ τεχνίτου ψυχῇ, τὸν αὐτὸν τρόπον οὐδ’ ὁ ἐκ τῶν ἰδεῶν κόσμος ἄλλον ἂν ἔχοι τόπον ἢ τὸν θεῖον λόγον τὸν ταῦτα διακοσμήσαντα· ἐπεὶ τίς ἂν εἴη τῶν δυνάμεων αὐτοῦ τόπος ἕτερος, ὃς γένοιτ’ ἂν ἱκανὸς οὐ λέγω πάσας ἀλλὰ μίαν ἄκρατον ἡντινοῦν δέξασθαί τε καὶ χωρῆσαι;
δύναμις δὲ καὶ ἡ κοσμοποιητικὴ πηγὴν ἔχουσα τὸ πρὸς ἀλήθειαν ἀγαθόν. εἰ γάρ τις ἐθελήσειε τὴν αἰτίαν ἧς ἕνεκα τόδε τὸ πᾶν ἐδημιουργεῖτο διερευνᾶσθαι, δοκεῖ μοι μὴ διαμαρτεῖν σκοποῦ φάμενος, ὅπερ καὶ τῶν ἀρχαίων εἶπέ τις, ἀγαθὸν εἶναι τὸν πατέρα καὶ ποιητήν· οὗ χάριν τῆς ἀρίστης αὑτοῦ φύσεως οὐκ ἐφθόνησεν οὐσίᾳ μηδὲν ἐξ αὑτῆς ἐχούσῃ καλόν, δυναμένῃ δὲ πάντα γίνεσθαι.
ἦν μὲν γὰρ ἐξ αὑτῆς ἄτακτος ἄποιος ἄψυχος ἀνόμοιος, ἑτεροιότητος ἀναρμοστίας ἀσυμφωνίας μεστή· τροπὴν δὲ καὶ μεταβολὴν ἐδέχετο τὴν εἰς τἀναντία καὶ τὰ βέλτιστα, τάξιν ποιότητα ἐμψυχίαν [*](1 συνσφραγισάμενος V, ἐνσφαγισάμενος A 2 κατασκευάζειν VMR: κατασκευάζειν εὐκρασίαν ceteri 3 εἰδέων V ἐξ ὁμοιῶν V 4 περὶ om. ABP1 ὡς V: ὃς ceteri 5 αὐτοῦ FGH 6 ἀποτελεῖ FGH καὶ om. FGH ἐκείνῳ] οἰκείῳ Β 7 προτυπωθεῖσα B τὴν χώραν ABP1 8 ἀλλ’ om. M 9 εἰδέων V ἔχει AP, ἔχῃ G 10 τὸν ταῦτα διακοσμήσαντα om. V τίς] ποῖος MABP 11 ὃς γένοιτ’] προσγένοιτ’ M, ποῖος γένοιτ’ ABP1 11. 12 ἡντινοῦν ἄκρατον Β 12 ἡντινοῦν ἦν M 12. 13 κοσμοποιητικὴν ἔχουσα πηγὴν V 13 ἔχουσα τυγχάνει Christophorson Mang. τὸ om. V ἐθελήσειεν V 14 τόδε om. M ἐδημιουργήσατο M, δημιουργεῖται G 15 διαμαρτάνειν MABP, διαμαρτὼν G τοῦ σκοποῦ FH φαμὲν ὡς, ὅπερ M, φαμὲν ὥσπερ ABP εἶπεν V 16 αὐτοῦ codrl. 17 αὑτῆς V: αὐτῆς M, ἑαυτῆς ceteri 17. 18 πάντα γενέσθαι FG, γενέσθαι πάντα Η 18 αὐτῆς VM, ἑαυτῆς ceteri ἄτακτος om. V ἀνόμοιος add. Markland 18. 19 ἑτερότητος M 20 εὐψυχίαν ΜΑΒP) [*](10—12 DC fol. 138r τοῦ αὐτοῦ (scil. Φίλωνος) ἐκ τῆς αὐτῆς πραγματείας (scil. περὶ κατὰ Μωϋσέα κοσμοποιίας): τίς ἂν εἴη τῶν δυνάμεων τοῦ θεοῦ τόπος ἕτερος, ὃς γένοιτ’ ἄν ἱκανός οὐ λέγω πάσας ἀλλὰ μίαν ἀκροτονεῖν (οτ in ras.) τινὰ οὑν δέξασθαι καὶ ἢ ὁ θεῖος λόγος, 15 Plat. Tim. 29 E)
οὐδενὶ δὲ παρακλήτῳ — τίς γὰρ ἦν ἕτερος; — μόνῳ δὲ αὑτῷ χρησάμενος ὁ θεὸς ἔγνω δεῖν εὐεργετεῖν ἀταμιεύτοις καὶ πλουσίαις χάρισι τὴν ἄνευ δωρεᾶς θείας φύσιν οὐδενὸς ἀγαθοῦ δυναμένην ἐπιλαχεῖν ἐξ ἑαυτῆς. ἀλλ’ οὐ πρὸς τὸ μέγεθος εὐεργετεῖ τῶν ἑαυτοῦ χαρίτων — ἀπερίγραφοι γὰρ αὗταί γε καὶ ἀτελεύτητοι —, πρὸς δὲ τὰς τῶν εὐεργετουμένων δυνάμεις· οὐ γὰρ ὡς πέφυκεν ὁ θεὸς εὖ ποιεῖν, οὕτως καὶ τὸ γινόμενον εὖ πάσχειν, ἐπεὶ τοῦ μὲν αἱ δυνάμεις ὑπερβάλλουσι, τὸ δ’ ἀσθενέστερον ὂν ἢ ὥστε δέξασθαι τὸ μέγεθος αὐτῶν ἀπεῖπεν ἄν, εἰ μὴ διεμετρήσατο σταθμησάμενος εὐαρμόστως ἑκάστῳ τὸ ἐπιβάλλον.
εἰ δέ τις ἐθελήσειε γυμνοτέροις χρήσασθαι τοῖς ὀνόμασιν, οὐδὲν ἂν ἕτερον εἴποι τὸν νοητὸν κόσμον εἶναι ἢ θεοῦ λόγον ἤδη κοσμοποιοῦντος· οὐδὲ γὰρ ἡ νοητὴ πόλις ἕτερόν τί ἐστιν ἢ ὁ τοῦ ἀρχιτέκτονος λογισμὸς ἤδη [νοητὴν]ν [[νοητὴν]ητὴν]. πόλιν κτίζειν διανοουμένου.
τὸ δὲ δόγμα τοῦτο Μωυσέως ἐστίν, οὐκ ἐμόν· τὴν γοῦν ἀνθρώπου γένεσιν ἀναγράφων ἐν τοῖς ἔπειτα διαρρήδην ὁμολογεῖ, ὡς ἄρα κατ’ εἰκόνα θεοῦ διετυπώθη (Gen. 1,27). εἰ δὲ τὸ μέρος εἰκὼν εἰκόνος [δῆλον ὅτι] καὶ τὸ ὅλον [*](1 σύμφωνον] συμφυές F 2 εἰδέας V οὐδενὶ γὰρ τῶν παρακλήτων M 3 αὑτῷ G: αὐτῷ VM, ἑαυτῷ ceteri δεῖν εὐεργετεῖν] δὲ ἵν’ εὐεργετεῖν Μ, ἵν᾿ εὐεργετῇ ABP 4 θείαν P 5 ἐπιλαβεῖν FGH αὑτῆς FH τῶν om. F ἑαυτοῦ V: αὐτοῦ ceteri 6 ἀπερίγραπτοι ABP αὗταί codd.: αὐταί v γε om. VR 8 οὕτως AP: οὕτω ceteri γενόμενον MD τοῦ μὲν] τοῦ θεοῦ P 8. 9 ὑπερβάλλουσιν VD 9 δὲ ED ὃν ἢ] ἐστὶν MABPD ὥστε om. D 10 εἰ μί’ V διεμερίσατο FG εὐαρμόστῳ Β ἑκάστῳ τὸ ἐπιβάλλον codd.: τὸ ἑκάστῳ ἐπιβάλλον v 11 ἐθελήσειεν V, θελήσειε M, ἐθέλοι DC, θέλοι DR γυμνότερον Eus τοῖς ὀνόμασιν περὶ τῆς κοσμοποιίας D 12 οὐδὲν ἄν] οὐδένα ABP οὐδὲν ἕτερον εὑρίσκει τοῦ τὸν νοητὸν DC, οὐδὲν ἄν ἕτερον εὑρήσει τοῦτον τὸν νοητὸν DR εἶναι κόσμον FGH, εἶναι om. Eus 13 γὰρ τοῦδε DR ὁ om. MBDR 14 τὴν νοητὴν πόλιν] τὴν αἰσθητὴν πόλιν τῇ νοητῇ MABP νοητὴν seclusi δυναμένου Β 14. 15 Μώσεως γάρ ἐστι τὸ δόγμα τοῦτο Η 15 Μωϋσέως DC, Μωϋσέος DR, Μώσεως ceteri ἐστίν] ἔσθ’ (sic) V ἀνθρώπων ABP ἄνω γράφων ABP 16 ὁμολογεῖ διαρρήδην Η ἄρα V διετυπώθη τὸ πᾶν MABP 17 δῆλον ὅτι VM: δηλονότι ceteri, secl. Wendl.) [*](5—11 ἀλλ’ οὐ—ἐπιβάλλον R fol. 90r 7—9 DC fol. 259v τοῦ Φίλωνος) ἐκ τῆς κατὰ ωσέα κοσμοποιίας: οὐχ ὡς πέφυκεν—τὸ μέγεθος αὐτῶν: eadem DR fol. 277r et fol. 142v 11—15 DR fol. 192v Φίλωνος ἐκ τῆς κατὰ κοσμοποιίας: εἴ τις—οὐκ ἐμόν: eadem DC fol. 151v 11—8,14 Euseb. Pr Ev. 24 . . . λέγει δ’ οὑν ὁ Ἑβραῖος Φίλων τὰ πάτρια διερμηνεύων αὐτοῖς ῥήμασιν: Εἰ δέ τις— ἐποίησε τὸν οὐρανόν.)
Φησὶ δ’ ὡς „ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν", τὴν ἀρχὴν παραλαμβάνων | οὐχ ὡς οἴονταί τινες τὴν κατὰ χρόνον· [*](p.6 M.) χρόνος γὰρ οὐκ ἦν πρὸ κόσμου, ἀλλ’ ἢ σὺν αὐτῷ γέγονεν ἢ μετ’ αὐτόν· ἐπεὶ γὰρ διάστημα τῆς τοῦ κόσμου κινήσεώς ἐστιν ὁ χρόνος, προτέρα δὲ τοῦ κινουμένου κίνησις οὐκ ἂν γένοιτο, ἀλλ’ ἀναγκαῖον αὐτὴν ἢ ὕστερον ἢ ἅμα συνίστασθαι, ἀναγκαῖον ἄρα καὶ τὸν χρόνον ἢ ἰσήλικα κόσμου γεγονέναι ἢ νεώτερον ἐκείνου· πρεσβύτερον δ’ ἀποφαίνεσθαι τολμᾶν ἀφιλόσοφον.
εἰ δ’ ἀρχὴ μὴ παραλαμβάνεται τανῦν ἡ κατὰ χρόνον, εἰκὸς ἂν εἴη μηνύεσθαι τὴν κατ’ ἀριθμόν, ὡς τὸ „ἐν ἀρχῇ ἐποίησεν" ἴσον εἶναι τῷ πρῶτον ἐποίησε τὸν οὐρανόν· καὶ γὰρ εὔλογον τῷ ὄντι πρῶτον αὐτὸν εἰς γένεσιν ἐλθεῖν, ἄριστόν τε ὄντα τῶν γεγονότων κἀκ τοῦ καθαρωτάτου τῆς οὐσίας παγέντα, διότι θεῶν ἐμφανῶν τε καὶ αἰσθητῶν ἔμελλεν οἶκος ἔσεσθαι ἱερώτατος.
καὶ γὰρ εἰ πάνθ’ ἅμα ὁ ποιῶν ἐποίει, τάξιν οὐδὲν ἧττον εἶχε τὰ καλῶς γινόμενα· καλὸν γὰρ οὐδὲν ἐν ἀταξίᾳ. [*](1 σύμπας οὗτος ὁ αἰσθητὸς V Eus: ὁ σύμπας αἰσθητὸς οὑτοσὶ ceteri, αἰσθητὸς om. B εἰ μείζων Eus: ἣ μείζων V, ὃς μείζων P, ὃς μεῖζον MAB, ὃ μεῖζον FGH 1. 2 τῆς ἀνθρωπίνης ἐστίν V Eus: ἐστὶ τῆς ἀνθρωπίνης ceteri 2 μείμημα V δῆλον ὅτι V: δῆλον δέ ὅτι, δηλονότι ceteri σφραγὶς αὐτοῦ MABP 3 νοητὸν εἶναι κόσμον VM Eus: κόσμον εἶναι νοητόν ABPF, εἶναι κόσμον νοητόν GH 3. 4 τὸ παράδειγμα — ἰδεῶν seclusi παράδειγμα, ἀρχέτυπος ἰδέα V Eus : ἀρχέτυπον παρἀδειγμα,- ἰδέα ceteri 4 εἴδεα et εἰδέων V θὄ (i. e. θεὸς) V, θεῷ Λ 5 φησὶν ὡς M δὲ ABP G τὴν ἀρχὴν V Eus : τὴν om. ceteri οἴονται corr. ex οἷόν τε V 7 μεθ’ αὐτόν (sic) V 8 ἐπεὶ V Eus: ἐπειδὴ ceteri διαστήματος M τῆς ora. M κόσμου] χρόνου H, οὐρανοῦ v κεινἡσεως γ’ προτέρου V: πρότερον δὲ F^us: δὲ ora. codd. 9 κεινουμἐνου κείνησις V ἀλλὰ AP, corr. ex ἀλλ’ V ἀλλ’ ἡ ἀναγκαῖον αὐτὴν ὕστερον Eus 10 ἆρα V καὶ om. FGH ἡ ἰσήλικα V, ἢ om. M τοῦ κόσμου ABPF 11 γεγονέναι] γενέσθαι ABP δὲ διαγ‘ιφαίνεσθαι M 11. 12 ἀφιλόσοφον τῷ ὄντι Η 12 λαμβάνεται G ἡ] ἢν V 14 τῳ] τὸ VF ἐποίησεν V Ι5 εἰς γένεσιν αὐτὸν GH κἀκ] καὶ VM 16 τὴν α οὐσίαν ABP θεῶν] θείων F ἐμφανῶν VM : ἐμφανῶν, ἀφανῶν ceteri 17 πάνθ’ ἅμα] πᾶν θαῦμα M 18 ἧττον om. G εἶχεν V ἐν om. V) [*](6 Cliatcid. in Plut. Tim. cap. 276 . . . sed Origenes adseverat ita sibi ab Hebraeis esse per.suasum . . . initium minime temporarium dici; ueque enim tempus uUum fuisse ante raiindi exornationem dieique et nocturnas vices, quibus temjtoris spatia diraensa sunt. 18—9,2.3 DI’ fol. 334v ct DH fol. 262v Φίλωνος: καλὸν οὐδὲν - ἐπινοίαις)