De Opificio Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.

μετὰ δὲ τὴν τοῦ νοητοῦ φωτὸς ἀνάλαμψιν, ὃ πρὸ ἡλίου γέγονεν, ὑπεχώρει τὸ ἀντίπαλον σκότος, διατειχίζοντος ἀπ’ ἀλλήλων αὐτὰ καὶ διιστάντος θεοῦ τοῦ τὰς ἐναντιότητας εὖ εἰδότος καὶ τὴν ἐκ φύσεως αὐτῶν διαμάχην. ἵν’ οὖν μὴ αἰεὶ συμφερόμεναι στασιάζωσι καὶ πόλεμος ἀντ’ εἰρήνης ἐπικρατῇ τὴν ἀκοσμίαν ἐν κόσμῳ τιθείς, οὐ μόνον ἐχώρισε φῶς καὶ σκότος, ἀλλὰ καὶ ὅρους ἐν μέσοις ἔθετο διαστήμασιν, οἷς ἀνεῖρξε τῶν ἄκρων ἑκάτερον· ἔμελλε γὰρ γειτνιῶντα σύγχυσιν ἀπεργάζεσθαι τῷ περὶ δυναστείας ἀγῶνι κατὰ πολλὴν καὶ ἄπαυστον φιλονεικίαν ἐπαποδυόμενα, εἰ μὴ μέσοι παγέντες ὅροι διέζευξαν καὶ διέλυσαν τὴν ἀντεπίθεσιν.

οὗτοι δ’ εἰσὶν ἑσπέρα τε καὶ πρωΐα, ὧν ἡ μὲν προευαγγελίζεται μέλλοντα ἥλιον ἀνίσχειν ἠρέμα τὸ σκότος ἀνείργουσα, ἡ δ’ ἑσπέρα καταδύντι ἐπιγίνεται ἡλίῳ τὴν ἀθρόαν τοῦ σκότους φορὰν πρᾴως ἐκδεχομένη. καὶ ταῦτα μέντοι, πρωΐαν λέγω καὶ ἑσπέραν, ἐν τῇ τάξει τῶν ἀσωμάτων καὶ νοητῶν θετέον· ὅλως γὰρ οὐδὲν αἰσθητὸν ἐν τούτοις, ἀλλὰ πάντα ἰδέαι καὶ μέτρα καὶ τύποι καὶ σφραγῖδες, εἰς γένεσιν ἄλλων ἀσώματα σωμάτων.

ἐπεὶ δὲ φῶς μὲν ἐγένετο, σκότος δ’ ὑπεξέστη [*](1 πλανῆτι Eus τε om. M Eus ἀρύτονται Ems cod. I, ἀρύττονται V: ἀρύονται ω ceteri, ἄρχονται DC καὶ καθόσον DC ἑκάστου M 2 φέγγει M τῆς] καὶ DC αὐγὴς ἐκείνης VM Eus: ἐκείνης αὐγῆς ceteri αὐγῆς μεταλαμβάνει DC 3 ὅταν] οὗ ἄν Eus, οὗ ἀν’ V ἄρχηται M 5 τὸ σκότος MAF, καὶ τὸ σκότος P ἁ 8 ἀνάλαμψιν Η: ἀνάληψιν ceteri 9 διατιχείζοντος V 10 διιστῶντος Μ θεοῦ] τοῦ θεοῦ Η τἀς om. G 11 αἰεὶ V: ἀεὶ ceteri συμφερόμεναι V: συμφερόμενα ceteri 12 ἀντὶ V ἐπικρατήσῃ FGH 13 ἐχώρισεν V, ἐχώρησε G 13. 14 διαστήμασι V 14 ἄν εἶρξε V 16 ἐπαποδυόμεναι V, ἐπαπολυόμενα GH, ἐπαπολλύμενα F διέζευξαν καὶ om. Η 17 δ’ V: δὲ ceteri 18 μέλλοντα om. M 19 δὲ FGH τῷ ἡλίῳ M 20 πραέως MABP λέγοι V 22 εἶδέ V 23 ἀσώματα σωμάτων] ἀσωμάτων M ἐπεὶ V Eus: ἐπειδὴ ceteri δ’] δὲ FGH) [*](23—11,12 Euseb. Pr. Eu. XI 24 . . . καὶ μετὰ βραχέα ἐπιλέγει:)

v.1.p.11
καὶ ἀνεχώρησεν, ὅροι δ’ ἐν τοῖς μεταξὺ διαστήμασιν ἐπάγησαν ἑσπέρα καὶ πρωΐα, κατὰ τἀναγκαῖον τοῦ χρόνου μέτρον ἀπετελεῖτο εὐθύς, ὃ καὶ ἡμέραν ὁ ποιῶν ἐκάλεσε, καὶ ἡμέραν οὐχὶ πρώτην, ἀλλὰ μίαν, ἣ λέλεκται διὰ τὴν τοῦ νοητοῦ κόσμου μόνωσιν μοναδικὴν ἔχοντος φύσιν.

Ὁ μὲν οὖν ἀσώματος κόσμος ἤδη πέρας εἶχεν ἱδρυθεὶς ἐν τῷ θείῳ λόγῳ, ὁ δ’ αἰσθητὸς πρὸς παράδειγμα τούτου ἐτελειογονεῖτο. καὶ πρῶτον αὐτοῦ τῶν μερῶν, ὃ δὴ καὶ πάντων ἄριστον, ἐποίει τὸν οὐρανὸν ὁ δημιουργός, ὃν ἐτύμως στερέωμα προσηγόρευσεν ἅτε σωματικὸν ὄντα· τὸ γὰρ σῶμα φύσει στερεόν, ὅτιπερ καὶ τριχῆ διαστατόν· στερεοῦ δὲ καὶ σώματος ἔννοια τίς ἑτέρα πλὴν τὸ πάντῃ διεστηκός; εἰκότως οὖν ἀντιθεὶς τῷ νοητῷ καὶ ἀσωμάτῳ τὸν αἰσθητὸν καὶ σωματοειδῆ τοῦτον στερέωμα ἐκάλεσεν.